Homilia de passione et cruce domini
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΘΑΝΑΣΙΟΥ ΕΙΣ ΤΟ ΠΑΘΟΣ ΤΟΥ ΚΥΡΙΟΥ ΚΑΙ ΕΙΣ ΤΟΝ ΣΤΑΥΡΟΝ.
«Καὶ ἐλθόντες εἰς τόπον λεγόμενον Γολγοθᾶ, ὅ ἐστι Κρανίου τόπος λεγόμενος, ἔδωκαν αὐτῷ οἶνον πιεῖν μετὰ χολῆς μεμιγμένον. Καὶ γευσάμενος, οὐκ ἤθελε πιεῖν. Σταυρώσαντες δὲ αὐτὸν, διεμερίσαντο τὰ ἱμάτια αὐτοῦ, βάλλοντες κλῆρον· ἵνα πλη ρωθῇ τὸ ῥηθὲν ὑπὸ τοῦ Προφήτου· ∆ιεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβα λον κλῆρον. Καὶ καθήμενοι ἐτήρουν αὐτὸν ἐκεῖ.» Καὶ εἰς τὰ ἑξῆς. Τὸ μὲν ἀναγνωσθὲν ῥητὸν εὐαγγελικόν ἐστι· σαφη νείας δὲ τούτου χάριν καλὸν πρὸς τοὺς ἁγίους κατα φυγεῖν, καὶ παρ' αὐτῶν τὴν τούτου διάνοιαν ἐκλα βεῖν. Ἐκείνους γὰρ μᾶλλον ἢ ἡμᾶς τοῖς Εὐαγγελίοις συνίστασθαι προσήκει. Καὶ ἵνα μὴ περιερχόμενοι τοὺς πάντας ἐπιβραδύνωμεν τῷ λόγῳ, ἀρκεῖ καὶ μόνος ὁ Ἀπόστολος πρὸς τὴν ἡμῶν πληροφορίαν γενέσθαι διδάσκαλος. Γράφει γὰρ τοῖς Ἑβραίοις αὐτὸς ὁ μα 28.188 κάριος Παῦλος, ὅτι ἀδύνατόν ἐστι ψεύσασθαι τὸν Θεόν· καὶ ἀληθεύει μάλιστα λέγων, καὶ οὐ ψεύδεται. Τῶν μὲν γὰρ γενητῶν ἡ φύσις ἴδιον ἔχει τὸ τρέ πεσθαι καὶ κινεῖσθαι ποικίλαις μεταβολαῖς· ἐπειδή περ καὶ μὴ ὄντα ποτὲ, μεταβολὴν ἔσχεν εἰς τὸ εἶναι τῇ τοῦ πεποιηκότος χάριτι καὶ φιλανθρωπίᾳ· καθὼς καὶ πάλιν ὁ Παῦλός φησιν· «Ὁ καλῶν τὰ μὴ ὄντα ὡς ὄντα.» Θεὸς δὲ, ὁ πάντων διὰ τοῦ Λόγου ποιητὴς τυγχάνων, ὄντως ὢν, ἀμετάβλητον ἔχει σὺν τῷ Λόγῳ τὴν φύσιν· καὶ τοῦτο διὰ τοῦ προφήτου διδάσκει, λέγων· «Ἴδετε, ἴδετε, ὅτι ἐγώ εἰμι, καὶ οὐκ ἠλλοίωμαι.» ∆ιὸ περὶ μὲν τῶν ἀνθρώπων ἐν Ψαλμοῖς ᾄδεται· «Ἐγὼ εἶπα ἐν τῇ ἐκστάσει μου· Πᾶς ἄν θρωπος ψεύστης·» περὶ δὲ τοῦ Θεοῦ Μωσῆς ἐν τῷ νόμῳ μαρτυρεῖ, ὅτι «ὁ Θεὸς πιστός ἐστι καὶ ἀλη θινός.» Ὁ γοῦν χριστοφόρος ἀνὴρ, ὡς ἐξ ἀμφοτέρων τούτων παιδευθεὶς, καὶ αὐτὸς τὴν τοῦ Θεοῦ πρὸς τὰ γενητὰ διαφορὰν ἐξηγούμενος, γράφει· «Γινέσθω δὲ ὁ Θεὸς ἀληθὴς, πᾶς δὲ ἄνθρωπος ψεύστης.» Ἀληθὴς δέ ἐστιν ὁ Θεὸς, οὐχ ὡς μὴ ψευδόμενος· οὐδὲν γάρ ἐστιν ἐναντίον αὐτῷ· οὐδὲ ὡς ἄνθρωπος ἑτέρῳ μαρ τυρῶν τὸ ἀληθές· οὐδενὶ γὰρ ὑπεύθυνός ἐστιν· ἀλλ' ὡς αὐτὴν τὴν ἀλήθειαν γεννῶν, καὶ Πατὴρ ὑπάρχων τοῦ Κυρίου λέγοντος· «Ἐγώ εἰμι ἡ ἀλήθεια·» ἀληθείας δὲ φίλον τὸ ψεῦδος οὐκ ἄν ποτε γένοιτο. Ὅθεν ἀληθείας μὲν κατὰ τὸν ψαλμῳδὸν ἐκζητῶν ὁ Κύριος, τὸ δὲ ψεῦδος ἀφ' ἑαυτοῦ ῥίπτει, καὶ ἀλ λότριον ποιεῖ, λέγων· «Υἱοὶ ἀλλότριοι ἐψεύσαντό μοι.» Ἐψεύσαντο γὰρ οἱ Ἰουδαῖοι κατὰ τοῦ Σωτῆρος, καὶ τὸν νόμον ἐπαγγειλάμενοι φυλάττειν, οὐκ ἠλήθευσαν, ἀλλὰ παρηνόμουν κατὰ τοῦ δεδωκότος αὐτὸν, θάνατον ἀντὶ χάριτος μηχανώμενοι τῷ Κυ ρίῳ. Ἀπεβλήθησαν γοῦν εἰκότως, καὶ ὃν, ψευσάμε νοι, κατὰ τοῦ Κυρίου θάνατον ἐπήγαγον, τοῦτον αὐ τοὶ καθ' ἑαυτῶν ἀληθῶς ἐπεσπάσαντο· ὡς καὶ Ἀνα νίας καὶ Σάπφειρα ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων· οἵτινες, ἐπαγγελίαν τῷ Θεῷ δεδωκότες, ἀπὸ τῆς ἐπαγγελίας ἐνοσφίσαντο· καὶ τοὺς μὲν ἄλλους ἐλάν θανον· ὁ δὲ τῆς ἀληθείας διάκονος Πέτρος τούτους ἀπωθεῖται, λέγων· «Οὐκ ἐψεύσω ἀνθρώποις, ἀλλὰ τῷ Θεῷ.» Ἐν οἷς καὶ μέγιστον θαῦμα γέγονεν· ὅπερ γὰρ μόνος ἠπίστατο Πέτρος, τοῦτο τῷ θανάτῳ τῷ περὶ τὸν Ἀνανίαν πᾶσιν ἐφανέρωσεν· ὥστε τοὺς πάντας εἰς εὐλάβειαν ἐλθεῖν, καὶ τὸ παράδειγμα Σαπφείρας φοβηθῆναι. ∆εῖ γὰρ εἰδέναι καὶ μὴ ἀγνοεῖν, ὅτι ἃ ἐπαγγελλόμεθα Θεῷ, οὐκ ἔτι λοιπόν ἐστιν ἡμῶν, ἀλλὰ Θεῷ διαφέρει. Καὶ ἐὰν ἀποσύρωμεν ἀπὸ τούτων, οὐχ ὡς τὰ ἡμῶν ἐσμεν λαμβάνοντες, ἀλλ' ὡς τὰ τοῦ Θεοῦ ἱεροσυλοῦντες. Ἡ δὲ ἐπαγγελία οὐ μέχρι 28.189 χρημάτων μόνον, ἀλλὰ καὶ μέχρι
1