Prolegomena et scholia in Theodosii Alexandrini canones
Σχόλια σὺν θεῷ εἰς τοὺς ῥηματικοὺς κανόνας ἀπὸ φωνῆς Γεωργίου τοῦ Χοιροβοσκοῦ.
Ἐπειδὴ ἐν συντόμῳ παραδίδωσιν ἡμῖν ὁ Θεοδόσιος τοὺς προκειμένους κανόνας, φημὶ δὴ τὴν τῶν ῥημάτων διδασκαλίαν, μάθωμεν καὶ ἡμεῖς ἐν συντόμῳ τὰ προλεγόμενα τοῦ παρόντος συγγράμματος. Σκοπὸν ἔχει ὁ τεχνικὸς περὶ κλίσεως ῥημάτων διαλαβεῖν· τὸ δὲ εἰδέναι τὴν κλίσιν τῶν ῥημάτων χρήσιμον εἰς τὸ μήτε βαρβαρίζειν μήτε σολοι κίζειν, οἷον ἵνα μὴ ἀντὶ τοῦ εἰπεῖν τέτυφας εἴπωμεν τέτυφες, καὶ ἀντὶ τοῦ εἰπεῖν ἐτύψαμεν ἐτύψατε εἴπωμεν ἐτύψομεν ἐτύψετε, καὶ ἵνα μὴ ἀντὶ τοῦ εἰπεῖν ἤλθομεν ἤλθετε καὶ ἐλάβομεν ἐλάβετε καὶ ἐφάγομεν ἐφάγετε καὶ ἐδράμομεν ἐδράμετε εἴπωμεν διὰ τοῦ ˉα, ὥς τινες λέγουσιν ἐν τῇ συνηθείᾳ, ἐφάγαμεν ἐφάγατε καὶ ἤλθαμεν ἤλθατε καὶ ἐδράμαμεν ἐδράματε καὶ ἐλάβαμεν ἐλάβατε. Ἰστέον δὲ ὅτι, ὡς καὶ ἐν τοῖς προ λαβοῦσιν ἐμάθομεν, ἄλλο βαρβαρίζειν καὶ ἄλλο σολοικίζειν· βαρβαρίζειν γάρ ἐστι τὸ ἁμαρτάνειν περὶ μίαν λέξιν, εἴτε περὶ τόνον, ὡς ἐάν τις ἀντὶ τοῦ εἰπεῖν ἄνθρωπος προπαροξυτόνως εἴπῃ ἀνθρωπός ὀξυτόνως, εἴτε περὶ κλίσιν, ὡς ἐάν τις ἀντὶ τοῦ εἰπεῖν ∆ημοσθένης ∆ημοσθένους εἴπῃ ∆ημοσθένης ∆ημοσθένου, εἴτε περὶ γραφήν, ὡς ἐάν τις τὸ γράφω ἢ λέγω γράψῃ διὰ τοῦ ˉο, εἴτε περὶ πνεῦμα, ὡς ἐάν τις τὴν ὑπό πρό θεσιν ψιλώσῃ ὀφείλουσαν δασυνθῆναι, εἴτε περὶ χρόνον, ὡς ὅταν τις τοῦ Θόας τὸ ˉαˉς συστείλῃ· σολοικίζειν δὲ τὸ ἁμαρτάνειν περὶ τὴν σύνταξιν καὶ τὴν φράσιν, τουτέστιν ὡς ὅταν ἑκάστη λέξις καθ' ἑαυτὴν κειμένη 2 καλῶς ἔχῃ, ἐν δὲ τῇ συντάξει καὶ τῇ φράσει ἀτάκτως καὶ ἀνακολούθως παραλαμβάνηται, οἷον ἐγὼ περιπατῶν ὁ τοῖχος ἔπεσεν ἀντὶ τοῦ ἐμοῦ περιπατοῦντος ὁ τοῖχος ἔπεσεν· ἰδοὺ γὰρ ἐνταῦθα ἑκάστη λέξις καθ' ἑαυτὴν οὖσα καλῶς ἔχει, καὶ γὰρ τὸ ἐγώ καὶ τὸ περιπατῶν καὶ τὸ ὁ τοῖχος καὶ τὸ ἔπεσεν καλῶς ἔχει, ἀλλ' ἐν τῇ συντάξει καὶ τῇ φράσει ἀτάκτως καὶ ἀνακολούθως παραλαμβάνονται· ὅθεν καὶ σολοι κισμὸς λέγεται, οἱονεὶ σώου λόγου αἰκισμός, τουτέστιν ὕβρις τοῦ ὁλο κλήρου λόγου. Καὶ κατ' ἄλλον δὲ λόγον χρήσιμον <τὸ εἰδέναι> τὴν κλίσιν τῶν ῥημάτων, ἐπειδὴ οὐδέποτε τέλειος λόγος εὑρίσκεται χωρὶς ἑνὸς τῶν τριῶν τούτων ῥημάτων, τουτέστιν ὁριστικοῦ προστακτικοῦ εὐκτικοῦ, ἢ λεγομένου ἢ νοουμένου· λεγομένου μὲν ὁριστικοῦ, ὡς ἐπὶ τοῦ<ex. gr. Α 84> τὸν δ' ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς, ἔχει γὰρ τὸ προσέφη ὁριστικόν· προστακτικοῦ δέ, ὡς ἐπὶ τοῦ <α 1> ἄνδρα μοι ἔννεπε, ἔχει γὰρ τὸ ἔννεπε προστακτικόν, καὶ πάλιν <Α 1> μῆνιν ἄειδε, θεά, ἔχει γὰρ τὸ ἄειδε προστακτικόν· εὐκτι κοῦ δέ, ὡς ἐπὶ τοῦ <Α 420> τίσειαν ∆αναοὶ ἐμὰ δάκρυα, ἔχει γὰρ τὸ τίσειαν εὐκτικόν, καὶ πάλιν <Γ 407> μηκέτι σοῖσι πόδεσσιν ὑποστρέ ψειας Ὄλυμπον, ἔχει γὰρ τὸ ὑποστρέψειας εὐκτικόν· νοουμένου δὲ ὁριστικοῦ, ὡς ἐπὶ τοῦ <Μ 243> εἷς οἰωνὸς ἄριστος ἀμύνεσθαι περὶ πάτρης, νοεῖται γὰρ τὸ ἔστιν, καὶ πάλιν <Β 4> οὐκ ἀγαθὸν πολυ κοιρανίη, νοεῖται γὰρ τὸ ἔστιν, οἷον οὐκ ἀγαθόν ἐστιν ἡ πολυκοιρανίη. Τούτων οὕτως ἐχόντων ἐμάθομεν ἐν τοῖς προλαβοῦσιν, ὅτι ὀκτώ εἰσι τὰ μέρη τοῦ λόγου, ὄνομα ῥῆμα μετοχὴ ἄρθρον ἀντωνυμία πρόθεσις ἐπίρρημα σύνδεσμος, καὶ ὅτι προτέτακται τὸ ὄνομα τοῦ ῥήματος, καθὸ τὸ μὲν ὄνομα οὐσίας ἐστὶ σημαντικόν, τὸ δὲ ῥῆμα συμβεβηκότος, αἱ δὲ οὐσίαι προτερεύουσι τῶν συμβεβηκότων· καὶ γὰρ ὁ Σωκράτης προτερεύει τοῦ γράφειν αὐτὸν καὶ τοῦ τύπτειν· εἰκό τως οὖν καὶ τὸ ὄνομα ὡς σημαντικὸν ὂν τῆς οὐσίας προτερεύει τοῦ ῥήματος σημαντικοῦ ὄντος τοῦ συμβεβηκότος.