Fragmenta in epistulam I ad 1Kor inthios (in catenis) 544 1Kor 1,1-3 Μὴ γὰρ νομίσητε ὅτι ἐμαυτῷ περιποιούμενος τὸ τῆς διδασκαλίας ἀξίωμα, ὑμᾶς μέλλω καθαιρεῖν τῆς ἐπὶ τούτῳ φυσιώσεως· ἰδοὺ γὰρ καὶ Σωσθένην ἐμαυτῷ συντάττω, καὶ ἀδελφὸν καλῶ, καὶ σὺν αὐτῷ ἐπιστέλλω κοινοποιούμενος τὰ ἐμά. διὰ τί οὖν ὑμᾶς ἐγκόπτω; ὅτι ἐπιβλαβὲς ὑμῶν τὸ ἐπὶ τῇ διδασκαλίᾳ φύσημα· ὑμᾶς τε γὰρ οὐδὲν ὀνίνησιν, τούς τε πειθομένους ἐξίστησι τῆς ὑγιαινούσης διδασκαλίας, καὶ τὸ κοινὸν μερίζει τῆς ἐκκλησίας σῶμα. Σὺν πᾶσι τοῖς ἐπικαλουμένοις τὸ ὄνομα τοῦ κυρίου. ὅσον ἐκεῖνοι καὶ ἀλλήλων διεσχίζοντο, τοσοῦτον αὐτὸς ἐφιλονείκει καὶ τοῖς πόρρω κατοικοῦσι συνάπτειν αὐτούς. διὸ μέλλων αὐτοῖς προσφωνεῖν τὴν χάριν καὶ τὴν εἰρήνην τὴν ἀπὸ θεοῦ, καὶ εἰπὼν κλητοῖς ἁγίοις αὐτίκα συνῆψε σὺν πᾶσι τοῖς ἐπικαλουμένοις καὶ ἑξῆς· καὶ ὑμῖν, φησί, καὶ σύμπασιν εἴη ἡ ἀπὸ θεοῦ πατρὸς χάρις καὶ εἰρήνη. Ἐν παντὶ τόπῳ, αὐτῶν τε καὶ ἡμῶν. ἐπειδὴ εἰπὼν σὺν πᾶσι τοῖς ἐπικαλουμένοις τὸ ὄνομα τοῦ κυρίου, ἐπήγαγε μόνον τὸ ἡμῶν, ἐπιδιορθούμενος καὶ δεικνὺς κοινὸν αὐτὸν κύριον καὶ δεσπότην ἁπάντων ὄντα, προστίθησιν· aὐτῶν τε καὶ ἡμῶν. εἰ δὲ κοινὸς ἁπάντων κύριος, οὐ μόνον ἡμῶν ἀλλὰ καὶ τῶν ἁπανταχοῦ, τί σχιζόμενοι ἀλλήλων καὶ τὴν κοινὴν ἐξ ὧν τέμνεσθε καθυβρίζοντες κυριότητα, ἑτέροις καὶ ἑτέροις ἑαυτοὺς διανέμετε; 1Kor 1,5 Πόθεν δῆλον ὅτι ἐπλουτίσθητε λόγῳ καὶ γνώσει; ἐκ τοῦ τὸ κήρυγμα τῆς εἰς Χριστὸν πίστεως βεβαιωθῆναι ἐν ὑμῖν· ἡ γὰρ τούτου βεβαίωσις ἐν ὑμῖν καὶ λόγου καὶ γνώσεως γίνεται μαρτύριον ὑμῶν. 545 1Kor 1,6-7 Μαρτύριον Χριστοῦ· ἢ τὸ ἑκούσιον καὶ σωτήριον πάθος, καὶ ἁπλῶς ἡ ὑπὲρ ἡμῶν τοῦ λόγου κένωσις καὶ ἐνανθρώπησις· ἢ μαρτύριον Χριστοῦ ἡ τῶν σημείων χάρις καὶ δωρεά. καὶ γάρ εἰσι ταῦτα μαρτύριον τῆς εἰς Χριστὸν πίστεως καὶ τῆς θειότητος αὐτῆς καὶ μεγαλειότητος· ἦσαν γὰρ οἱ Κορίνθιοι πλουτοῦντες ἐν τούτοις. ἐπεὶ οὖν ταῦτα, φησίν, ὁρᾶται ἐν ὑμῖν ἐν ἀφθονίᾳ καὶ βεβαιώσει, καλῶς, φησί, προείπομεν ὅτι ἐν παντὶ λόγῳ καὶ πάσῃ γνώσει ἐπλουτίσθητε· μέρος γὰρ τῶν χαρισμάτων ὅ τε λόγος καὶ ἡ γνῶσις, ὁ μὲν λόγος συντελῶν εἰς τὸ διδάσκειν, ἡ δὲ γνῶσις εἰς τὸ συνιέναι. καὶ τὸ ὥστε μὴ ὑστερεῖσθαι ὑμᾶς πρὸς τὴν δευτέραν ἑρμηνείαν μᾶλλον συνᾴδει. 1Kor 1,9 ∆ι' οὗ ἐκλήθητε. οὐδεὶς γὰρ ἔρχεται πρὸς τὸν υἱόν, εἰ μὴ ἑλκύσει αὐτὸν ὁ πατήρ, ὡς οὐδὲ πρὸς τὸν πατέρα ἔρχεταί τις, εἰ μὴ ᾧ ἂν ἀποκαλύψῃ ὁ υἱός. ∆ι' οὗ ἐκλήθητε ἀντὶ τοῦ ὑφ' οὗ ἐκλήθητε, οἷον ὁ καλέσας ὑμᾶς. καὶ ἐπίστησον πῶς τὸ δι' οὗ τίθησιν ὁ θεῖος Παῦλος καὶ ἐπὶ τοῦ πατρός, καὶ ἀντὶ τίνος αὐτὸ τίθησιν· ἵνα ὅταν καὶ ἐπὶ τοῦ υἱοῦ αὐτὸ ἀκούσῃς, μὴ παραλλαγὴν οὐσίας ἀλλὰ ταυτότητα ἐννοῇς. Εἰς κοινωνίαν τοῦ υἱοῦ αὐτοῦ. εἰς κοινωνίαν ἐκλήθητε Χριστοῦ· τί ἄλλους καὶ ἄλλους ἐφιστῶντες ἑαυτοῖς προστάτας καὶ διδασκάλους, τῆς θαυμασίας ἐκείνης καὶ σωτηρίου κοινωνίας ἑαυτοὺς φιλονεικεῖτε διασχίζειν καὶ ἀποτέμνεσθαι; 11Kor 1,14. 17a Τί εὐχαριστεῖς, Παῦλε, ὅτι οὐδένα αὐτῶν ἐβάπτισας πλὴν ὧν εἶπας; μὴ τὸ βάπτισμα ἐν βραχεῖ τιθέμενος λόγῳ; μὴ γένοιτο, φησίν, ἀλλὰ διὰ δύο ταύτας αἰτίας εὐχαριστῶ· μίαν μὲν ὅτι μὴ βαπτίζων, φησίν, οὐδ' ἔδωκά τισιν ἀφορμὴν λέγειν ὅτι διὰ τοῦτο ἐβάπτισα πολλούς, ἵνα χορὸν ἐμαυτῷ μαθητῶν συστησάμενος, ὄνομα ἐμαυτῷ περιποιήσωμαι διδασκάλου καὶ καθηγητοῦ. δι' ἑτέραν δέ, ὅτι οὐδ' εἶχον ἐπὶ τούτῳ παρὰ Χριστοῦ ἀποστολήν, ἀναδεικνὺς ὅτι, εἰ ἐγὼ ὁ ἀποσταλεὶς παρὰ 546 Χριστοῦ κηρύσσειν καὶ καταγγέλλειν τὸ αὐτοῦ εὐαγγέλιον μετὰ φειδοῦς καὶ σπανίως ἐβάπτισα καίτοι συγγενές ἐστι καὶ συνέχεται τὸ βάπτισμα τῷ κηρύγματι , ὑμεῖς οἱ μηδ' ὅλως ἀποσταλέντες, πῶς τολμᾶτε διδασκάλους ἑαυτοὺς ἀποφαίνειν; πῶς δὲ καὶ βαπτίζετε; ἢ ὅλως τί ποιεῖτε ὧν οὐκ ἐλάβετε χάριν καὶ ἀποστολήν; 11Kor 1,17b Οὐκ εἶπεν οὐκ ἐν σοφίᾳ γνώσεως, ἀλλ' οὐκ ἐν σοφίᾳ λόγου. καλῶς· καὶ γὰρ ἐν σοφίᾳ γνώσεως εὐηγγελίζετο, διὸ καὶ ἀλλαχοῦ· ἰδιώτης τῷ λόγῳ, ἀλλ' οὐ τῇ γνώσει.