θυσιαστήριον μέγα κεκράξεται· ὃ καὶ ζῶν κακῶς καθαιρῶν ἐβεβήλου, καὶ ἀναιρούμενος ἐνδίκως τῷ λύθρῳ τῶν ἐναγῶν αἱμάτων πλέον ἔχρανέ τε καὶ κατεμόλυνεν, ἄξια ὄντως τὰ ἐπίχειρα τῆς εἰς Χριστὸν ὕβρεως δεξάμενος ὁ ἀλιτήριος, ἔνθα τῶν προμάντεων ἡ σκηνὴ καὶ ἡ παιδιὰ καὶ ἡ πλάνη θριαμβεύεται. 3 πῶς οὖν οὗτος τὰ τῆς οἰκείας ἀσεβείας ἀποπληροῦν ἐτεχνάζετο; πρῶτα μὲν ἀπόπειραν ποιεῖται τῶν ἀπὸ τῆς ἐκκλησίας, εἰ οἷόν τε ἠρέμα καὶ ἡσυχῇ τὰ κατὰ νοῦν αὐτῷ προχωρήσειν· ὡς δ' οὖν ἄπρακτα καὶ ἀνήνυτα αὐτῷ ἐγεγόνει τὰ ἐγχειρήματα, ἐφ' ἑτέραν τραπόμενος ἔρχεται καί, ὡς ἂν μηδὲν πονηρίας καὶ κακουργίας τῶν προκαταρξάντων ἐλλείποι τῆς ἀσεβείας, ζηλοῖ κἀνταῦθα τὸν χριστομάχον ἐκεῖνον, τὸν πάλαι συγχωρήσει θεοῦ τοῦ φύλου τοῦ Ῥωμαϊκοῦ κακῶς ἄρξαντα, τὸν Κωνσταντῖνον φημὶ τὸν δυσσεβέστατον. ὃς δὴ καθάπερ ἐκ πατρῴου κλήρου κατάγουσαν τὴν παρανομίαν ταύτην διαδεξάμενος, ἱκανῶς ἐπεκράτυνεν· ἀθροίζει λοιπὸν καὶ οὗτος, ὥσπερ ἐκεῖνος, ἅπαν τὸ ἐν ἱερωσύνῃ τελοῦν, καὶ παντοίαις αὐτοὺς ἐπιχειρήσεσι μεθοδεύων πείθειν ἐμηχανᾶτο πρὸς τὸ οἰκεῖον ἑλεῖν βούλημα. ἀλλ' ὅσον μὲν ἐν αὐτοῖς προῦχον καὶ ἔκκριτον, ἐρηρεισμένον καὶ πάγιον περὶ τὸν ὑγιᾶ καὶ ὀρθὸν λόγον τὸ φρόνημα ἐκέκτητο, τοῦ θεομισοῦς αὐτοῦ θελήματος ἀντικαθιστάμενον ὤφθη· διὸ αἰκίαις τε καὶ φρουραῖς χαλεπαῖς πρότερον ἐπελθὼν καὶ μηκίστων λιμῶν καὶ ἀσιτιῶν τηκεδόσι πιέζων καὶ δι' ἀτιμίας ἁπάσης περιαγαγών, μεταταῦτα ὑπερορίαις μακραῖς ὁμοῦ καὶ πικραῖς κατεδίκασεν· ὅσον δὲ ἀγροικικώτερον καὶ ἁπλούστερον ἢ καὶ εὐηθέστερον ἐπάγεται, οὓς μὲν χρήμασιν ὑποφθείρων, οὓς δὲ ὑποσχέσεσι δελεάζων, οὓς δέ, παρρησίαν τὴν εἰς τὰ βασίλεια ἐπαγγελλόμενος, ὑπο κλέπτων, ἔστι δὲ οὓς καὶ ἀπειλαῖς ἐκδειματῶν καὶ ἑτέραις τισὶν ἐπινοίαις μετερχόμενος, εἰς τὸ ἴδιον σαγηνεύει θέλημα. τούτους λοιπὸν τοῦ κοινοῦ τῆς ἐκκλησίας ἀπορραγέντας σώματος, οἷάπερ μέλη διερρυηκότα καὶ ἐφθαρμένα, καὶ ἰδίᾳ συνάγειν ἐπιχειρήσαντας λαβών, συγκροτεῖ, ὡς ἐδόκει, ἀπ' αὐτῶν σύνοδον· καὶ σύνεδρος ἤδη καὶ πρόεδρος, μᾶλλον δὲ πρόδρομος τῆς τοῦ προσδοκωμένου πονηροῦ ἐπιστασίας γίνεται, προοδοποιῶν τὰ τῆς ἐνδημίας αὐτῷ καὶ τρόπον τινὰ τὸν ἀγῶνα τὸν κατὰ τῶν ἁγίων ἐνστησόμενον ἀναμερισάμενος· καὶ τὸ πολὺ τῶν πόνων προαφαιρούμενος, τοσοῦτον εὔνους αὐτῷ ὤφθη, ἵνα, ἐν ᾧ μέλλει φανεροῦσθαι ὁ ἄνομος, πρὸς μόνον τὸν καταλύοντα αὐτοῦ τὸ κράτος ἕξει τὴν μάχην, τῶν δὲ εἰς μνήμην τῆς ἐν σαρκὶ πολιτεύσεως αὐτοῦ ἀναστηλωμένων ἐκ ποδῶν γεγενημένων, μὴ πλείω περὶ αὐτὰ ἐνασχολούμενος κάμνοι, σχοίη δὲ ῥᾷον κατὰ τῶν εὐσεβούντων τηνικάδε τὸ ἀγώνισμα· καὶ πάλιν ὁρᾶται ἐν τῷ ναῷ κυρίου τὸ βδέλυγμα καὶ ἀνοίγεται στόμα λαλοῦν μεγάλα κατὰ τῆς δόξης κυρίου καὶ κατὰ τῆς θείας οἰκονομίας μεγαλορημονοῦν καὶ ἀλαζονευόμενον. 4 ταύτην οὖν τί κλητέον, ἢ οὐχ' ἁπλῶς σύνοδον; ἀλλὰ βαρβαροσύνοδον δικαίως ἄν τις καλέσειε διὰ τὸ τοῦ ἠθροικότος βάρβαρόν τε καὶ ἔκφυλον φρόνημα, ἢ πονηρὸν συνέδριον καὶ τοῦ Καϊαφαϊκοῦ ἐκείνου ἐφάμιλλον, ἐπεὶ καὶ οὗτοι παρανόμως κενὰ κατὰ τοῦ Χριστοῦ ἐμελέτησαν καὶ ὥσπερ τὸ Ἰουδαϊκὸν σύνταγμα κατὰ τῆς Χριστοῦ ἐνσωματώσεως ἐφρυάξαντο καὶ πλεῖστα κενολογήσαντες ἐματαιοπόνησαν. ὡς γὰρ οὐκ ἂν λεχθείη σύνοδος ἱερατική, φανερόν· πρῶτον μὲν γὰρ πῶς συστήσαιεν σύνοδον οἵ γε τὰς συνθήκας, ἃς ἐν τῷ θείῳ θυσιαστηρίῳ κατενώπιον θεοῦ καὶ ἀγγέλων καὶ παντὸς τοῦ τῆς ἐκκλησίας πληρώματος δεδωκότες, παρασπονδήσαντες ἠθετήκασι, τά τε χειρόγραφα, ἐν οἷς τοὺς τύπους τοῦ σταυροῦ καὶ τὰ οἰκεῖα ὀνόματα προὔθηκαν, κατεπάτησαν; ἐξ ὧν κατὰ συλλόγους ἱεροὺς συνιέναι οὐκ ἐξὸν αὐτοῖς· ἔπειτα δ' ὅτι παρὰ πάντα θεσμὸν καὶ κανόνα ἐκκλησιαστικὸν ἤθροισται· καθάπερ γὰρ τὸ παρὰ τοῦ δυσσεβοῦς Κωνσταντίνου παραλόγως καὶ ἀνοσίως συλλεγὲν παράνομον σύστημα, οὕτω καὶ τοῦτο ψευδῶς καὶ ἀτάκτως κεκλήκασι σύνοδον. πάμπαν γὰρ τῶν ἐν ἀρχιερωσύνῃ τελούντων μεγίστων θρόνων, τοῦ τε τῆς πρεσβυτέρας Ῥώμης λέγω καὶ