φείσασθαι μηδὲ τῶν ἀναγκαιοτάτων, εἰ δι' αὐτῶν τις ἐνέργεια φαύλη κινδυ νεύσαι γίνεσθαι. Οὐ δεῖ τὰ μέλη ἐκκόψαι , ἀλλ' οἷον νεκρῶσαι ταῦτα καὶ ἀν ενέργητα ποιῆσαι πρὸς ἁμαρτίαν. 24 Mt 5, 34 Θρόνος τοίνυν ὁ οὐρανὸς τοῦ θεοῦ , ἐπειδὴ ἅγιος ὁ θεὸς καὶ «ἐν ἁγίοις ἀναπαυόμενος »· οὐ περιέχεται δὲ τῷ τοιούτῳ θρόνῳ, ἀλλὰ διήκει ἁπάντων τῇ δημιουργικῇ καὶ ἐποπτικῇ καὶ ἁγιαστικῇ δυνάμει. 25 Mt 5, 48 Τέλειός ἐστιν ὁ ἄνθρωπος ἐν μιμήσει τοῦ θεοῦ ἐν τοῖς ἰδίοις μέτροις.
26 Mt 6, 1-2 Ἐν ἄλλοις τὴν δικαιοσύνην φησὶν οὕτως τὴν ἐλεημοσύνην καλῶν. σκοπὸν δὲ τῆς ἐλεημοσύνης προτίθησιν ἡμῖν τὴν παρὰ θεῷ δόξαν, οὐ τὴν παρὰ ἀνθρώποις · οἷς γάρ τις ἀρέσκειν βούλεται, παρὰ τούτων μισθὸν ἔχει τὸν ἔπαινον. οὐ μὴν ὁ θεαθεὶς ἤδη πρὸς τὸ θεαθῆναι πεποίηκεν, ἀλλ' ὁ θεωρεῖσθαι βουλόμενος καὶ τοῦτο ποιῶν. 28 Mt 6, 11 Σήμερον τὴν ἐπιοῦσαν καὶ μέλλουσαν τροφὴν τὴν ζωοποιὸν δὸς ἡμῖν καὶ ἐν τῷ παρόντι αἰῶνι ὡς ἐν ἀρραβῶνι χορηγῶν τὸ πνεῦμα τὸ ἅγιον. 29 Mt 6, 34 Εἰ τὸ περὶ μιᾶς ἡμέρας φροντίζειν βαρὺ καὶ κακωτικόν, πῶς τὸ περισσὸν οὐκ ἀφόρητον; Εἰ τὸ περὶ μιᾶς ἡμέρας φροντίζειν βαρύ τε καὶ ἐπαχθὲς ὑπάρχει, πολλῷ ἂν εἴη <μᾶλλον> τὸ περὶ πολλῶν μεριμνᾶν κα κωτικόν τε καὶ ἀνόητον.
31 Mt 7, 6 Ἅγιον καὶ μαργαρίτης ὁ λόγος, κύνες καὶ χοῖροι οἱ αἱρετικοί,
καταπάτησις τοῦ λόγου ἡ περὶ αὐτὸν ἔρις καὶ λογομαχία, ῥῆξις τῶν λεγόντων ἡ καταφρόνησις καὶ ἀτιμία.
37 Mt 8, 17 Πῶς δὲ Ἠσαΐου εἰς τὸν σταυ ρὸν ἀνενέγκαντος τὸ ῥητὸν ὁ εὐαγ
γελιστὴς εἰς τὰς ἰάσεις ἀνάγει; ὅτι καὶ τὸ πάθος αὐτοῦ ἴασις ἦν ἀν θρώπων καὶ οὐδὲν μᾶλλον ἔπασχεν ὁ κύριος ἤπερ ἐνήργει διὰ τῶν εἰς αὐτὸν ἀτιμιῶν καὶ διὰ τοῦ ἰδίου θανάτου τὴν τῶν ἀνθρώπων ζωὴν κατασκευάζων καὶ καταπολεμῶν τοὺς κακῶς ἑαυτοὺς διατιθέντας. Ὁ Ἠσαΐας εἰς τὸν σταυρὸν ἀνήνεγκε τὸ ῥητόν, ὁ δὲ Ματθαῖος εἰς τὰς τῶν νοσημάτων θεραπείας· τοῦτο δὲ ἐποίησεν, ὅτι καὶ αὐτὸ τὸ πάθος τοῦ σωτῆρος ἴασις ἦν ἀν θρώπων καὶ δηλονότι καὶ ὁ θάνα τος αὐτοῦ τὴν ζωὴν ἡμῖν ἐχαρίσατο. 38 Mt 8, 29 Ἦλθες , φασίν, πρὸ καιροῦ τῶν προφητικῶν λόγων ἀκούοντες οἱ δαίμονες, ὅτι μέλλει παραγενέσθαι εἰς τὸν κόσμον ὁ Χριστὸς διὰ σαρκώ σεως καὶ ὅτι μέλλει αὐτοὺς κρίνειν ἐν τῇ συντελείᾳ. ἦλθες , φασίν, βασα νίσαι ἡμᾶς
πρὸ καιροῦ , τοῦτ' ἔστιν πρὸ τῆς συντελείας. 39 Mt 8, 31-34 ∆ιὰ τί δὲ αὐτοὶ εἰς τοὺς χοίρους ἀξιοῦσιν εἰσελθεῖν; ὅταν κατὰ ἀνθρώπων μὴ δύνωνται, κατὰ ἀλόγων βούλονται τῶν δι' ἄνθρωπον ὄντων, ὥσπερ αὐτὸν ἢ τὰ αὐτοῦ κακοῦσιν οἱ μισάνθρωποι. ἰδόντες δὲ τηλι κοῦτον σημεῖον οἱ Γεργεσηνοὶ παρακαλοῦσιν τὸν Ἰησοῦν μεταβῆναι ἀπὸ τῶν ὁρίων αὐτῶν , ἐπειδὴ πόθον οὐκ εἶχον τοῦ ἀγαθοῦ. καὶ γὰρ οὐχ ὡς ἀναξίους ἑαυτοὺς κρίνοντες τοῦτ' εἶπον, ἀλλ' ὡς ἀναίσθητοι καὶ ἄγαν ἄπιστοι. 40 Mt 8, 34 Ἐπειδὴ πόθον οὐκ εἶχον τοῦ ἀγαθοῦ, ἀλλ' ἀργῶς διέκειντο καὶ ὀκνηρῶς πρὸς τὴν τοῦ μεγάλου ἀγαθοῦ κατάληψιν.
41 Mt 9, 16-17 Παλαιὸν ἱμάτιον εἶπεν τὸν παλαιὸν ἄνθρωπον· ῥάκος δὲ ἄγναφον τὸν καινὸν λόγον, ἕνωσιν δὲ τούτων μὴ γίνεσθαι· αὐτίκα ἡ νηστεία ἡ πνευματικὴ χαρά· πνεύματος γὰρ εὐπάθεια ἐν σωματικῷ ἀνθρώπῳ οὐκ ἔστιν· ζητεῖν γὰρ εἰωθὼς τὰ σαρκὸς οὐδέποτε ἐν τῇ τούτων στερήσει χαρήσεται, ἀλλὰ σκληρὸν αὐτῷ καὶ ἀφόρητον τὸ πρᾶγμα φανήσεται καὶ χωρισθήσεται ἀπ' αὐτοῦ μᾶλλον, ὅτι
3