ὅμως ἐπειδὴ Εὐσέβιος ἐπωφθαλμία θέλων ἁρπάσαι τὴν ἐπισκοπὴν τῆς πόλεως (οὕτω γὰρ καὶ ἀπὸ Βηρυτοῦ εἰς τὴν Νικομήδειαν μετῆλθεν), ἔμεινεν ἡ πρόφασις κατὰ Παύλου, καὶ οὐκ ἠμέλησαν τῆς ἐπιβουλῆς, ἀλλ' ἔμειναν διαβάλ 7.3 λοντες. καὶ τὸ μὲν πρῶτον εἰς τὸν Πόντον ἐξωρίσθη ὑπὸ Κωνστατίνου, τὸ δὲ δεύτερον παρὰ Κωνσταντίου, δεθεὶς ἁλύσεσι σιδηραῖς, εἰς Σίγγαρα τῆς Μεσοποταμίας ἐξωρίσθη, εἶτα ἐκεῖθεν εἰς τὴν Ἔμισαν μετηνέχθη, καὶ τὸ τέταρτον εἰς Κούκουσον τῆς Καππαδοκίας περὶ τὰ ἔρημα τοῦ Ταύρου, ἔνθα καί, ὡς οἱ συνόντες ἀπήγγειλαν, ἀποπνιγεὶς παρ' 7.4 αὐτῶν ἐτελεύτησε. τοῦτο μέντοι δράσαντες οὐκ ᾐσχύνθησαν οὐδὲ μετὰ θάνατον οἱ μηδὲν ἀληθεύοντες πλάσασθαι πάλιν πρόφασιν ὡς ἀπὸ νόσου τελευτήσαντος αὐτοῦ, 7.5 καίτοι τοῦτο γινωσκόντων πάντων τῶν κατοικούντων τὸν τόπον ἐκεῖνον. καὶ γὰρ καὶ Φιλάγριος, βικάριος ὢν τότε τῶν τόπων ἐκείνων καὶ πάντα τὰ ἐκείνων ὑποκρι νόμενος, ὡς ἂν αὐτοὶ θέλωσιν, ὅμως ἐπὶ τούτῳ θαυμάζων καὶ λυπηθεὶς ἴσως, ὅτι μὴ αὐτὸς ἀλλ' ἕτερος εἰργάσατο τὸ κακόν, ἀπήγγειλε πολλοῖς τε ἄλλοις καὶ γνωρίμοις ἡμῶν καὶ τῷ ἐπισκόπῳ Σαραπίωνι, ὡς Παῦλος ἀποκλεισθεὶς παρ' ἐκείνων εἰς τόπον τινὰ βραχύτατον καὶ σκοτεινὸν ἀφείθη λιμῷ διαφθαρῆναι, εἶτα μεθ' ἡμέρας ἕξ, ὡς εἰσ ελθόντες εὗρον αὐτὸν ἔτι πνέοντα, λοιπὸν ἐπελθόντες ἀπέπνιξαν τὸν ἄνθρωπον. καὶ 7.6 οὕτω τέλος ἔσχε τοῦ βίου τούτου. τοῦ δὲ τοιούτου θανάτου διάκονον ἔλεγον γεγε νῆσθαι Φίλιππον τὸν γενόμενον ἔπαρχον. ἀλλ' οὐδὲ τοῦτο παρεῖδεν ἡ θεία δίκη· οὐδὲ γὰρ παρῆλθεν ἐνιαυτός, καὶ μετὰ πολλῆς ἀτιμίας καθῃρέθη τῆς ἀρχῆς ὁ Φίλιππος, οὕτως ὡς ἰδιώτην γενόμενον ὑφ' ὧν οὐκ ἤθελε καταπαίζεσθαι. πάνυ γοῦν καὶ αὐτὸς λυπούμενος καὶ κατὰ τὸν Κάιν «στένων καὶ τρέμων» καὶ καθ' ἡμέραν προσδοκῶν τὸν ἀναιροῦντα ἔξω τῆς ἑαυτοῦ πατρίδος καὶ αὐτὸς καὶ τῶν ἰδίων ὥσπερ ἐκπλαγείς, ἐπεὶ μὴ οὕτως ἤθελεν, 7.7 ἀπέθανε. πλὴν ὅτι καὶ κατὰ νεκρῶν οὐ φείδονται, καθ' ὧν καὶ ζώντων ἐπλάσαντο προφάσεις· οὕτω γὰρ ἑαυτοὺς πρὸς πάντας φοβεροὺς ἐπιδεικνύειν ἐσπούδασαν, καὶ ζῶντας μὲν ἐξορίζουσιν, ἀποθανόντας δὲ οὐκ ἐλεοῦσιν. ἀλλὰ καὶ τότε μόνοι παρὰ πάντας τοὺς ἀνθρώπους μισοῦσι τοὺς ἀπελθόντας καὶ τοῖς οἰκείοις αὐτῶν ἐπιβουλεύουσιν οἱ τῷ ὄντι ἀπάνθρωποι καὶ μισόκαλοι καὶ πλέον ἐχθρῶν τὸν τρόπον ἄγριον ἔχοντες διὰ τὴν ἑαυτῶν ἀσέβειαν οἱ μὴ ἐξ ἀληθείας, ἀλλ' ἐκ πεπλασμένων προφάσεων ἡμῖν τε καὶ τοῖς ἑτέροις πᾶσιν ἐπιβουλεύειν σπουδάσαντες. 8.1 Ταῦτα συνορῶντες οἱ τρεῖς ἀδελφοὶ Κωνσταντῖνος Κωνστάντιος καὶ Κώνστας ἐποίησαν πάντας μετὰ θάνατον τοῦ πατρὸς ἐπανελθεῖν εἰς τὴν πατρίδα καὶ τὴν ἐκκλησίαν γράψαντες περὶ μὲν τῶν ἄλλων ἰδίᾳ τῇ ἑκάστου ἐκκλησίᾳ, περὶ δὲ Ἀθανασίου ταῦτα, ἃ πάλιν τὴν μὲν τοῦ πράγματος βίαν δείκνυσι, τὴν δὲ τῶν περὶ Εὐσέβιον ἀνδροφόνον προαίρεσιν ἐλέγχει. 8.2τ Ἀντίγραφον Κωνσταντῖνος Καῖσαρ τῷ λαῷ τῆς καθολικῆς ἐκκλησίας πόλεως τῶν Ἀλεξανδρέων. Οὐδὲ τὴν τῆς ὑμετέρας ἱερᾶς ἐννοίας διαπεφευγέναι γνῶσιν οἶμαι, διὰ τοῦτο Ἀθα νάσιον τὸν τοῦ προσκυνητοῦ νόμου ὑποφήτην ... (Ἐγράφη ὀπίσω εἰς τὸν οεʹ λόγον ἀπαραλλάκτως.) Τὰ μὲν οὖν γραφέντα ταῦτα, τῆς δὲ συσκευῆς αὐτῶν τίς ἕτερος ἀξιόπιστος τούτου μάρτυς ἂν γένοιτο; ταῦτα γὰρ εἰδὼς οὕτως καὶ αὐτὸς ἔγραψεν. 9.1 Οἱ μέντοι περὶ Εὐσέβιον βλέποντες ἐλαττουμένην αὐτῶν τὴν αἵρεσιν γράφουσιν εἰς Ῥώμην, γράφουσι δὲ καὶ τοῖς βασιλεῦσι Κωνσταντίνῳ καὶ Κώνσταντι κατὰ Ἀθανασίου. ὡς δὲ καὶ οἱ παρὰ Ἀθανασίου ἀποσταλέντες διήλεγξαν τὰ παρ' ἐκείνων γραφέντα, παρὰ μὲν τῶν βασιλέων ἐνετράπησαν, ὁ δὲ ἐπίσκοπος Ῥώμης Ἰούλιος ἔγραψε χρῆναι γενέσθαι σύνοδον, ἔνθα ἂν ἐθελήσωμεν, ἵνα ἃ μὲν κατηγοροῦσι δείξωσι, περὶ δὲ ὧν κατη γοροῦνται καὶ αὐτοὶ θαρροῦντες ἀπολογήσωνται. τοῦτο γὰρ καὶ οἱ παρ' αὐτῶν ἀπο 9.2 σταλέντες πρεσβύτεροι βλέποντες ἑαυτοὺς ἐλεγχομένους ἠξίωσαν γενέσθαι. τούτων τοίνυν
3