Μελχισεδὲκ,» ἐπειδὴ τύπος ἐγένετο τῆς ἁγίας προσφορᾶς, ἐπιδεδωκὼς τῷ Ἀβραὰμ, καὶ τοῖς τιηʹ. Οὕτω τε καὶ οἱ ἅγιοι Πατέρες κατὰ καιροὺς εὑρέθησαν ἐν τῇ Νικαέων πόλει, οἳ καὶ ὠρθοτόμησαν τὴν πίστιν· ὧν ἡ ποσότης, καθ' ὁμοιότητα τοῦ πατριάρχου Ἀβραὰμ, ἐστὶ τριακόσιοι δέκα καὶ ὀκτὼ ἅγιοι ἐπίσκοποι ἐν τῇ συνόδῳ. Τῷ δὲ Θεῷ ἡμῶν πρέπει δόξα νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
3