ἐναλλομένους, καὶ οὐχὶ δὴ μᾶλλον ποιουμένους ἐν σπουδῇ τὸ ἀσθενὲς αὐτῶν ἐπιῤῥῶσαι συνειδός;
Υἱὸς καὶ εἰς τὸν μέλλοντα αἰῶνα τῆς κατὰ πάντων ἐξουσίας τὴν ὑπεροχήν.
λόγου, καὶ τὸ ἐν αὐτοῖς ἀκαλλὲς οἱονεὶ περιστέλλοντος· ἀποχρὴ γεμὴν τῷ θείῳ κηρύγματι ψιλός τε καὶ εὐαφὴς καὶ ὡς ἐν δυνάμει Θεοῦ μαρτυρούμενος λόγος.
Σοφίαν δὲ οὐ τοῦ αἰῶνος τούτου οὐδὲ τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου τῶν καταργουμένων. Πρόεισι μὲν ὁ λόγος τῶν ἁγίων μυσταγωγῶν διὰ λέξεως χαμαιπετοῦς, ἐνίησι δὲ τῶν θείων ἡμῖν μυστηρίων τὴν ἀκιβδήλευτον γνῶσιν, καὶ σοφίαν ὄντα Χριστὸν ἀποφαίνει, οὐ διὰ τῆς τῶν ἐν κόσμῳ σοφῶν καλλιεπείας, ἀλλ' ἐξ ἰδίας φύσεως μαρτυρούμενον, ὃν οὐδεὶς ἔγνω τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου, οἵ τινές εἰσιν αἱ πονηραὶ δυνάμεις καὶ ἀντικείμεναι, αἵτινες λελαλήκασιν ἐν τοῖς τοῦ κόσμου σοφοῖς. Εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν Κύριον τῆς δόξης ἐσταύρωσαν. Ἔχει πολὺ τὸ εἰκὸς ὁ λόγος· τεθριάμβευκε γὰρ ὁ Χριστὸς διὰ τοῦ ἰδίου σταυροῦ τὰς πονηρὰς καὶ ἀντικειμένας δυνάμεις, προσηλώσας τῷ ξύλῳ "τὸ καθ' ἡμῶν χειρόγρα"φον," ἀπεσόβησεν τῆς καθ' ἡμῶν τυραννίδος τὸν σατανᾶν, κατήργηκε τοῦ κόσμου τὴν ἁμαρτίαν, ἀνήκας τοῖς κάτω πνεύμασι τὰς ᾅδου πύλας, καθεῖλε τοῦ θανάτου τὸ κράτος· εἶτα πῶς οὐκ ἀπηχθημένον τοῖς ἀκαθάρτοις δαίμοσίν ἐστι τὸ ἐπὶ τῷ σταυρῷ πάθος; οὐκ ἂν οὖν ἐσταύρωσαν, εἴπερ ᾔδεσαν ἀκριβῶς αὐτὸν ὄντα τὸν λυτρωτὴν καὶ τῆς δόξης Κύριον. ὅτι γὰρ διαβολικῆς ἀγριότητος ἔργον ἦν τὸ διὰ τῆς ἰουδαίων ἀπονοίας σταυροῦσθαι Χριστὸν, παρέδειξεν ἐναργῶς ὁ θεσπέσιος Ἰωάννης εἰπὼν περὶ τοῦ Ἰούδα "Μετὰ γὰρ τὸ "ψωμίον, φησὶν, εἰσῆλθεν εἰς αὐτὸν ὁ σατανᾶς," ὃς οὐκ ᾔδει Θεὸν ὄντα τὸν Ἰησοῦν· εἰ γὰρ καὶ ἔγνω καὶ ἐπέπειστο, πῶς ἐπείραζεν αὐτὸν ἐν τῇ ἐρήμῳ λέγων "Εἰ υἱὸς εἶ τοῦ 257 "Θεοῦ, εἰπὲ ἵνα οἱ λίθοι οὗτοι ἄρτοι γένωνται;" γέγονε δὲ ὁμολογουμένως καὶ αὐτῷ τῷ Σωτῆρι σπουδὴ τὸ λαθεῖν τοὺς ἄρχοντας τοῦ αἰῶνος τούτου, ἵνα καὶ πάθοι λαθὼν καὶ τῷ ἰδίῳ αἵματι κατακτήσηται τὴν ὑπ' οὐρανὸν ἑαυτῷ τε καὶ τῷ ἰδίῳ Πατρί. Καὶ τὰ βάθη τοῦ Θεοῦ. Βάθη τοῦ Θεοῦ τῶν ἱερῶν γραμμάτων ἡ κεκρυμμένη καὶ ἀπόθετος γνῶσις, ἢν εἰδὸς τὸ Πνεῦμα ταῖς τῶν ἁγίων ἀποκαλύπτει ψυχαῖς, θεῖόν τινα νοῦν ἀποφαῖνον τὸν ἐν αὐτοῖς. Ψυχικὸς δὲ ἄνθρωπος. Ψυχικός ἐστιν ὁ κατὰ σάρκα ζῶν καὶ μήπω τὸν νοῦν φωτισθεὶς διὰ τοῦ Πνεύματος, ἀλλὰ μόνην τὴν ἔμφυτον καὶ ἀνθρωπίνην σύνεσιν ἔχων, ἣν ταῖς ἁπάντων ψυχαῖς ἐμβάλλει ὁ δημιουργός. Ὁ δὲ πνευματικὸς ἀνακρίνει μὲν πάντα. Ὁ πνευματικὸς ἀνακρίνει μὲν πάντα καὶ οἷον καταλεπτύνει ταῖς ἀκριβείαις, ἀνακρίνεται δὲ ὑπ' οὐδενὸς αὐτός· ὅτι δὲ τοῖς λεγομένοις εἶναι ψυχικοῖς δεῖ δὴ πάντως εἰς ὄνησιν καὶ παιδαγωγίαν πνευματικῶν διδασκάλων, καθίστησιν ἐναργὲς προστιθείς τε καὶ λέγων Τίς γὰρ ἔγνω νοῦν Κυρίου ὃς συμβιβάσει αὐτόν; ὅμοιον ὡσεὶ λέγοι Τὸν ψυχικὸν ἄνθρωπον συμβιβάσειεν ἂν οὐδεὶς, εἰ μὴ νοῦν ἔχοι Χριστοῦ· τὸ δὲ 258 συμβιβάσαι φησὶν ἀντὶ τοῦ νοῆσαι παρασκευάσει· καὶ τίνες ἂν εἶεν οἱ νοῦν ἔχοντες Κυρίου, πάλιν αὐτὸς παρέδειξεν εἰπών Ἡμεῖς δὲ νοῦν Χριστοῦ ἔχομεν, τουτέστι τὸ Πνεῦμα τὸ λαλοῦν ἐν ἁγίοις, καὶ ἐκκαλύπτον αὐτοῖς μυστήρια, καὶ θεῖόν τινα νοῦν ἀποφαῖνον τὸν ἐν αὐτοῖς. οὐκοῦν ὧν γεγράφασι τὰ ἀμείνω τε καὶ ὑψηλότερα, νοεῖν τε καὶ λέγειν δυναμένοις συμμεμετρήκασιν οἰκονομικῶς ταῖς τῶν μυσταγωγουμένων ἕξεσι τὴν ὑφήγησιν. Καὶ ἐγὼ, ἀδελφοὶ, οὐκ ἠδυνήθην λαλῆσαι ὑμῖν ὡς πνευματικοῖς, ἀλλ' ὡς σαρκικοῖς, ὡς νηπίοις ἐν Χριστῷ. Οὐχ ὡς ἀπορῶν τοῦ λόγου πρὸς τελείαν γνῶσιν ἀνακομίζειν ἰσχύοντος ἐκωλύθην ὑμῖν λαλῆσαι τὰ τελειότερα, ἀλλ' ἐπειδὴ νήπιοί ἐστε τὴν ἕξιν καὶ ἀνασφαλῆ τὸν νοῦν ἔχετε, μὴ προβεβηκότα πρὸς εἴδησιν τῶν τελειωτέρων, καὶ οὐ δυνάμενον χωρεῖν τέως μυστήρια. Ἐγὼ ἐφύτευσα. Ἐφύτευσε μὲν Παῦλος, ὁ δὲ Ἀπολλὼς ἐπότισεν, ἐκάλει πρὸς αὔξησιν Θεός. τίς οὖν ἡ φύτευσις ἢ τὸ ἐν ἀρχῇ τῆς πίστεως, καὶ ὅτι τῶν ὅλων Κύριος ὁ Θεὸς ἐπιγνῶναί τε καὶ εἰπεῖν; τίς δὲ ὁ ποτισμὸς ἢ τῶν ἐκ διδασκαλίας λόγων οἱονεὶ καταβολὴ καὶ ἐπίχυσις, τρέφουσα πρὸς εὐρωστίαν τὸν τοῦ