Υἱοῦ· «Ἰδοὺ ἀποστέλλω ὑμᾶς, ὡς πρόβατα, ἐν μέσῳ λύκων.» Περὶ τοῦ Πνεύματος ἐν ταῖς Πράξεσι λέγει· «Οἱ μὲν οὖν ἀποσταλέντες ὑπὸ τοῦ ἁγίου Πνεύματος ἦλθον εἰς Σελεύκειαν.» Εἰ τοίνυν Θεοῦ τὸ προσκαλεῖσθαι, διὰ τί τὸ Πνεῦμα διὰ τῶν προφητῶν λέγει· «Τάδε λέγει Κύ ριος;» Καὶ πάλιν τὸ Πνεῦμα τοῖς ἐν Ἀντιοχείᾳ ἁγίοις· «Ἀφορίσατε δή μοι τὸν Παῦλον καὶ Βαρνάβαν εἰς τὸ ἔργον ὃ προσκέκλημαι αὐτούς;» Μάθε οὖν τὴν δύναμιν τῆς Τριάδος. Ὁ Πατὴρ νομοθετεῖ· ὁ Υἱὸς κελεύει· τὸ Πνεῦμα αὐθεντεῖ. Ἄκουε λέγοντος τοῦ Θεοῦ· «Εὐαγγελιζόμενοι ἥξουσιν, οὓς ὁ Κύριος προσκέκληται.» Ὅτι ἡ ἁγία Τριὰς δείκνυται καθῆσθαι ἐπὶ θρόνου ὑψηλοῦ. Φησὶν ὁ Ἡσαΐας· «Εἶδον τὸν Κύριον Σαβαὼθ καθ ήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου, καὶ τὰ σεραφὶμ εἱστήκεισαν κύκλῳ αὐτοῦ,» καὶ τὰ ἑξῆς. Ἀνάγκη, ὅτι ὁ Πατὴρ ὑπολαμβάνεται πρὸ πάν των. Εἶθ' ὑποκαταβὰς λέγει· «Καὶ ἤκουσα τῆς φω νῆς Κυρίου, λέγοντος· Τίνα ἀποστελῶ; καὶ τίς πο 28.44 ρεύσεται πρὸς τὸν λαὸν τοῦτον; Καὶ εἶπα· Ἰδοὺ ἐγὼ, ἀπόστειλόν με. Καὶ εἶπέ μοι· Πορεύθητι πρὸς τὸν λαὸν τοῦτον, καὶ εἰπὲ αὐτῷ· Ἀκοῇ ἀκούσητε, καὶ οὐ μὴ συνῆτε· καὶ βλέποντες βλέψητε, καὶ οὐ μὴ ἴδητε· ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου,» καὶ τὰ ἑξῆς. Ὁ δὲ Ἰωάννης εἰς τὸν Υἱὸν ἐκλαμβάνει ταῦτα· λέγει γάρ· «Τοσαῦτα δὲ αὐτοῦ σημεῖα πε ποιηκότος ἔμπροσθεν αὐτῶν, οὐκ ἐπίστευσαν εἰς αὐτὸν, ἵνα ὁ λόγος Ἡσαΐου τοῦ προφήτου πληρωθῇ, ὃν εἶπε· «Κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν; καὶ ὁ βραχίων Κυρίου τίνι ἀπεκαλύφθη; Ταῦτα δὲ εἶπεν Ἡσαΐας, ὅτε εἶδε τὴν δόξαν αὐτοῦ.» Περὶ τοῦ Πνεύματος δὲ ὁ Παῦλος διαλεγόμενος τοῖς ἐν Ῥώμῃ Ἰουδαίοις, εἶπε· «Καλῶς εἶπε τὸ Πνεῦμα τὸ ἅγιον διὰ Ἡσαΐου τοῦ προφήτου· ἀκοῇ ἀκούσητε, καὶ οὐ μὴ συνῆτε· καὶ βλέποντες βλέψητε, καὶ οὐ μὴ ἴδητε,» καὶ τὰ ἑξῆς. Περὶ τοῦ καθῆσθαι τὸ Πνεῦμα. Ἐκ τῆς βίβλου Μωσέως οὐ μόνον καθήμενον, ἀλλὰ καὶ συγκαθήμενον τὸ Πνεῦμα τὸ ἅγιον Πατρὶ καὶ Υἱῷ δείκνυται. Ἐκ τῆς οὖν πρεπούσης ἱστορίας. Ὥρμημαι δὲ ἐπὶ Ἀβραάμ· «Ὤφθη ὁ Θεὸς τῷἈβραὰμ, καὶ ἰδοὺ ἄνδρες τρεῖς, οὓς καὶ ἐξένισεν ὑπὸ τὴν δρῦν, οἳ ἐξανέστησαν, ἐπιβλέψαντες ἐπὶ πρόσω πον Σοδόμων.» Τὸ δὲ, «ἐξανέστησαν,» καθισάντων ἐστὶ σημασία. Εἰπὲ οὖν, ἐπὶ τῆς τραπέζης οἱ τρεῖς ἐκάθισαν, ἢ οὔ; Φησὶν, Ἐκάθισαν. Τὸ οὖν καθῆσθαι ἐπὶ τὸ αὐτὸ συγκαθίσαι ἐστίν. Ἐν δὲ τῷ ∆ανιὴλ, Σω σάννης ἀπαγομένης θανατωθῆναι, λέγει ἡ Γραφή· «Ἐξήγειρεν ὁ Θεὸς τὸ Πνεῦμα τὸ ἅγιον παιδαρίου, ᾧ ὄνομα ∆ανιήλ.» Ἡ οὖν «ἐξεγέρσεως» φωνὴ οὐκ ἐπὶ ἑστῶτος λαμβάνεται, ἀλλ' ἐπὶ καθημένου ἢ κοι μωμένου· ὡς καὶ ἐν τῷ ψαλμῷ λέγει· «Ἐξη γέρθη ὡς ὁ ὑπνῶν Κύριος, ὡς δυνατὸς καὶ κε κραιπαληκὼς ἐξ οἴνου·» καὶ τὸ, «Ἐξηγέρθη Κύ ριος ἐκ νεφελῶν ἁγίων αὐτοῦ.» Καὶ ἄλλης ἱστορίας μνημονεύσω τοῦ Πατρὸς τοῦ Κυρίου, πρὸς τὸν Ἰωάν νην λέγοντος· «Ἐφ' ὃν ἂν ἴδῃς τὸ Πνεῦμα κατα βαῖνον, καὶ μένον ἐπ' αὐτόν.» Ὁ Κύριος εἶπεν· «Εἰ καὶ ὁ Πατὴρ, ὁ μένων ἐν ἐμοὶ, αὐτὸς ποιεῖ τὰ ἔργα.» Εἰπὲ οὖν κατὰ τὰς μαρτυρίας, ὁ Πατὴρ καὶ τὸ Πνεῦμα μένουσιν ἐν τῷ Υἱῷ, ἢ οὔ; Φησὶ, Μένουσιν. Οἱ οὖν ἐν τῷ Υἱῷ μένοντες, ὁ Πατὴρ καὶ τὸ Πνεῦμα, τοῦ Υἱοῦ καθίσαντος, ἀνάγκη πᾶσα συγ καθῆσθαι αὐτῷ καὶ οἱ μένοντες ἐν αὐτῷ· ὡς οὖν κά θηται, καὶ συγκάθηνται. Εἰ οὖν αὕτη ἐστὶν ἱστορία ἐπὶ Ἀβραὰμ καὶ Λὼτ, καὶ ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων γέγραπται· «Καὶ ἐκάθισεν ἐφ' ἕνα ἕκα στον αὐτῶν τὸ Πνεῦμα τὸ ἅγιον·» ὡς καὶ ἐν τῷ ψαλμῷ λέγει· «Ὁ καθήμενος ἐπὶ χερουβίμ·» τῷ 28.45 μὲν Υἱῷ ἴσμεν ἀφωρισμένην δίαιταν ἐκ δεξιῶν τοῦ Πατρὸς ἰδιάζουσαν. Τῶν γοῦν τριῶν καθισάντων ἐπὶ τοῦ Ἀβραὰμ, δῆλον ὅτι ἐξ εὐωνύμων ἐκάθισε τὸ Πνεῦμα τὸ ἅγιον· αὕτη γὰρ αὐτῷ ἀφωρισμένη δίαιτα. Ὥσπερ οὖν πρὸς τὸν ἑαυτοῦ Υἱὸν εἶπε· «Κάθου ἐκ δεξιῶν μου·» ἐκ δὲ τοῦ καθίσαι ἐκ δεξιῶν τὸν Υἱὸν
5