αλλα καὶ οτι ἐκεῖνον μὲν νύκτα ἐπάγειν ̔Ησίοδος λέγει, ἐπειδὰν κατέλθῃ, ὁ δὲ οὐρανὸς ουτος, ον ἡ τῆς μαθήσεως θεωρία πρὸς τῇ γῇ ποιεῖ, οὐ σκότος ἐπάγειν οιδεν, ἀλλὰ γνῶσιν τεχνικὴν φωσφορεῖ. Οὐδ' αν ειποι τις ἐνταῦθα, «ὀρώρει δ' οὐρανόθεν νύξ,» τὸ ̔Ομηρικὸν, ἀλλ' ἐκεῖνο καὶ μάλιστα, «ὡς αρα οὐρανόθεν ὑπερράγη ασπετος αἰθήρ·» λαμπρὸν γὰρ ἐντεῦθεν ἀπαιθριάζει μαθήσεως φῶς. Οὐρανὸν μὲν ουν τοιόνδε Αρατος αν εχοι περιφέρειν, καὶ οσοι κατ' ἐκεῖνον ποιητικῶς η καὶ αλλως καταλογάδην τοὺς τοιούτους κυλίουσιν οὐρανοὺς, Μοῦσαί τινες οιον κατὰ τὰς ᾀδομένας προσκαθήμενοι, καὶ πρὸς ἐναρμόνιον ῥυθμίζοντες κίνησιν. ∆ιονύσιος δὲ ὁ νῦν ἡμῖν ὁμιλῶν τὰ περὶ τὴν γῆν κατεργάζεται, καὶ περὶ ταύτην ὡς μέτρῳ πρέπον εχει πονούμενος, πτερῷ λόγου κοῦφος αἰρόμενος, καὶ τάχιον σύμπασαν τὴν οἰκουμένην περιιὼν, ηπερ οἱ θρυλούμενοι ἀετοὶ, δι' ων ὁ τοῦ μύθου Ζεὺς τὴν ὑφ' ηλιον κατεμέτρησε, καὶ τὸν ἀκροατὴν ἑαυτῷ συμμετάγων, καὶ ποιῶν συμπτερύσσεσθαι, ∆αίδαλος οια συμπεριπτάμενον Ικαρον· πλὴν οσον ἐνταῦθα τὰ τῆς πτήσεως ἀσφαλῆ, καὶ πάντη πάντως ἀμφοῖν ἀκίνδυνα, καὶ ἡλίῳ ἀνεπιβούλευτα. Μήτι δὲ αρα καὶ ἡ τοῦ χθονίου ̔Ερμοῦ πορεία, καὶ ἡ χρυσῆ ῥάβδος, ην καθ' Ομηρον εχων ἐκεῖνος πτεροῖς περιικνεῖται τήν τε τραφερὰν τήν τε ὑγρὰν, ἡ τῆς περιηγήσεως αυτη ἐστὶν ὁδός τε καὶ μέθοδος, καὶ ἡ ἀνὰ χεῖρα τῷ τεχνίτῃ γραφὶς, ἡ διατυποῦσα τὸν περίγειον πίνακα· ὑφ' ων ὁ μανθάνων ποδηγεῖται ωσπερ καὶ χειραγωγεῖται, καὶ πᾶσαν ἀμογητὶ τὴν οἰκουμένην, ὡς τάχος πτεροῦ, περιοδεύσας, πρόεισι τῷ νῷ ταύτην περιδραμὼν καὶ λόγῳ χειραγωγοῦντι καταμαθών. Καὶ ουτω μὲν ἐνταῦθα τὸν χθόνιον αν τις ̔Ερμῆν φαντάσηται. Οτε μέντοι τῶν κάτω ἀπαναστὰς ὁ περιηγούμενος τὸν οὐρανὸν περιοδεύει, καὶ γραμμὰς αγει, καὶ πόλους στρέφει, καὶ ἀστέρας μετρεῖ, μονονουχὶ ψαύων τῶν ανω χειρὶ, καὶ δακτύλῳ καθυποδεικνὺς τὰ ἐκεῖ, καὶ ουτω γῆς μὲν ὑπερανιπτάμενος, τὰ δὲ οὐράνια περιηγούμενος, τότε δὴ οὐ χθόνιος ουτος ̔Ερμῆς, ἀλλὰ κατὰ τὸν ποιητὴν εἰπεῖν τὴν αὐτὴν ἐν χερσὶ ῥάβδον εχων «πέτεται κρατὺς ̓Αργειφόντης, χρυσόρραπις.» Καί τις αν ειποι διὰ ταῦτα κομψότερον τὴν τῆς περιηγητικῆς μεθόδου δύναμιν, οἰκειότερον ηπερ ἐπὶ τῆς καθ' Ομηρον Εριδος, τὰ μὲν πρῶτα ὀλίγην κορύσσεσθαι, περιαθροῦσαν πάντως τὰ κάτω που καὶ περὶ γῆν, αὐτὰρ επειτα ἐπὶ χθονὶ βαίνουσαν οὐρανῷ κάρη στηρίζειν, ὁπηνίκα τὰ κατ' οὐρανὸν ἐπιβάλλει θεωρεῖν ὁ περιηγούμενος. Καὶ ουτω μὲν αν ὡς ἐν ἐπιτόμῳ σεμνολογήσειέ τις τὸ τῆς περιηγήσεως ἀγαθὸν, δίχα γε τῶν μετ' ὀλίγα ῥηθησομένων· α δὲ καὶ εἰσέτι χρὴ τῷ λόγῳ προλαβεῖν ταῦτά εἰσιν, οτι οὐρανοβάμονος μὲν ̔Ερμοῦ Αρατος ἐντελὴς ὑποφήτης ὡς ἐν μέτρῳ τοῖς εἰσαγομένοις ἐμπεριλέλειπται, καλλιγραφῶν τὰ ἐν οὐρανῷ φαινόμενα· τοῦ δὲ περὶ γῆν ταχὺ τὸ πτερὸν λύοντος ̔Ερμοῦ ὑποδρηστὴρ πρός γε τὸ παρὸν ∆ιονύσιος, ον ὁ νοῦς τῶν Μουσῶν αγων, ὡς αὐτὸς κομπάσει προϊὼν, πᾶσαν τὴν γῆν ποιεῖ περιπολεῖν ἀπλανῶς. Ειληχε δὲ τὴν περιηγητοῦ κλῆσιν, παρὰ τὸ περιηγεῖσθαι, οπερ τὴν κατὰ λεπτὸν δηλοῦν ἀφήγησιν βούλεται· καθὸ καὶ τῶν τινες ῥητόρων ὁ μὲν, 20περιήγησαί μοι,20 φησὶ, 20τὰ ἐν ᾳδου,20 ο εστιν, εκθου πρὸς λεπτὸν ἀφηγούμενος· ὁ δὲ 20περιήγησιν υβρεως20 τὴν ὁμοίαν λέγει ἀφήγησιν. Τὸ δὲ περιηγεῖσθαι καὶ περιοδεύειν λέγεται, ὡς οτε τις περιοδεῦσαι λέγει τὴν Πελοπόννησον, τὸ δ' αὐτὸ εστιν εἰπεῖν καὶ καταγράφεσθαι καὶ μετρεῖσθαι. Ουτω γάρ που αὐτὸς ὁ ∆ιονύσιος θάλασσάν τινα ἐρεῖ καταγράψασθαι καὶ ἀναμετρήσασθαι. ∆εῖ δὲ εἰδέναι καὶ οτι πολλὰ τῶν παλαιῶν περὶ τὴν ἀληθῆ γεωγραφίαν καὶ χωρογραφίαν ἐσπουδακότων, ην μάλιστα τῶν αλλων ̓Αλέξανδρος ἐκ τῆς τῶν ἐμπειροτάτων, ὡς λέγεται, γραφῆς ἠκριβώσατο, δοθείσης αὐτῷ ὑπὸ Ξενοκλέους τοῦ γαζοφύλακος, πάντοθεν ὁ ∆ιονύσιος τὸ καλὸν ἠρανίσατο, καὶ τὰ μακρὰ τῶν αλλων αὐτὸς ἐπιτεμὼν συντομωτάτην ταύτην καὶ ἀκριβεστάτην γεωγραφίαν ἐξέθετο εἰς ἐγχειρίδιον τοῖς βουλομένοις εὐσύνοπτον, οὐδέν τι τῶν τοῖς