5
δὲ ὁ Λάμεχ, δύο γυναῖκας λαβών, καὶ δύο φόνους ἐτέλεσε. οὓς δὲ ἀνεῖλεν, ἄνδρα καὶ νεανίσκον, ἀδελφοὶ ἦσαν τοῦ Ἐνώχ, ὃς καὶ πίστει προσευξάμενος τοῦ μὴ ἰδεῖν ἔτι τοιοῦτον θάνατον, ἀκουσθεὶς μετετέθη.
Ὅτι Ἄβελ δικαιοσύνης ἐφρόντιζε· διὸ καὶ τὸ σῶμα αὐτοῦ φασὶν ἀφανὲς γεγονέναι, τοῖς μετέπειτα δικαίοις ἀγαθὰς ἐλπίδας ὑποφαῖνον. ὁ δὲ Κάϊν πρῶτος ἄροτρον εὗρε, καὶ πόλιν ἔκτισε ἐπὶ τῷ ὀνόματι τοῦ υἱοῦ αὐτοῦ Ἐνών. καὶ ὅτι μετὰ τὴν καταδί κην ἅρπαξ καὶ πλεονέκτης ἐγένετο, μέτρα καὶ σταθμὰ καὶ ὅρους γῆς πρῶτος ἐπινοήσας, καὶ τοὺς οἰκείους εἰς ἓν συναγαγὼν ἐν πο λέμοις ἀσχολεῖσθαι ἐδίδασκεν. οὗτος χθαμαλὸς ἦν ἀπὸ τῆς κατά ρας τοῦ θεοῦ, καὶ πάντες οἱ ἐξ αὐτοῦ γενόμενοι. ᾤκει δὲ τὴν γῆν, ἥτις ἐστὶ τρέμουσα, χθαμαλὴν οὖσαν, κεχωρισμένος ὑπάρχων ἀπὸ 1.16 τῆς τοῦ Σὴθ γενεᾶς κατὰ πρόσταξιν τοῦ Ἀδάμ. οὗτος ὁ Κάϊν, ὡς ἡ λεπτὴ Μωσέως Γένεσις φησίν, τῆς οἰκείας πεσούσης ἐπ' αὐ τὸν τελευτᾷ· λίθοις γὰρ τὸν ἀδελφὸν Ἄβελ ἀπέκτεινε, καὶ λίθοις ὁμοίως καὶ αὐτὸς ἀπεκτάνθη.
Ὅτι ὁ Σὴθ τρίτος υἱὸς ἀναγέγραπται Ἀδάμ· ὃς τὴν ἰδίαν ἀδελφὴν Ἀσουὰμ καλουμένην γήμας ἐγέννησε τὸν Ἐνώς. σημαίνει δὲ Σὴθ ἐξανάστασιν. ὠνομάσθη δὲ καὶ θεὸς διὰ τὴν λάμψιν τοῦ προσώπου αὐτοῦ, ἣν ἔσχεν ἐν ὅλῃ αὐτοῦ τῇ ζωῇ. ταύτην δὲ τὴν χάριν καὶ Μωσῆς ἔχων, τὸ κάλυμμα τιθεὶς ὡμίλει τοῖς Ἰουδαίοις. * * ἐπὶ χρόνοις τεσσαράκοντα, τοῖς τε ἑπτὰ πλανήταις ὀνόματα τεθεικώς, καὶ τὴν τῶν οὐρανίων κινήσεων σοφίαν ἐπενόησε. καὶ στήλας δύο, λιθίνην τε καὶ πλινθίνην, κατασκευάσας ἐκεῖ ταῦτα ἔγραψεν, εἰδὼς τὴν τοῦ παντὸς φθοράν, καὶ ὡς εἰ μὲν ἐξ ὕδατος γένηται, τὴν λιθίνην σώζεσθαι, εἰ δὲ διὰ πυρός, τὴν πλινθίνην· ἥτις σώζεται, ὡς Ἰώσηπος μαρτυρεῖ, εἰς τὸ Σίριδον ὄρος ἕως καὶ νῦν. οὗτος καὶ τὰ Ἑβραϊκὰ γράμματα συνεγράψατο. τῷ γὰρ διακοσιοστῷ τριακοστῷ ἔτει τοῦ Ἀδὰμ ἐγεννήθη ὁ Σήθ, καὶ γε νόμενος ἐτῶν δώδεκα ἀπεγαλακτίσθη· καὶ τῷ διακοσιοστῷ ἑβδο μηκοστῷ ἔτει τοῦ Ἀδὰμ ὁ Σὴθ ἁρπαγεὶς ὑπὸ ἀγγέλου ἐμυήθη τὰ περὶ τῆς παραβάσεως μέλλοντα ἔσεσθαι τῶν υἱῶν αὐτοῦ (ἤτοι τῶν Ἐγρηγόρων, οἵτινες καὶ υἱοὶ θεοῦ ἐλέγοντο) καὶ τὰ περὶ τοῦ κατακλυσμοῦ καὶ τῆς παρουσίας τοῦ σωτῆρος. ἡμέρᾳ δὲ τεσσα ρακοστῇ ἄφαντος γεγονώς, ἐλθὼν διηγήσατο τοῖς πρωτοπλάστοις 1.17 ὅσα ἐμυήθη διὰ τοῦ ἀγγέλου. εὐειδὴς δὲ ἦν καὶ εὐδιάπλαστος σφόδρα αὐτός τε καὶ οἱ ἐξ αὐτοῦ γεννώμενοι, Ἐγρήγορες καὶ υἱοὶ θεοῦ διὰ τὴν λάμψιν τοῦ προσώπου τοῦ Σὴθ λεγόμενοι· καὶ τὴν ὑψηλοτέραν γῆν τῆς Ἐδὲμ ᾤκουν, πλησίον τοῦ παραδείσου ἀγγε λικῶς βιοῦντες, ἕως τοῦ χιλιοστοῦ κοσμικοῦ ἔτους. τούτων τὴν ἐνάρετον πολιτείαν μὴ φέρων ὁ ἀρχέκακος βλέπειν, εἰς τὴν ὡραιότητα τῶν θυγατέρων τῶν ἀνθρώπων ἤτοι τοῦ Κάϊν αὐτοὺς ἔτρωσεν.
Ὅτι τὸ "Ἐνὼς ἤλπισεν ἐπικαλεῖσθαι τὸ ὄνομα κυρίου τοῦ θεοῦ πρῶτος" προσαγορεύεσθαι ὀνόματι θεοῦ ἐστίν. Ἐνὼς γὰρ ἑρμηνεύεται ἄνθρωπος κατὰ τὸν Ἑβραϊκὸν νοῦν· οὕτως ὁ σωτὴρ υἱὸς ὄντως ἀνθρώπου, κατὰ τὸν φυσικὸν λόγον Ἀφρικανοῦ. Ἐνὼς δὲ γεννᾷ τὸν Μαλελεήλ, ὁ δὲ τὸν Ἰάρεδ, ἐξ οὗ Ἐνώχ. οὗτος πρῶτος γράμματα μανθάνει καὶ διδάσκει, καὶ θείων μυστηρίων ἀποκαλύψεως ἀξιοῦται. καὶ πρώτη περίοδος τῶν πεντακοσίων τριάκοντα δύο ἐτῶν πληροῦται· ἦν δὲ χρόνος τοῦ μὲν Σὴθ τρια κόσιοι δύο, τοῦ δὲ Ἐνὼχ ἐννενηκονταοκτώ.
Ὅτι Ἀδὰμ τῷ ἑξακοσιοστῷ ἔτει μετανοήσας ἔγνω δι' ἀπο καλύψεως τὰ περὶ τῶν Ἐγρηγόρων καὶ τοῦ κατακλυσμοῦ, καὶ τὰ περὶ μετανοίας καὶ τῆς θείας σαρκώσεως, καὶ περὶ τῶν καθ' ἑκά στην ὥραν ἡμερινὴν καὶ νυκτερινὴν ἀναπεμπομένων εὐχῶν τῷ θεῷ ἀπὸ πάντων τῶν κτισμάτων δι' Οὐριὴλ τοῦ ἐπὶ τῆς μετα νοίας ἀρχαγγέλου, οὕτως. ὥρᾳ πρώτῃ ἡμερινῇ πρώτη εὐχὴ ἐπι 1.18 τελεῖται ἐν τῷ οὐρανῷ, δυτέρᾳ εὐχὴ ἀγγέλων, τρίτῃ εὐχὴ πτηνῶν, τετάρτῃ εὐχὴ κτηνῶν, πέμπτῃ εὐχὴ θηρίων, ἕκτῃ ἀγγέλων παρά στασις καὶ διάκρισις πάσης κτίσεως,