5
δῆλον, ὅτι ὁ ταπεινὸς, οὗτός ἐστιν ὁ ὑψηλὸς καὶ μεγαλόφρων. Καὶ γὰρ ἡ ἀπόνοια ἀπὸ εὐτελοῦς γίνεται διανοίας καὶ ἀγεννοῦς ψυχῆς, καὶ ἡ ἐπιείκεια ἀπὸ μεγαλόφρονος, ἀπὸ μεγαλοψύχου γνώμης. γʹ. Καὶ εἰ βούλεσθε, ἐπὶ τῶν ὑποδειγμάτων ἑκάτερα ἐξετάζωμεν. Εἰπὲ γάρ μοι, τί τοῦ Ἀβραὰμ γέγονεν ὑψηλότερον; καίτοι γε ἐκεῖνος ἦν ὁ λέγων· Ἐγώ εἰμι γῆ καὶ σποδός· ἐκεῖνος ἦν ὁ λέγων· Μὴ ἔστω μάχη ἀνὰ μέσον ἐμοῦ, καὶ ἀνὰ μέσον σοῦ. Ἀλλ' οὗτος ὁ οὕτω ταπεινὸς λαφύρων κατεφρόνησε Περσικῶν, καὶ τροπαίων ὑπερεῖδε βαρβαρικῶν. Τοῦτο δὲ ἀπὸ πολλῆς ὑψηλοφροσύνης καὶ μεγαλοφυοῦς διανοίας ἐποίει. Ἐκεῖνος γάρ ἐστιν ὑψηλὸς ὁ γνησίως ταπεινὸς, οὐχ ὁ κόλαξ οὐδὲ ὁ εἴρων. Ἕτερον γὰρ μεγαλοφροσύνη, καὶ ἕτερον ἀπόνοια· καὶ τοῦτο δῆλον ἐκεῖθεν. Εἴ τις γὰρ τὸν πηλὸν πηλὸν ἡγοῖτο καὶ καταφρονοῖ, ἕτερος δέ τις τὸν πηλὸν ὡς χρυ 61.16 σὸν θαυμάζοι καὶ μέγα ἄγοι, τίς ἄρα ἐστὶν ὁ ὑψηλός; οὐχὶ ὁ τὸν πηλὸν μὴ θαυμάζων; τίς δὲ ὁ ταπεινὸς καὶ εὐτελής; οὐχὶ ὁ θαυμάζων αὐτὸν, καὶ μέγα τιθέμενος; Οὕτω δὴ καὶ ἐνταῦθα λογίζου, ὅτι ὁ μὲν γῆν καὶ σποδὸν ἑαυτὸν λέγων, ὑψηλὸς ἂν εἴη, καίτοι γε ἀπὸ ταπεινοφροσύνης λέγει· ὁ δὲ μὴ γῆν καὶ σποδὸν ἑαυτὸν νομίζων, ἀλλὰ περιέπων ἑαυτὸν, καὶ μεγαλοφρονῶν, οὗτος μὲν οὖν ἂν εἴη εὐτελὴς τὸ μικρὰ μεγάλα τιθέμενος. Ὅθεν δῆλον, ὅτι ἀπὸ πολλοῦ διανοίας ὕψους ἐφθέγγετο τὸ ῥῆμα ἐκεῖνο ὁ πατριάρχης, Ἐγὼ δέ εἰμι γῆ καὶ σποδός· ἀπὸ ὕψους, οὐκ ἀπὸ ἀπονοίας. Καθάπερ γὰρ ἐπὶ σωμάτων ἄλλο μὲν ἔστιν, εὐεκτοῦντα καὶ σφριγῶντα εἶναι, ἄλλο δὲ φλεγμαίνοντα· καίτοι γε ἀμφότερα ὑψηλῆς ἐστι σαρκὸς, ἀλλὰ τὸ μὲν διεφθαρμένης, τὸ δὲ ὑγιοῦς· οὕτω καὶ ἐνταῦθα ἕτερόν ἐστιν εἶναι ἀπονενοημένον, ὅπερ ἐστὶ φλεγμαίνοντα εἶναι· καὶ ἕτερόν ἐστιν ὑψηλὸν, ὅπερ ἐστὶν εὐεκτοῦντα εἶναι. Καὶ πάλιν ἐστί τις ὑψηλὸς τῷ μέτρῳ τοῦ σώματος· ἄλλος δὲ βραχὺς ὢν, προσλαβὼν ἐμβάδας ὑψηλότερος γίνεται· τίνα οὖν καλέσομεν ὑψηλὸν καὶ μέγαν, εἰπέ μοι; οὐκ εὔδηλον ὅτι τὸν οἴκοθεν τὸ ὕψος ἔχοντα; Ἐκεῖνος γὰρ ἀλλότριον ἔχει τοῦτο, καὶ τῶν ταπεινῶν ἐπιβὰς, οὕτω γέγονεν ὑψηλός· ὃ πολλοὶ πάσχουσι τῶν ἀνθρώπων, ἐπὶ χρημάτων καὶ δόξης ἑαυτοὺς ἀναβιβάζοντες, ὅπερ οὐκ ἔστιν ὕψος. Ὑψηλὸς γάρ ἐστιν ὁ μηδενὸς δεόμενος τούτων, ἀλλὰ καταφρονῶν ἁπάντων, καὶ οἴκοθεν ἔχων τὸ μέγεθος. Γενώμεθα τοίνυν ταπεινοὶ, ἵνα γενώμεθα ὑψηλοί· Ὁ γὰρ ταπεινῶν ἑαυτὸν, ὑψωθήσεται, φησί. Ἀλλ' οὐχ ὁ ἀπονενοημένος τοιοῦτος, ἀλλὰ πάντων ἐστὶν εὐτελέστερος· καὶ γὰρ ἡ πομφόλυξ πεφύσηται, ἀλλ' οὐκ ἔστιν ὑγιὲς τὸ φύσημα. ∆ιὰ τοῦτο καὶ τούτους πεφυσιωμένους καλοῦμεν. Ὁ μὲν γὰρ μετριοφρονῶν οὐδὲ ἐπὶ τοῖς μεγάλοις μέγα φρονεῖ, τὸ ταπεινὸν εἰδὼς τὸ ἑαυτοῦ· ὁ δὲ εὐτελὴς καὶ ἐπὶ τοῖς μικροῖς μέγα φαντάζεται. Κτησώμεθα τοίνυν τὸ διὰ ταπεινοφροσύνης ὕψος· ἐπισκεψώμεθα τῶν ἀνθρωπίνων τὴν φύσιν, ἵνα ἐκκαῶμεν τῷ πόθῳ τῶν μελλόντων. Ἑτέρως γὰρ οὐκ ἔστι γενέσθαι ταπεινὸν, ἀλλ' ἢ διὰ τοῦ τῶν θείων ἔρωτος καὶ τῆς τῶν παρόντων ὑπεροψίας. Ὥσπερ γὰρ εἴ τις βασιλείας ἐπιτυγχάνειν μέλλοι, εἶτα ἀντὶ τῆς ἁλουργίδος ἐκείνης ἰδιωτικήν τινά τις αὐτῷ παράσχοι τιμὴν, οὐδὲν αὐτὴν εἶναι ἡγήσεται· οὕτω καὶ ἡμεῖς πάντων καταγελασόμεθα τῶν παρόντων, εἰ τῆς τιμῆς ἐπιθυμήσαιμεν ἐκείνης. Οὐχ ὁρᾶτε τοὺς παῖδας, ὅταν παίζοντες τάξιν ποιῶσι, καὶ στρατιώτας, καὶ προηγῶνται αὐτῶν κήρυκες καὶ ῥαβδοῦχοι, καὶ μέσος ὁ παῖς ἐν χώρᾳ ἄρχοντος βαδίζῃ, ὡς παιδικὰ τὰ γινόμενα; Τοιαῦτά ἐστι τὰ ἀνθρώπινα, καὶ τούτων εὐτελέστερα, σήμερον ὄντα καὶ αὔριον οὐκ ὄντα. Ὑψηλότεροι τοίνυν γενώμεθα τούτων, καὶ μὴ μόνον αὐτῶν μὴ ἐπιθυμῶμεν, ἀλλὰ καὶ αἰσχυνώμεθα εἴ τις ἡμῖν ταῦτα προτείνοι. Οὕτω γὰρ τὸν τούτων ἐκβαλόντες ἔρωτα, τὸν θεῖον ἐκεῖνον ἕξομεν, καὶ τῆς ἀθανάτου δόξης ἀπολαύσομεν· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.