ἀνεπιτηδειότερον μέν ἐστι, καὶ εἰς μάτην ἴσως τὸν κόπον συνέβῃ γίνεσθαι διὰ τὸ μὴ οὕτως συντόμως δι' ὀλίγων ἡμερῶν δύνασθαι τὸ πεζικὸν συναθροισθῆναι στράτευμα καὶ καλῶς παρασκευασθῆναι. Ἄλλως τε δὲ καὶ οἱ πολέμιοι, ἀκμῆτες ὄντες καὶ ἀπαρόπλιστοι, δυσκαταγώνιστοι ἔσονται. 4.6 Κατὰ τοῦτο δὲ τὸ ὠφέλιμον ἔχει καὶ χρήσιμον, καθὸ ἐμφόβους αὐτοὺς γίνεσθαι, ὁσάκις ἂν βουληθῶσιν ἐξελθεῖν, τῇ κατασχέσει τῶν στενωμάτων, καὶ τὴν μετ' ὀλίγον ἐκκοπεῖν κατὰ τῶν ῥωμαϊκῶν θεμάτων συνεχῆ ἐξέλευσιν. 5.τ Περὶ προκατασχέσεως ὑδάτων τῶν ἐν τοῖς στενώμασιν ὄντων 5.1 Ἐν οἷς δὲ τόποις τῶν στενωμάτων καὶ κλεισουρῶν πρὸς πόλεμον ὁ στρατηγὸς παρασκευάζεται, εἴπερ ἐν τούτοις πηγή ἐστιν ὕδωρ βρύουσα, ὑπὸ τοῦ ἰδίου λαοῦ ταύτην σπουδάσει κατασχεθῆναι, ὥστε τὸ ἐκεῖθεν ὕδωρ τὸν λαὸν ἀπαρύεσθαι. Εἰ δὲ τύχῃ ὀλιγοστὸν εἶναι, σπουδάσει μὴ ἐπιθολοῦσθαι τοῦτο, καὶ οὐ μικρὰ ὡς ἐκ τούτου λύπη τὸν λαὸν καὶ ἀνάγκη ἐπισυμβήσεται. Πηγῆς δὲ ἔγγιστα μὴ οὔσης, ἐξ ἧς τὴν πόσιν καὶ ἀναψυχὴν ὁ λαὸς ἐφευρίσκει, καὶ μάλιστα ἐν καιρῷ θέρους, ἀσκοὺς διορισάτω ἐν ἑκάστῃ ἑκατονταρχίᾳ δέκα ἐπιφέρεσθαι καὶ δι' αὐτῶν τὸ ὕδωρ ἐπικομίζεσθαι καὶ ἐν ὥρᾳ τῆς μάχης εἰς πόσιν καὶ ἀναψυχὴν τοῖς ἐν τῷ πολέμῳ ἀγωνιζομένοις ἐπιχωρηγεῖσθαι. 5.2 Ἀλλὰ περὶ μὲν τῶν ἐν τοῖς στενώμασι μελλόντων πρὸς πόλεμον ἐξαρτύεσθαι ἱκανῶς εἰρήσθω. Εἰ δὲ καὶ νυκτοπόλεμον δεήσει ἐν ταῖς τοιαύταις δυσχωρίαις γενέσθαι, καὶ τοῦτο πάνυ ὠφέλιμον· ἀλλὰ περὶ μὲν τούτων ἐν ἑτέρᾳ διηγήσει δηλώσω, τῆς δὲ παραδρομῆς ἄρξομαι τὴν εἰσήγησιν, ἥτις ἐπωφελὴς καὶ ἀναγκαία τυγχάνουσα δι' ὀλίγου καὶ εὐαριθμήτου λαοῦ πολλὰ τῶν πολεμίων πλήθη ἀπρακτεῖν παρασκευάζει, Θεοῦ δὲ νεύσει ὡς τὰ πολλὰ καὶ καταγωνίζεται. 6.τ Περὶ παραδρομῆς τῶν μονοκούρσων καὶ στοχασμοῦ τῆς τοῦ λαοῦ αὐτῶν ποσότητοσ 6.1 Τὰ τῶν πολεμίων κοῦρσα τὰ λεγόμενα μονόκουρσα ἀπὸ τῆς ἰδίας χώρας ἐξερχόμενα, πεζῶν ἄνευ, ἔθος αὐτοῖς σπουδῇ τὴν πορείαν ποιεῖσθαι καὶ μηδαμοῦ ἀπληκεύοντας τὴν ὅλην νύκτα διαβιβάζειν, ἀλλὰ πρὸς μικρὸν τοὺς ἵππους διαναπαύειν πρὸς τὸ τὰς ταγὰς καὶ μόνον τούτοις ἐπιδοῦναι· ὡς ἐπίπαν γὰρ τὰ μονόκουρσα μετ' ὀλιγοστοῦ καὶ ἐκλεκτοῦ λαοῦ τὴν ἐξέλευσιν ποιοῦνται, σπεύδουσι δὲ τάχιστα καταλαβεῖν ἐν οἷς χωρίοις τὴν ἐπίθεσιν καὶ ἐκδρομὴν ἐβουλεύσαντο ποιῆσαι. 6.2 Τοῦ οὖν στρατηγοῦ παρά τε τῶν καμινοβιγλίων καὶ τῶν βιγλατόρων τὴν τούτων ἐξέλευσιν ἀναμανθάνοντος, σπουδῇ πολλῇ τὰ ἐν ταῖς ἄκραις καταλαμβανέτω χωρία, προαποστέλλων τουρμάρχην εἴτε ἕτερον ἄρχοντα τῶν ἐμπειροτάτων καὶ χρησίμων μετὰ ἐκλεκτῶν ἀρχόντων καὶ καλοϊππαράτων τοῦ προσυπαντῆσαι καὶ μετὰ ἐμπειρίας τούτους θεάσασθαι καὶ παραμεῖναι καὶ τῷ στρατηγῷ καταμηνύειν ἐν ᾧ τόπῳ κατέλαβον, εἰ δυνατὸν διασκοπεῖν καὶ τὴν τοῦ λαοῦ αὐτῶν ποσότητα. 6.3 Οὐ μόνον γὰρ ἀπὸ τῆς θέας δυνατόν ἐστιν ἀριθμῆσαι αὐτοὺς καὶ καταστοχάσασθαι, ἀλλὰ καὶ ἐκ τῆς τούτων ὁπλῆς· πλῆθος γὰρ χόρτου ἐρημίαις ὑπάρχον καὶ τοῖς ποσὶ τῶν ἀλόγων καταπατούμενον, οἱ τῶν ἀνδρῶν ἐμπειρότατοι δύνανται ἐκ τούτου τὴν τοῦ λαοῦ ποσότητα, εἰ καὶ μὴ ἀκριβῶς, καταστοχάσασθαι· ὡσαύτως δὲ καὶ ἐν τοῖς τῶν ποταμῶν περάμασιν, ἀκριβέστερον δὲ καὶ ἀπὸ τῶν τούτων ἀπλήκτων, ἡνίκα ἐκεῖθεν ἀπαίρουσιν. 6.4 Ὁ δὲ στρατηγός, τοῦ κούρσου τῶν πολεμίων ἄφιξιν ἀναμανθάνων καὶ τῶν χωρίων ἐν οἷς τὰς ἐκδρομὰς ποιήσασθαι μέλλουσι στοχασάμενος, πλησίον τούτων γινέσθω καί, ἐν ἐπιτηδείῳ τόπῳ ἑαυτὸν ἀποκρύψας μετὰ τοῦ λαοῦ αὐτοῦ, βίγλας τε καβαλλαρίων πανταχοῦ ἀποστείλας, ἡνίκα περὶ αὐτῶν καταμηνυθείη, καὶ θεαθῶσιν ἐξελαύνοντες καὶ διασκορπιζόμενοι, ἐξέλθῃ εἰς τὸ σκόρπισμα, καὶ τούτοις ἐντυγχάνων ἀπόνως αὐτοὺς καταγωνίσεται. 6.5 Εἰ δὲ συμβῇ τινας τῶν χωριτῶν κρατηθῆναι παρ' αὐτῶν πρὸ τοῦ ἐξελάσαι καὶ ἀναμαθεῖν τήν τε τοῦ στρατηγοῦ παρουσίαν καὶ τὴν τῶν χωρίων ἐκσπήλευσιν, καὶ οὐ θαρρήσουσιν ἐξελάσαι, ἄπρακτοι σπουδαίως πρὸς τὴν ἰδίαν ὑποστρέψουσι χώραν, μόνον τὸν κόπον καὶ τὴν συντριβὴν καὶ ταλαιπωρίαν