Λόγος τὸν Πατέρα· οὐκ ἔστιν ὁ ἀληθινὸς καὶ μόνος αὐτὸς τοῦ Πατρὸς Λόγος, ἀλλ' ὀνόματι μόνον λέγεται Λό γος καὶ Σοφία, καὶ χάριτι λέγεται Υἱὸς καὶ δύναμις. Οὐκ ἔστιν ἄτρεπτος, ὡς ὁ Πατὴρ, ἀλλὰ τρεπτός ἐστι φύσει, ὡς τὰ κτίσματα, καὶ λείπει αὐτῷ εἰς κατάληψιν τοῦ γνῶναι τελείως τὸν Πατέρα.» Θαυμαστή γε ἡ αἵρεσις μηδὲ τὸ πιθανὸν ἔχουσα, ἀλλὰ καὶ εἰς τὸ μὴ εἶναι κατὰ τοῦ ὄντος φανταζομένη, καὶ ἀντὶ εὐφημίας δυσφημίας διόλου προβαλλομένη. Εἴ τις ἄρα, τὰ παρ' ἀμφοτέρων ἐξετάσας, ἐρωτηθείη τὴν ὁποτέρου πίστιν ἂν ἕλοιτο, ἢ τὰ τίνος ἂν εἴποι ῥή ματα πρέποντα εἶναι Θεῷ· μᾶλλον δὲ καὶ εἰπάτωσαν αὐτοὶ οἱ τῆς ἀσεβείας κόλακες, τί πρέπει περὶ Θεοῦ (Θεὸς γὰρ ἦν ὁ Λόγος·) ἐρωτώμενον ἀποκρίνασθαι, ἀπὸ γὰρ τούτου καὶ τὸ ὅλον ἑκατέρων τῶν προβληθέντων γνωσθήσεται τί πρέπει λέγειν, τὸ ἦν, ἢ τὸ οὐκ ἦν· τὸ ἀεὶ, ἢ τὸ πρὶν γενέσθαι· τὸ ἀΐδιον, ἢ τὸ ἀφ' οὗ καὶ ἐξότε· ἀληθινὸν, ἢ θέσει καὶ μετοχῇ καὶ κατ' ἐπίνοιαν· τῶν γενητῶν ἕνα λέγειν αὐτὸν, ἢ τῷ Πατρὶ συνάπτειν αὐτόν· ἀνόμοιον αὐτὸν εἶναι 26.32 κατ' οὐσίαν τοῦ Πατρὸς, ἢ ὅμοιον καὶ ἴδιον τοῦ Πα τρὸς εἶναι· κτίσμα εἶναι, ἢ δι' αὐτοῦ τὰ κτίσματα γεγενῆσθαι· αὐτὸν εἶναι τὸν τοῦ Πατρὸς Λόγον, ἢ ἕτερον παρὰ τοῦτον, καὶ δι' ἐκείνου τοῦτον γεγενῆ σθαι καὶ δι' ἄλλης σοφίας· καὶ τοῦτον ὀνόματι μόνον Σοφίαν καὶ Λόγον κεκλῆσθαι, κἀκείνης τῆς σο φίας τοῦτον μέτοχον καὶ δεύτερον γεγενῆσθαι. Τὰ τίνων ἄρα ῥήματα θεολογεῖ καὶ δεικνύει Θεὸν εἶναι καὶ Υἱὸν τοῦ Πατρὸς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν; Ταῦθ' ἅπερ ὑμεῖς ἐξημέσατε, ἢ ἅπερ ἡμεῖς ἐκ τῶν Γραφῶν εἰρήκαμεν καὶ λέγομεν; Εἰ μὲν οὖν οὐκ ἔστι Θεὸς οὐδὲ Λόγος οὐδὲ Υἱὸς ὁ Σωτὴρ, ἐξέστω λέγειν, ὥσπερ τοῖς Ἕλλησι καὶ τοῖς νῦν Ἰουδαίοις, οὕτω καὶ ὑμῖν, ἃ βούλεσθε· εἰ δὲ Λόγος τοῦ Πατρὸς καὶ Υἱὸς ἀληθινός ἐστι, καὶ ἐκ Θεοῦ Θεός ἐστι, καὶ ἐπὶ πάντων εὐλογημένος εἰς τοὺς αἰῶ νας, πῶς οὐκ ἄξιον ἀφανίσαι καὶ ἀπαλεῖψαι τά τε ἄλλα ῥήματα καὶ τὴν Ἀρειανὴν Θαλείαν, ὡς εἰ κόνα κακῶν καὶ πάσης ἀσεβείας γέμουσαν; εἰς ἣν ἐμπίπτων οὐκ οἶδεν, ὅτι γηγενεῖς παρ' αὐτῇ ὄλλυνται, καὶ ἐπὶ πέταυρον ᾅδου συναντᾷ. Καὶ τοῦτο ἴσασι καὶ αὐτοὶ, καὶ ὡς πανοῦργοι κρύπτουσι, μὴ θαῤῥοῦντες ἐκλαλεῖν αὐτὰ, ἀλλ' ἕτερα φθεγγόμενοι παρὰ ταῦτα. Ἐάν τε γὰρ εἴπωσι, καταγνωσθήσονται· ἐάν τε ὑπονοηθῶσι, βληθήσονται παρὰ πάντων τοῖς ἐκ τῶν Γραφῶν ἐλέγχοις. ∆ιὰ τοῦτο γοῦν ὡς υἱοὶ τοῦ αἰῶνος τούτου ὄντες, πανούργως τὸν νομιζόμενον ἑαυτῶν λύχνον ἅψαντες ἐκ τῆς ἀγριελαίου, καὶ φοβούμενοι μὴ ταχέως ἀποσβεσθῇ, (Φῶς γὰρ, φησὶν, ἀσε βῶν σβέννυται·) τοῦτον μὲν κρύπτουσιν ὑπὸ τὸν μόδιον τῆς ὑποκρίσεως, ἕτερα δὲ φθέγγονται, καὶ προστασίας φίλων, καὶ Κωνσταντίου φόβον ἐπαγγέλ λονται, ἵν' οἱ εἰσερχόμενοι πρὸς αὐτοὺς ὑπὸ τῆς ὑπο κρίσεως καὶ τῆς ἐπαγγελίας μὴ βλέπωσι τὴν τῆς αἱ ρέσεως ῥυπαρίαν. Πῶς οὖν οὐκ ἀξία καὶ κατὰ τοῦτο πάλιν μίσους ἡ αἵρεσις, ὅπουγε καὶ παρ' αὐτῶν τῶν ἰδίων ὡς μὴ ἔχουσα παῤῥησίαν κρύπτεται, καὶ ὡς ὄφις θάλπεται; Πόθεν γὰρ ἑαυτοῖς συνεφόρη σαν τὰ ῥημάτια ταῦτα; Ἢ παρὰ τίνος ἄρα λα βόντες, τοιαῦτα τετολμήκασι λέγειν; Ἀνθρώπων μὲν οὖν οὐδένα ἂν εἴποιεν τὸν ταῦτα παρασχόντα. Τίς γάρ ἐστιν ἀνθρώπων ἢ Ἕλλην ἢ βάρβαρος, ὅστις ὃν ὁμολογεῖ Θεὸν, τοῦτον τολμᾷ λέγειν ἕνα εἶναι τῶν κτισμάτων, καὶ, Οὐκ ἦν πρὶν ποιηθῇ; ἢ τίς ἐστιν, ὅστις ᾧ πεπίστευκε Θεῷ, ἀπιστεῖ λέγοντι, Οὗτός 26.33 ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, φάσκων, ὅτι οὐκ ἔστιν υἱὸς, ἀλλὰ ποίημα; Πλέον γὰρ ἀγανακτήσουσι πάντες κατ' αὐτῶν τοιαῦτα μαινομένων. Ἀλλ' οὐδὲ ἐκ τῶν Γραφῶν ἔχουσι τὰς προφάσεις. Ἐδείχθη γὰρ πολλάκις, δειχθήσεται δὲ καὶ νῦν ἀλλότρια ταῦτα τῶν θείων λογίων. Οὐκοῦν ἐπειδὴ λείπει λοιπὸν εἰ πεῖν, ὅτι παρὰ τοῦ διαβόλου λαβόντες ἐμάνησαν· (τούτων γὰρ ἐκεῖνος μόνος ἐστὶ σπορεύς·) φέρε, πρὸς αὐτὸν ἀντιστῶμεν· πρὸς ἐκεῖνον γάρ ἐστιν ἡμῖν διὰ τούτων ἡ πάλη· ἵνα, τοῦ Κυρίου βοηθοῦν τος, κἀκείνου συνήθως πίπτοντος τοῖς ἐλέγχοις, αἰσχυνθῶσιν οὗτοι,
6