ἐναλλομένους, καὶ οὐχὶ δὴ μᾶλλον ποιουμένους ἐν σπουδῇ τὸ ἀσθενὲς αὐτῶν ἐπιῤῥῶσαι συνειδός;
Υἱὸς καὶ εἰς τὸν μέλλοντα αἰῶνα τῆς κατὰ πάντων ἐξουσίας τὴν ὑπεροχήν.
ἡμαρτηκόσιν; ἢ ἐν πνεύματι πραΰτητος καὶ ὡς ἐν ἀγάπῃ προσενεχθεὶς παραδράμω σεσιγηκώς; ἀλλ' ἦν ἄμεινον αὐτοῖς ἡ ἐπίπληξις ἅμα κόπτουσα τὸ δεινὸν καὶ τὸ ῥᾴθυμον καὶ τῆς τοιαύτης παρανομίας τὴν ἐπιχείρησιν· περὶ ἧς καὶ ἡ θεόπνευστος ἔφη γραφὴ περὶ τῶν ἐξ Ἰσραὴλ διὰ φωνῆς Ἰωήλ "Καὶ υἱὸς καὶ πατὴρ αὐτοῦ εἰσεπορεύοντο πρὸς "τὴν αὐτὴν παιδίσκην, ὅπως βεβηλώσωσι τὸ ὄνομα τοῦ "Θεοῦ αὐτῶν." ταύτην φησὶ τὴν πορνείαν οὐδὲ ἐν τοῖς ἔθνεσιν ἔστιν ἀκοῦσαι· Θησέα γὰρ ἠκηκόει που κατὰ τὸ εἰκὸς τεθηγμένον ἐπὶ τῷ ἰδίῳ παιδὶ, ἐπαρασάμενόν τε αὐτῷ, καὶ δὴ καὶ ἀπεκτονότα διαβεβλημένον ἐκ μητρυιᾶς· καὶ ἑτέρους τινὰς ἐπὶ τοιοῖσδε αἰτιάμασι ταῖς τῶν ποιητῶν εὐστομίαις κατεσκωμμένους. Παραδοῦναι τὸν τοιοῦτον τῷ σατανᾷ εἰς ὄλεθρον τῆς σαρκός.
Ἀπέδειξε δι' ὧν τὸν πεπορνευκότα δέδωκεν εἰς ὄλεθρον τῆς σαρκὸς ἵνα τὸ πνεῦμα σωθῇ, τί ἐστιν "Οὐκ ἐν λόγῳ "ἀλλ' ἐν δυνάμει ἡ βασιλεία τῶν οὐρανῶν·" ἐξουσίας γὰρ 262 τῆς τεθαυμασμένης καὶ δοθείσης ἄνωθεν αὐτῷ μήνυσις ἐναργής. τετίμηκε γὰρ τοὺς ἁγίους ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστός. Κρίνεσθαι ἐπὶ τῶν ἀδίκων καὶ οὐχὶ ἐπὶ τῶν ἁγίων; Ἁγίους καλεῖ τοὺς ἡγιασμένους ἐν πνεύματι, ἀδίκους δὲ τοὺς οὔπω πεπιστευκότας ὡς ἑτοιμότατα λίαν πρὸς πᾶν ὁτιοῦν ἰόντας τῶν κακῶν· ἀνεπιτήδευτον γὰρ τῶν ἀτόπων οὐδὲν τοῖς οὔπω τὸν φύσει καὶ ἀληθῶς εἰδόσι Θεόν. Οὐκ οἴδατε ὅτι οἱ ἅγιοι τὸν κόσμον κρινοῦσιν; Κρινοῦσι δὲ αὐτὸν οὐ πάντη τε καὶ πάντως προκαθήμενοι δικασταί· "Εἷς γὰρ ὁ νομοθέτης καὶ κριτής·" ἀλλὰ τῇ τοῦ βίου σεμνότητι καὶ τῇ πρὸς πᾶν εὐπειθείᾳ μονονουχὶ καθορίζοντες τοῦ κόσμου τὴν ἁμαρτίαν, ὅτι μὴ γεγόνασιν αὐτῶν μιμηταί. μιᾶς μὲν γὰρ φύσεως οἱ πάντες ἐσμὲν, εἰ καὶ μητέρα λαχόντες τὴν γῆν καὶ ἐν τούτοις τοῖς ἐπικήροις ὄντες σώμασιν, ἀλλ' εἰ γεγόνασίν τινες ἐξ ἡμῶν φιλόθεοί τε καὶ ἀγαθοὶ, ποῖος ἄρα λοιπὸν ἐπικουρήσει λόγος τοῖς τὴν ἀκλεᾶ καὶ ἐπάρατον ἑλομένοις ζωὴν ἐπὶ τοῦ θείου βήματος; ἐξὸν γὰρ ἐν ἴσῳ τοῖς ἄλλοις κατασεμνύνεσθαι, πρὸς πᾶν ὁτιοῦν τῶν ἐκτόπων ἐθελονταὶ κεχωρήκασιν.
Οὐκ οἴδατε ὅτι ἀγγέλους κρινοῦμεν; μήτι γε βιωτικά; Ἀναγνωσόμεθα δὲ τὸν στίχον ὡς ἐν ἐρωτήσει καὶ ὑποστιγμῇ, ὡς κατὰ ἐρώτησιν ἀναγνωστέον τοῦτο καθ' ὑποστιγμήν Τίς γὰρ ὁ τολμῶν εἰπεῖν, ὅτι ἀνάξιοί ἐστε τῶν οὕτως εὐτελεστάτων κριτηρίων, οἱ τῇ τοῦ βίου λαμπρότητι κρίνοντες τὸν κόσμον; εἶτα καὶ λογισμὸν ἐπάγει τοῦ εἰρημένου τῇ τοῦ μείζονος παραθέσει συνιστῶν τὸ τοῦ λόγου βέβαιον. ἀγγέλους δὲ ὧδε οὐχ ἁγίους, τοὺς ἀποστάτας δὲ 263 μᾶλλον λέγει, τοὺς τὴν ἑαυτῶν ἀρχὴν οὐ τετηρηκότας, οἳ ἄνωθεν ὄντες καὶ σώμασι τοῖς ἀπὸ γῆς οὐ πεφορτισμένοι, κατακριθήσονται ὑπὸ τῶν ἁγίων κατὰ τὸν ἴσον τῷ κόσμῳ τρόπον διὰ τῆς τῶν ἁγίων ἐπιεικείας, ἐφ' ἅπασι τοῖς αἰσχίστοις κατηγορούμενοι. εἰ οὖν ἀγγελῶν ἀμείνους οἱ ἅγιοι, πῶς ἀνάξιοι κριτηρίων ἐλαχίστων εἶεν ἂν τῶν ἐπὶ πράγμασι κοσμικοῖς; Βιωτικὰ μὲν οὖν κριτήρια ἐὰν ἔχητε. Μικρὸν κομιδῆ καὶ τοῦ μηδενὸς ἄξιον τοῖς ἄγαν ἐπιεικέσιν ἐν ἐκκλησίᾳ τὸ κρίνειν ἐστὶ τὰ βιωτικά· πεπαιδεύμεθα δὲ καὶ τοῦτο παρὰ τοῦ Κυρίου· προσῄει μὲν γάρ τις αὐτῷ λέγων "∆ιδάσκαλε εἰπὲ τῷ ἀδελφῷ μου μερίσασθαι μετ' "ἐμοῦ τὴν κληρονομίαν· ὁ δὲ πρὸς αὐτόν Ἄνθρωπε, φησὶ, "τίς με κατέστησε κριτὴν ἢ μεριστὴν ἐφ' ὑμᾶς;" πρέποι γὰρ ἂν μᾶλλον καὶ νουνεχεστέροις ἐν ἐκκλησίᾳ τὸ κρίνειν τὰ πνευματικὰ, τὸ βασανίζειν εὐτέχνως τὸν περὶ πίστεως λόγον· ἐνηρίθμηται δὲ τοῦτο τοῖς ἄνωθεν καὶ διὰ τοῦ Πνεύματος ἀγαθοῖς· δίδοται γάρ τισι λόγος σοφίας καὶ λόγος γνώσεως, ἑτέροις δὲ καὶ διάκρισις πνευμάτων. Οὐκ οἴδατε ὅτι τὰ σώματα ὑμῶν μέλη Χριστοῦ ἐστιν; Πῶς ἂν εἶεν μέλη Χριστοῦ τὰ ἡμῶν; ἔχομεν αὐτὸν ἐν ἑαυτοῖς αἰσθητῶς τε καὶ νοητῶς· κατοικεῖ μὲν γὰρ ἐν ταῖς καρδίαις ἡμῶν διὰ τοῦ Πνεύματος,