δὲ αὐτῷ ἀπελογεῖτο ὡς "εὖ μὲν ἔχει τὰ παρὰ σοὶ λεγόμενα· ὃ γάρ σοι χρέος ὡς ἀρχιερεῖ 15 καὶ φίλῳ, ἤδη ἀποδέδωκας· ἐφ' ἡμῖν δὲ τὸ λοιπὸν κείσεται τὰ τῆς πράξεως". κατὰ δὲ τὸν αὐτὸν καιρὸν διεπιπράσκοντο τὰ τῶν ἐκκλησιῶν κειμήλια καὶ εἰς ὑπαγωγὴν φόρων τοῖς βαρβάροις ἐξενεμήθη. Αὖθις οὖν ἐπιστρατεύει Χοσρόης ὁ τῶν Περσῶν βασιλεὺς κατὰ Ῥωμαίων, Σάρβαρον ἡγούμενον τῆς στρατιᾶς ἐκπέμψας, ὃς κατεδῄου πᾶσαν τὴν ἀνατολικὴν χώραν. καταλαμβάνει δὲ τῶν ἁγίων τόπων τὰ ζῳοποιὰ ξύλα τοῦ σωτηρίου σταυροῦ, Μωδέστου τηνικαῦτα Ἱεροσολύμων προεδρεύοντος. παρεσκευάζοντο δὲ οἱ Πέρσαι καὶ ἠπείγοντο [μέχρις] ἐλθεῖν εἰς Χαλκηδόνα. ὁ οὖν Ἡράκλειος ἔκ τε Περσῶν καὶ Ἀβάρων θορυβούμενος ἅμα καὶ λιμῷ πιεζομένης τῆς Ῥωμαϊκῆς πολιτείας καὶ λοιμικῷ θανάτῳ φθειρομένης, προσεκαλεῖτο Σέργιόν τε τὸν τῆς πόλεως πρόεδρον, ἔτι τε καὶ ἄρχοντας καὶ τὸ λοιπὸν τοῦ λαοῦ μέρος, καὶ παρατίθεται αὐτοῖς τοὺς παῖδας, καὶ Βῶνον τὸν πατρίκιον ἐγχειρίζει τὰς τῶν πραγμάτων διοικήσεις, καὶ ἀπάρας διὰ τοῦ Εὐξείνου ἐπειρᾶτο διὰ Λαζικῆς εἰς τὴν Περσικὴν εἰσβαλεῖν· καθ' ἣν τίκτεται αὐτῷ υἱὸς ἐκ Μαρτίνης τῆς γυναικός (μεθ' ἑαυτοῦ γὰρ ταύτην ἤγετο), ὃν καὶ ἐπωνόμασεν Ἡράκλειον. ἐντεῦθεν ἀποστέλλει δῶρα πρὸς τὸν Τούρκων κύριον, ἐπὶ συμμαχίᾳ τῇ κατὰ Περσῶν συγκαλούμενος· ὁ δὲ δεξάμενος ὑπέσχετο συμμαχήσειν. ἐν τούτῳ ἡσθεὶς Ἡράκλειος ὥρμησε καὶ αὐτὸς πρὸς αὐτόν, κἀκεῖνος τὴν τοῦ βασιλέως παρουσίαν ἀκηκοὼς σὺν πλήθει Τούρκων πολλῷ τῷ βασιλεῖ ὑπηντίαζε, καὶ ἀποβὰς τοῦ ἵππου τῷ βασιλεῖ κατὰ γῆς προσκυνεῖ. ἐποίει δὲ τοῦτο καὶ ὁ σὺν αὐτῷ πᾶς ὄχλος. ὁ δὲ βασιλεὺς τὸ ὑπερβάλλον τῆς τιμῆς θεασάμενος ἐδήλου αὐτῷ ὡς εἰ τὰ 16 τῆς φιλίας αὐτῷ βέβαια εἴη, καὶ ἐποχούμενον πλησιάζειν, καὶ ἅμα τέκνον ἴδιον ἀποκαλῶν. οὕτως οὖν οὗτος ἀσπάζεται τῷ βασιλεῖ. ὁ δὲ ὃν περιέκειτο στέφανον τῆς κεφαλῆς λαβὼν τῇ τοῦ Τούρκου κεφαλῇ περιέθετο, συμποσιάσας τε αὐτῷ πάντα τὰ εἰς ὑπηρεσίαν τοῦ συμποσίου σκεύη ἅμα καὶ στολῇ βασιλικῇ καὶ ἐνωτίοις ἐκ μαργάρων κεκοσμημένοις δωρεῖται αὐτῷ. ὡσαύτως δὲ καὶ τοὺς περὶ αὐτὸν ἄρχοντας τοῖς ὁμοίοις ἐνωτίοις αὐτοχειρίᾳ ἐκόσμει. εἶτα δεδιὼς μὴ τὰ αὐτὰ τῷ Ἀβάρῳ καὶ παρ' ἐκείνου πείσεται, ἐπικρατέστερα δ' αὐτῷ καὶ τὰ τῆς συμβάσεως ἀπεργάζεται, παραδείκνυσιν αὐτῷ τῆς θυγατρὸς Εὐδοκίας εἰκόνα ἔφη τε πρὸς αὐτὸν ὡς "ἥνωσεν ἡμᾶς ὁ θεός, σὲ τέκνον ἐμὸν ἀπέδειξεν. ἰδοὺ δὴ αὕτη θυγάτηρ μού ἐστι καὶ Ῥωμαίων Αὐγούστα. εἰ οὖν συναίρεις μοι καὶ βοηθεῖς κατὰ τῶν ἐχθρῶν, εἰς γυναῖκα δίδωμί σοι αὐτήν". ὁ δὲ τῷ κάλλει τῆς εἰκόνος καὶ τῷ περὶ αὐτὴν κόσμῳ τρωθεὶς ἔρωτι τοῦ ἀρχετύπου ἔτι μᾶλλον ἐπὶ τῇ συμμαχίᾳ ἐπέκειτο. εὐθὺς οὖν ἄρχοντα καὶ πλῆθος Τούρκων τῷ βασιλεῖ παραδίδωσι· σὺν αὐτοῖς τε εἰς τὴν Περσικὴν εἰσβαλὼν τάς τε πόλεις καθῄρει καὶ τὰ πυρεῖα διέστρεφεν. ἐφ' ἑνὸς δὲ τούτων εὕρηται, ὡς Χοσρόης ἑαυτὸν θεοποιήσας ἐν τῇ τούτου στέγῃ ἑαυτὸν καθήμενον ὡς ἐν οὐρανῷ ἀνεστήλωσεν, ἀστραπὰς καὶ ἥλιον καὶ σελήνην συγκατασκευάσας, ἀγγέλους περιεστῶτας αὐτῷ, καὶ βροντὴν διὰ μηχανῆς ποιεῖν καὶ ὕειν ὁπότ' ἂν θελήσειεν. τοῦτο τὸ βδέλυγμα θεασάμενος Ἡράκλειος εἰς γῆν κατέρριψε καὶ ὡς κονιορτὸν διέλυσε. Χοσρόης τοίνυν ἀκούσας τά τε ἄλλα 17 πάντα καὶ ὡς Τοῦρκοι συμμαχοῦσιν Ἡρακλείῳ, δῆλα ἐποίει πάντα διὰ γραφῆς τῷ Σαρβάρῳ, καὶ ὡς ταχέως πρὸς αὐτὸν ἐκ τῆς Ῥωμαϊκῆς ἀναζευγνύναι καὶ Ἡράκλειον ἀμύνασθαι· μηδὲ γὰρ δύνασθαι τῷ πλήθει τῷ ἐκείνου ἀντικαθίστασθαι. τὸ δὲ γράμμα περιτραπὲν Ἡρακλείῳ ἐγχειρίζεται. ὁ δὲ τοῦτο ἀναγνοὺς ταῦτα μὲν ἐξηφάνισεν, ἑτέραν δὲ γραφὴν ὡς ἀπὸ Χοσρόου σκηψάμενος τῷ Σαρβάρῳ ἐκτίθεται, τῇ ἐκείνου σφραγῖδι σημηνάμενος, ἔχουσαν οὕτως "ὁ Καῖσαρ Ῥωμαίων φιλίαν μετὰ Τούρκων ἐσπείσατο καὶ εἰσῆλθε μέχρι τοῦ Ἀδορβαδιγάνου καλουμένου τόπου, καὶ ὅτι πέμψας στρατιὰν κατ' αὐτοῦ αὐτόν τε καὶ τοὺς Τούρκους διώλεσα, οἱ δὲ περιλειφθέντες ἔφυγον. μὴ οὖν ἀπάρῃς ἐκ τῆς Ῥωμαίων γῆς, ἀλλὰ τῇ Χαλκηδόνι προσέδρευε, Ῥωμαίους αἰχμαλωτεύων καὶ