Expositio in Psalmos ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
Εἰς τὸ τέλος, ἐν ὕμνοις. Ψαλμὸς ᾠδῆς τῷ ∆αβίδ. (A f. 20.) Τὸν μὲν τρίτον
Τῷ Κυρίῳ ὑπὲρ τῶν λόγων Χουσὶ υἱοῦ Ἰεμενεί. (A f. 3 b) Σὺ δέ μοι ὅρα, ὅτι σε
ΨΑΛΜΟΣ ΙΘʹ. Ἐπακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως. (A f. 116 b.) Ἀεὶ τῶν ἁγίων τέταται
Κρῖνόν με, Κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην. (A f. 141) Τὸ μέν τοι
Μέγας Κύριος, καὶ αἰνετὸς σφόδρα ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἀγίῳ
κοιλάδες χρηματίζουσιν; Ὅτι τῶν νοητῶν ὀρῶν, δηλαδὴ τῶν προφητῶν, τὸ ὕδωρ ἀποδέχονται.
Εἶπα τοῖς παρανομοῦσι, μὴ παρανομεῖν, καὶ τοῖς ἁμαρτάνουσι· Μὴ ὑψοῦτε
Πρὸς σὲ κεκράξομαι ὅλην τὴν ἡμέραν. (E f. 177, K f. 159 b) Τὸ ὅλην τὴν
[Καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου. Νοητὸς δέ που πάντως ὁ τοιοῦτός
τοὺς οἰομένους τῷ πλήθει τοῦ στρατοῦ ἑλεῖν τὸν δίκαιον, ταῦτα εἴρηται. ∆ιὰ πείρας γὰρ αὐτῆς μαθὼν ὅσην ἔχει τὴν ὄνησιν τὸ ἐπὶ Θεῷ πεποιθέναι, καὶ παρ' αὐτοῦ μόνου σώζεσθαι ζητεῖν, κοινωφελὲς μάθημα προτίθεται τὸ συμβεβηκὸς αὐτῷ, καί φησιν· Ὦ τυ φλοὶ τὰς φρένας, τὸν νοῦν τε παχεῖς, μέχρι τίνος οὐκ ἀποβαλεῖσθε τὴν ἀῤῥωστίαν; ἕως τίνος οὐ γνώ σεσθε, ὅτι ἡ ἐπ' ἀνθρώποις ἐλπὶς ματαιότης ἐστὶ καὶ ψεῦδος; Γίγας γὰρ οὐ σωθήσεται ἐν πλήθει ἰσχύος αὐτοῦ. Καὶ ἁπλῶς δὲ ὁ ∆αβὶδ υἱοὺς ἀνθρώπων καλεῖ τοὺς ἐν πονηρίᾳ ζῶντας, τοὺς πρὸς ἀσέβειαν ἐπιῤῥεπεῖς· ἐπεὶ οἱ μὴ τοιοῦτοι, τῇ φύσει μὲν ἀν θρώπων υἱοὶ, τῇ χάριτι δὲ οὐκ ἔτι, ἀλλ' υἱοὶ Θεοῦ. Καὶ γνῶτε ὅτι ἐθαυμάστωσε Κύριος τὸν ὅσιον αὐτοῦ. (A f. 24.) Ἡ μὲν γὰρ τῶν ἐπιγείων ἀπόλαυσις κατ' οὐδὲν, οἶμαι, διαφέρει τῶν ἐν ὁράμασι τερπνῶν, 69.737 ἃ μόνον ὀφθέντα καταλήγει πρὸς τὸ μηδὲν, τὸν τοῦ ῥέγχοντος νοῦν διαπαίξαντα· τὰ δέ γε λαμπρὰ τῆς δικαιοσύνης αὐχήματα, καὶ τὰ ἐπ' αὐτῇ παρὰ τοῦ Θεοῦ γέρα, μακρὰν καὶ ἀκράδαντον ἔχει τὴν μέθ εξιν καὶ περιφανὲς τὸ ἀξίωμα. ∆έχεται γὰρ ὁ Θεὸς τὰς τῶν ὁσίων φωνὰς, καὶ ἀποπεραίνει τὰ αἰτήμα τα· οὗ τί γένοιτ' ἂν τὸ ἰσοστατοῦν; Ὀργίζεσθε καὶ μὴ ἁμαρτάνετε. (A f. 24.) Ἄπασι μὴν ἀνθρώποις συμβαίνει τὸ τῆς ὀργῆς πάθος, μητέρα ἔχον λύπην ἢ μικροψυχίαν ἢ πλεονεξίαν ἢ τὴν παρά τινων λοιδορίαν. Ἔξεστι δὲ ταύτην ἀνακόπτειν, καθάπερ καὶ τὰς σωματικὰς ὀρέξεις. Τὸ μὲν γὰρ μηδόλως αὐτὰς ἐν ἡμῖν κινεῖ σθαι, τάχα που καὶ ἀνέφικτον καὶ οὐκ ἐφ' ἡμῖν. Ἐν ἡμῖν δὲ τὸ ἐπιτιμᾷν τοῖς κινήμασιν· οὕτω καὶ ἐπὶ τῆς ὀργῆς· δριμὺ μὲν γὰρ ἐν ἡμῖν ἐστιν, ὅτε ποιεῖ ται τὸ κίνημα, πλὴν ὥσπερ τισὶ χαλινοῖς ἀνακόπτε ται, τοῖς εἰς τὸ ἄμεινον ἐπιλογισμοῖς. Καὶ ἕως μὲν ἀδρανές ἐστι ἔτι τὸ πάθος ἐν ἡμῖν, συγγνώμης ἀξιοῦ ται παρὰ τοῦ Θεοῦ· ἐπειδ' ἂν δὲ τὰ ἐξ αὐτοῦ ἐμ φαίνηται κακὰ, τότε τὰς δίκας ὑφέξομεν. Τὸ αὐτὸ δὲ καὶ ἐπὶ τῶν σαρκικῶν ὀρέξεων· ἀπρακτούσης γὰρ ἐν ἡμῖν τῆς φαύλης ἡδονῆς, συνηρεμήσει πάντως καὶ αὐτῇ ὁ κολάζων νόμος· ἐνηνεγμένης δὲ ἤδη πρὸς πέρας, τὰ τῆς δίκης συνεκτείνεται. Φησὶν οὖν καὶ νῦν ὁ ∆αβὶδ, ὅτι Κἂν ἀπροαιρέτως ὀργισθῆτε, ὅπερ οὐχ ἁμάρτημα τέλειον, μὴ προσθῆτε καὶ τὴν πρᾶ ξιν, ἵνα μὴ τέλειον ᾖ τὸ ἁμάρτημα. Εὐφυῶς γὰρ συγχωρεῖ τὸ ἔλαττον ὡς ἀσθενεστέροις, τὴν ὀργὴν λέγω, ἵνα κωλύσῃ τὸ μεῖζον, τουτέστι τὸν φόνον καὶ ὅσα ἐκ τοῦ θυμοῦ μὴ κολαζομένου τίκτεται. Θύσατε θυσίαν δικαιοσύνης, καὶ ἐλπίσατε ἐπὶ Κύριον. (A f. 25 b.) Τίθησι δὲ τὰ καθ' ἑαυτὸν εἰς παρά δειγμα ὁ ∆αβίδ· καὶ ὅτι τοῖς θύουσι τῷ πανάγνῳ Θεῷ τοὺς ἐκ τῆς δικαιοσύνης καρποὺς οὐκ ἄμισθος ἡ εἰς αὐτὸν ἐλπὶς, πειρᾶται διδάσκειν. Καὶ γὰρ μο νονουχὶ, φησὶ, τέθυκα τὴν δικαιοσύνην, ἐποιησάμην δὲ καὶ ἐπ' αὐτῷ τὴν ἐλπίδα, καὶ κεκράτηκα τῶν ἐχθρῶν, εἰ καὶ τεθρήνηκα πεσόντα τὸν νεανίαν. Λέ γων δὲ, "Θύσατε θυσίαν δικαιοσύνης," οὐ τὴν ἐν σκιαῖς ἀποδέχεται ταῖς κατὰ τὸν νόμον, τὴν ἐν Χρι στῷ δὲ μᾶλλον καὶ εὐαγγελικήν. Ὁ μὲν γὰρ ἀρχαῖος ἐδίδασκε νόμος τὰς δι' αἱμάτων ποιεῖσθαι προσαγω γὰς, ἀλλ' οὐκ ἦν ἐν αὐταῖς τελειοῦσθαι τὸν ἄνθρω πον κατὰ συνείδησιν· προσεκομίζοντο γὰρ τῆς ἀλη θοῦς λατρείας προανατυποῦσαι τὴν εὐοσμίαν, καὶ ἦσαν μέχρι καιροῦ διορθώσεως ἐπικείμεναι. Τοιγάρ τοι καὶ ἐν Χριστῷ κατηργήθη μὲν ἡ σκιά· περι αστράπτει δὲ λοιπὸν τὰς τῶν πιστευσάντων καρδίας τῆς ἀληθείας τὸ φῶς. Λέγοι δ' ἂν καὶ Ἰουδαίοις ὁ Κύριος, ὅτι Αἱ διὰ τῶν θυμάτων θυσίαι καὶ αἱμά των ὑμᾶς εἰς οὐρανὸν οὐκ ἀναβιβάσουσιν· ἀλλ' ὁ ἐξ οὐρανοῦ καταβὰς ἐγὼ, ἐφ' ὃν μόνον ἐλπίζετε, μηδένα τοῦ γράμματος ποιούμενοι λόγον. 69.740 Πολλοὶ λέγουσι· Τίς δείξει ἡμῖν ἀγαθὰ; (A f. 25 b.) Οἱ μὲν γὰρ ὀλίγοι, φησὶ, καὶ δόκιμοι καὶ φιλοσοφεῖν εἰδότες, ἀκατάσειστον ἐπὶ Θεῷ τὴν ἐλπίδα ἔχουσι· τεθαρσήκασι γὰρ ἐπαγγελλομένῳ τὰ ὑπὲρ νοῦν ἀγαθά· οἱ δὲ πολλοὶ, τουτέστι τὸ κεχυμέ νον πλῆθος, τὸ ἀδιάκριτον, τὸ ἀνοίᾳ προσηλωμένον, τὴν παραυτίκα μέθεξιν τῶν σαρκικῶν ἀκαθαρσιῶν τῶν ἐν ἐλπίδι ἀγαθῶν προτιμήσαντες, φασί· "Τίς δείξει ἡμῖν τὰ ἀγαθά;" Ταῦτα τῶν περὶ τὰς διοική σεις τοῦ Θεοῦ ὀλιγωρούντων τὰ ῥήματα· Ποῦ τοῦ Θεοῦ πρόνοια, τοσαύτης