ὀλίγα· 26.37 Ἐγὼ γὰρ ἤλπισα ἐπὶ τῷ αἰωνίῳ τὴν σωτηρίαν ὑμῶν, καὶ ἦλθέ μοι χαρὰ παρὰ τοῦ ἁγίου. Ἐπειδὴ δὲ καὶ πρὸς Ἑβραίους γράφων ὁ Ἀπόστολός φησιν, Ὃς ὢν ἀπαύγασμα τῆς δόξης, καὶ χαρακ τὴρ τῆς ὑποστάσεως αὐτοῦ· ψάλλει δὲ καὶ ὁ ∆α βὶδ ἐν τῷ ὀγδοηκοστῷ ἐνάτῳ ψαλμῷ, Καὶ ἡ λαμ πρότης Κυρίου ἔστω ἐφ' ἡμᾶς, καὶ Ἐν τῷ φωτί σου ὀψόμεθα φῶς· τίς οὕτως ἐστὶν ἀνόητος, ὡς ἀμ φιβάλλειν περὶ τοῦ ἀεὶ εἶναι τὸν Υἱόν; Πότε γάρ τις εἶδε φῶς χωρὶς τῆς τοῦ ἀπαυγάσματος λαμπρότη τος, ἵνα καὶ περὶ τοῦ Υἱοῦ εἴπῃ, ἦν ποτε, ὅτε οὐκ ἦν, ἢ, ὅτι Πρὶν γεννηθῆναι οὐκ ἦν, Καὶ τὸ λε γόμενον δὲ ἐν τῷ ἑκατοστῷ τεσσαρακοστῷ τετάρτῳ ψαλμῷ πρὸς τὸν Υἱὸν, Ἡ βασιλεία σου βασιλεία πάντων τῶν αἰώνων, οὐκ ἐπιτρέπει τινὰ κἂν τὸ τυ χὸν διάστημα λογίσασθαι, ἐν ᾧ μὴ ὑπῆρχεν ὁ Λόγος. Εἰ γὰρ πᾶν διάστημα ἐν τοῖς αἰῶσι μετρεῖται, πάντων δὲ τῶν αἰώνων βασιλεύς ἐστι καὶ ποιητὴς ὁ Λόγος· ἀνάγκη, μὴ ὄντος κἂν τοῦ τυχόντος διαστή ματος πρὸ αὐτοῦ, μανία τὸ λέγειν, Ἦν ποτε ὅτε οὐκ ἦν ὁ αἰώνιος, καὶ, Ἐξ οὐκ ὄντων ἐστιν ὁ Υἱός. Λέγοντος δὲ καὶ αὐτοῦ τοῦ Κυρίου, Ἐγώ εἰμι ἡ ἀλήθεια, καὶ οὐ λέγοντος, Ἐγενόμην ἀλήθεια, ἀλλ' ἀεὶ τὸ Εἰμὶ, λέγοντος, Ἐγώ εἰμι ὁ ποιμήν· Ἐγώ εἰμι τὸ φῶς· καὶ πάλιν, Οὐχ ὑμεῖς λέγετέ με, ὁ Κύ ριος, καὶ ὁ διδάσκαλος, καὶ καλῶς λέγετε, Εἰμὶ γάρ· τίς, τὸ τοιοῦτον ἀκούων ῥῆμα παρὰ Θεοῦ καὶ Σοφίας καὶ Λόγου Πατρὸς περὶ ἑαυτοῦ λέγοντος, ἔτι διστάξειε περὶ τῆς ἀληθείας, καὶ οὐκ εὐθὺς πι στεύσει, ὅτι ἐν τῷ, Εἰμὶ, τὸ ἀΐδιον καὶ τὸ πρὸ παν τὸς αἰῶνος ἄναρχον τοῦ Υἱοῦ σημαίνεται; Ὅτι μὲν οὖν τὸ ἀΐδιον περὶ τοῦ Υἱοῦ αἱ Γρα φαὶ δείκνυνται λέγουσαι, φανερὸν ἐκ τῶν εἰρημένων· ὅτι δὲ ἅπερ φθέγγονται οἱ Ἀρειανοὶ λέγοντες τὸ οὐκ ἦν, καὶ τὸ πρὶν, καὶ τὸ ὅτε, αἱ αὐταὶ Γραφαὶ περὶ τῶν κτισμάτων λέγουσι, δηλώσει πάλιν τὰ μέλλοντα λέγεσθαι. Ὁ μὲν γὰρ Μωϋσῆς περὶ τῆς καθ' ἡμᾶς γενέσεως διηγούμενός φησι· Καὶ πᾶν χλωρὸν ἀγροῦ πρὸ τοῦ γενέσθαι ἐπὶ τῆς γῆς· καὶ πάντα χόρτον ἀγροῦ πρὸ τοῦ ἀνατεῖλαι· οὐ γὰρ ἔβρεξεν ὁ Θεὸς ἐπὶ τὴν γῆν, καὶ ἄνθρωπος οὐκ ἦν ἐργάζεσθαι τὴν γῆν· καὶ ἐν μὲν τῷ ∆ευτερονομίῳ· Ὅτε διεμέριζεν ὁ Ὕψιστος ἔθνη. Ὁ δὲ Κύριος διὰ μὲν ἑαυτοῦ ἔλεγεν· Εἰ ἠγαπᾶτέ με, ἐχάρητε ἂν, ὅτι εἶπον· Πορεύομαι πρὸς τὸν Πατέρα, ὅτι ὁ Πατὴρ μείζων μοῦ ἐστι· καὶ νῦν προείρηκα ὑμῖν, 26.40 πρὶν γενέσθαι, ἵνα, ὅταν γένηται, πιστεύσητε· περὶ δὲ τῆς κτίσεως διὰ Σολομῶνός φησι· Πρὸ τοῦ τὴν γῆν ποιῆσαι, καὶ πρὸ τοῦ τὰς ἀβύσσους ποιῆσαι, καὶ πρὸ τοῦ προελθεῖν τὰς πηγὰς τῶν ὑδάτων, καὶ πρὸ τοῦ ὄρη ἑδρασθῆναι, πρὸ δὲ πάν των τῶν βουνῶν γεννᾷ με· καὶ, Πρὶν Ἀβραὰμ γενέσθαι, ἐγώ εἰμι. Περὶ δὲ Ἱερεμίου λέγει· Πρὸ τοῦ με πλάσαι σε ἐν κοιλίᾳ, ἐπίσταμαί σε. Καὶ ὁ μὲν ∆αβὶδ ψάλλει· Κύριε, καταφυγὴ ἐγενή θης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ. Πρὸ τοῦ ὄρη γενη θῆναι καὶ πλασθῆναι τὴν γῆν καὶ τὴν οἰκουμέ νην, ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος σὺ εἶ· ἐν δὲ τῷ ∆ανιήλ· Ἀνεβόησε φωνῇ μεγάλῃ Σου σάννα, καὶ εἶπεν· Ὁ Θεὸς ὁ αἰώνιος, ὁ τῶν κρυ πτῶν γνώστης, ὁ εἰδὼς τὰ πάντα πρὶν γενέσεως αὐτῶν. Τὸ ἄρα, Οὐκ ἦν ποτε, καὶ τὸ, πρὶν γενέ σθαι, καὶ τὸ, ὅτε, καὶ ὅσα τοιαῦτά ἐστι λεξείδια ἐπὶ μὲν τῶν γενητῶν καὶ κτισμάτων, τῶν ἐξ οὐκ ὄν των γενομένων, ἁρμόζει λέγεσθαι, ἀλλότρια δὲ τοῦ Λόγου ἐστίν. Εἰ δὲ ταῦτα μὲν ἐπὶ τῶν γενητῶν, τὸ δὲ, ἀεὶ, ἐπὶ τοῦ Υἱοῦ λέγουσιν αἱ Γραφαὶ, οὐκ ἄρα, ὦ θεομάχοι, ἐξ οὐκ ὄντων γέγονεν ὁ Υἱὸς, οὐδὲ ὅλως τῶν γενητῶν ἐστιν ὁ Υἱὸς, ἀλλὰ τοῦ Πατρὸς εἰκὼν καὶ Λόγος ἀΐδιός ἐστιν, οὐδὲ πώποτε οὐκ ὢν, ἀλλὰ ἀεὶ ὢν, ὡς ἀϊδίου ὄντος φωτὸς ἀΐδιον ἀπαύγασμα. Τί τοίνυν χρόνους πρὸ τοῦ Υἱοῦ φαντάζεσθε; ἢ διὰ τί μετὰ χρόνους βλασφημεῖτε τὸν Λόγον, δι' οὗ καὶ οἱ αἰῶνες γεγόνασι; Πῶς γὰρ ὅλως χρόνος ἢ αἰὼν ὑπέστη μήπω φανέντος καθ' ὑμᾶς τοῦ Λόγου, δι' οὗ τὰ πάντα γέγονε, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν; Ἢ διὰ τί, χρόνον σημαίνοντες, οὐ λέγετε φανερῶς· Ἦν χρόνος ὅτε οὐκ ἦν ὁ Λόγος; Ἀλλὰ τὸ μὲν ὄνομα τοῦ χρόνου σκέπετε πρὸς ἀπάτην τῶν ἀκεραίων, τὸ φρόνημα δὲ
8