ποίῳ καιρῷ, πότε ξύλον τεμεῖν. Ἕκαστος γὰρ καιρὸς ἔχει τὴν ἰδίαν ἐργασίαν. Τέσσαρας γὰρ ἔχει καιροὺς ὁ χρόνος· ἕκαστος δὲ καιρὸς ἔχει τὴν ἰδίαν ἐργασίαν Ἐρώτ. νβʹ. ∆ιὰ τί τὰ μὲν φυτὰ πρὸ τῶν φωστήρων ἐποίησεν ὁ Θεὸς, τὰ δὲ ζῶα μετὰ ταῦτα; Ἀπόκ. ∆ιότι τὰ μὲν φυτά εἰσιν ἄψυχα, καὶ οὔτε ὀφθαλμοὺς ἔχουσι, καὶ ἐκτίσθησαν πρὸ τῶν φωστήρων· ἐβάσταζον γὰρ τοῦ φωτὸς τὴν λαμπρότητα· μετὰ δὲ τοὺς φωστῆρας ὕστερον ἐγένοντο τὰ ζῶα· ἐπειδὴ ἐμέρισεν ὁ Θεὸς τὸ φῶς τὸ πρῶτον τὸ μέγα ὃ ἐποίησεν εἰς τοὺς φωστῆρας, καὶ διεσκορπίσθη, καὶ ἐγένετο ἐλαφρότερον· εἰ μὴ γὰρ οὕτως ἐγένετο, οὐκ ἠδύνατο τὰ ζῶα ὑποφέρειν τὴν πολλὴν ἀστραπὴν καὶ τὴν λαμπρότητα ὅλου τοῦ πυρὸς ἐκείνου. Καὶ διὰ τοῦτο ἐγένοντο ὕστερον τὰ ζῶα, ὅπως δύνωνται φέ ρειν τοῦ πυρὸς τὴν λαμπρότητα. Ἐρώτ. νγʹ. ∆ιὰ τί ὁ Θεὸς πλάσας τὸν ἄνθρωπον ἐκ τῆς γῆς, οὐκ ἔπλασε καὶ τὴν Εὔαν. ἀλλ' ἐκ τῆς πλευ ρᾶς αὐτοῦ ἔπλασεν αὐτήν; Ἀπόκ. Ἵνα μὴ ἔχωσιν ἀφορμὴν λέγειν, ὅτι ἄλλο τὸ 28.733 χῶμά ἐστι τοῦ Ἀδὰμ, καὶ ἄλλο τῆς Εὔας· καὶ κρεῖσ σον ἦν τὸ χῶμα ὃ ἔπλασε τὸν Ἀδὰμ, καὶ ἐξ ἐκείνου εἰσὶν οἱ καλοὶ καὶ ἐνάρετοι ἄνθρωποι· ἀπὸ δὲ τῆς Εὔας εἰσὶν οἱ κακοὶ καὶ πονηροὶ, καὶ οἱ σκολιοὶ ἄν θρωποι. ∆ιὰ τοῦτο ἔπλασεν αὐτοὺς ὁ Θεὸς ἐξ ἑνὸς χώ ματος. Ἐρώτ. νδʹ. ∆ιὰ τί, ὡς ἔστι κρεῖσσον καὶ παραδο ξότερον ποίημα τοῦ Θεοῦ ὁ ἄνθρωπος (βασιλέα γὰρ αὐτὸν πεποίηκεν ἐπὶ τῆς γῆς, καὶ κατ' εἰκόνα καὶ καθ' ὁμοίωσιν αὐτοῦ ἐποίησεν αὐτὸν), πῶς ἔπλασεν αὐτὸν ὁ Θεὸς ὕστερον πάντων; Ἀπόκ. Ἐπειδὴ ὥσπερ βασιλεὺς, ὅταν μέλλει ἀπελ θεῖν ἐν πόλει τινὶ, πρῶτον εὐτρεπίζουσιν αὐτοῦ τὴν ἑτοιμασίαν, καὶ κατασκευάζοντες αὐτοῦ τὴν δωρο φορίαν, καὶ πᾶσαν αὐτοῦ τὴν ὑπηρεσίαν καὶ ἀνά παυσιν, μετὰ τοῦτο δὲ παραγίνεται ὁ βασιλεὺς, οὕτω γέγονε καὶ ἐπὶ τοῦ ἀνθρώπου. Πρῶτον ἐφρόντισεν ὁ Θεὸς τὰ τῆς ἀναπαύσεως αὐτοῦ, καὶ εἰργάσατο τὴν κατ οικίαν αὐτοῦ καὶ πᾶσαν τὴν χρείαν καὶ ἀνάπαυσιν αὐτοῦ, καὶ μετὰ ταῦτα ἔπλασεν αὐτόν. Ἐρώτ. νεʹ. Τί ἐστι τό· «Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν, καὶ καθ' ὁμοίωσιν;» Τί τὸ «κατ' εἰκόνα;» καὶ τί τὸ «καθ' ὁμοίωσιν;» Ἀπόκ. Οὐχ ὥσπερ οἱ ἄνθρωποι, οὕτως καὶ ὁ Θεός ἐστιν ἀνθρωπόμορφος· ἄπαγε! Ἀλλὰ τὸ «κατ' εἰκό να» τοῦτό ἐστιν· ὥσπερ γὰρ ὁ Θεὸς βασιλεύει ἐν παντὶ κόσμῳ, καὶ ἄρχει, καὶ ἐξουσιάζει πάντων τῶν ἐν οὐρανῷ καὶ τῇ γῇ· οὕτω καὶ ὁ ἄνθρωπος ἄρχων καὶ βασιλεὺς καθέστηκε πάντων τῶν ἐπιγείων πρα γμάτων, καὶ αὐτεξουσίως ὃ βούλεται πράττει, καθ άπερ καὶ ὁ Θεός· καὶ τοῦτό ἐστι τὸ «κατ' εἰκόνα.» Τὸ δὲ «καθ' ὁμοίωσίν» ἐστι τὸ ἀγαθὸν καὶ ἐνάρετον. Ὥσπερ γὰρ ὁ Θεὸς ἀγαθός ἐστι καὶ ἐλεήμων, καὶ εὔ σπλαγχνος, καὶ δίκαιος, μακρόθυμός τε καὶ πρᾶος, ἀγαπητικός τε καὶ συμπαθὴς, εἰρηνικός τε καὶ ἐπι εικὴς, ἐλεῶν καὶ τρέφων πάντας ἀνθρώπους, καὶ ἐπὶ πᾶσι τὸ ἀγαθὸν ἐνδεικνύμενος· τοιούτῳ τρόπῳ εἰρ γάσατο καὶ ἔπλασε, καὶ θέλει εἶναι τὸν ἄνθρωπον, ἵνα πάσῃ ἀρετῇ ὑπάρχῃ κατακεκοσμημένος, καὶ ... μιμεῖται Θεῷ κατὰ τὸ δυνατὸν ἀνθρώπῳ ἐν πάσῃ ἀγαθοεργίᾳ καὶ σεμνότητι. Ἐρώτ. νςʹ. Τίνι ὁ Θεὸς εἴρηκε· «Ποιήσωμεν ἄν θρωπον κατ' εἰκόνα ἡμετέραν, καὶ καθ' ὁμοίωσιν;» Ἀπόκ. Τινὲς τῶν δυσωνύμων αἱρετικῶν πρὸς τοὺς ἀγγέλους αὐτὸ εἰρηκέναι καὶ τοὺς πονηροὺς δαίμονας ἔφθασαν· οὐ συνιέντες οἱ ἐμβρόντητοι, ὅτι οὐ κατ' εἰκόνας ἡμετέρας ἔφη, ἀλλὰ κατ' εἰκόνα ἡμετέραν. Θεοῦ δὲ καὶ ἀγγέλων καὶ δαιμόνων οὔτε οὐσία οὔτε εἰκὼν ἡ αὐτή. Ἐγὼ δέ φημι, ὅτι, προθεωρῶν τὴν τοῦ Μονογενοῦς σάρκωσίν τε καὶ ἐνανθρώπησιν, καὶ ὡς ταύτην τὴν φύσιν ἐκ Παρθένου λήψεται, καὶ οὕτως ἑαυτῷ ἓν μὲν πρόσωπον Θεοῦ καὶ ἀνθρώπου νοήσας, καὶ μίαν αὐτῷ προσκύνησιν παρὰ τῆς κτίσεως ἁπά 28.736 σης προσφέρεσθαι, πρὸς αὐτὸν τὸν μονογενῆ Υἱὸν ποιεῖται τὸν λόγον. Ἐρώτ. νζʹ. Ποία ἐστὶν ἀρχὴ καὶ προτερεύει, ἡ νὺξ ἢ ἡ ἡμέρα; Ἀπόκ. Ἀπὸ μὲν τῆς ἀρχῆθεν κοσμοποιίας, ἤτοι τῆς πλάσεως τοῦ Ἀδὰμ, ἕως τῆς Χριστοῦ παρουσίας πρώτη ὑπῆρχεν ἡ ἡμέρα, καθὼς λέγει καὶ ἡ θεία Γραφή· καὶ ὅτι εἶπεν ὁ Θεός·
8