ἐναλλομένους, καὶ οὐχὶ δὴ μᾶλλον ποιουμένους ἐν σπουδῇ τὸ ἀσθενὲς αὐτῶν ἐπιῤῥῶσαι συνειδός;
Υἱὸς καὶ εἰς τὸν μέλλοντα αἰῶνα τῆς κατὰ πάντων ἐξουσίας τὴν ὑπεροχήν.
δόξης· ἐὰν δὲ μολυνθῇ, στερεῖται τῆς τοιαύτης δόξης. Οὐκ οἴδατε ὅτι τὸ σῶμα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν Ἁγίου Πνεύματος. Κατῴκηκε γὰρ ἐν ἡμῖν τὸ τῆς "υἱοθεσίας Πνεῦμα," τουτέστι τὸ Ἅγιον, "ἐν ᾧ κράζομεν Ἀββᾶ ὁ πατήρ·" ἠγοράσμεθα δὲ καὶ τιμῆς, τεθεικότος ὑπὲρ ἡμῶν τὴν ἰδίαν ψυχὴν 267 τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ· ἐσμὲν οὖν ἄρα ναοὶ Θεοῦ ζῶντος, ἐναυλίζεται γὰρ ἡμῖν δι' Ἁγίου Πνεύματος Χριστὸς, ἔχων ἐν ἰδίᾳ φύσει καὶ τὸν ἐξ οὗ πέφηνεν οὐσιωδῶς Πατέρα καὶ Θεόν· ἔφη γὰρ αὐτός "Ἐάν τις ἀγαπᾷ με, "τὸν λόγον μου τηρήσει, καὶ ὁ Πατήρ μου ἀγαπήσει αὐ"τὸν, καὶ πρὸς αὐτὸν ἐλευσόμεθα καὶ μονὴν παρ' αὐτῷ "ποιησόμεθα." ἀπέστω δὴ οὖν τῶν ἡμετέρων διανοιῶν ὡς ἀπὸ ναοῦ Θεοῦ ἡ κάκοσμος ἡδονὴ, ἀναφοιτάτω δὲ μᾶλλον καθάπερ ἐν τάξει θυμιαμάτων τῆς ἐγκρατείας ἡ εὐοσμία, καὶ παραστήσωμεν "τὰ σώματα ἡμῶν θυσίαν ζῶσαν, ἁγίαν, "εὐάρεστον τῷ Θεῷ, τὴν λογικὴν λατρείαν" ἡμῶν· ἠγοράσθημεν γὰρ "οὐ φθαρτοῖς ἀργυρίῳ ἢ χρυσίῳ, ἀλλὰ τιμίῳ "αἵματι," κατὰ τὸ γεγραμμένον· οὐκοῦν τῷ πριαμένῳ δουλεύσωμεν, αὐτῷ παραστήσωμεν ἑαυτοὺς εἰς ὑπακοὴν, "καὶ "τὰ μέλη ἡμῶν ὅπλα δικαιοσύνης τῷ Θεῷ·" γέγραπται γὰρ ὅτι "Τὸ δὲ σῶμα οὐ τῇ πορνείᾳ ἀλλὰ τῷ Κυρίῳ, καὶ ὁ "Κύριος τῷ σώματι." ὅταν τοίνυν τηρῶμεν τὰ μέλη τοῦ σώματος, τὸν ἐκ τῆς φιλοσαρκίας οὐκ ἔχοντα μολυσμὸν, τότε καὶ ὁ Κύριος ἔσται τῷ σώματι· κατοικεῖ γὰρ ἐν ἁγίοις ἅγιος ὢν κατὰ φύσιν ὡς Θεός. Λέγω δὲ τοῖς ἀγάμοις καὶ ταῖς χήραις, καλὸν αὐτοῖς ἐστιν ἐὰν μείνωσιν ὡς κἀγώ. Ἐλαφροὶ καὶ εὐπάροιστοι κατεφωρῶντο λίαν εἰς πᾶν ὁτιοῦν τῶν σφίσι καθ' ἡδονὴν οἱ ἐξ Ἰσραήλ· ταύτῃτοι δικαίως τὸ χρῆναι γνωμοδοτεῖν παρῄρηντο νόμῳ· ἐπ' αὐτῶν γὰρ, φησὶν, οὐκ ἔστιν προσθεῖναι, καὶ ἀπ' αὐτῶν οὐκ ἔστιν ἀφελεῖν· οἱ δέ γε τῶν εὐαγγελικῶν θεσπισμάτων εἰσηγηταὶ βεβηκότα τὸν νοῦν ἔχοντες εἰς τὸ ἀγαθὸν, καὶ αὐτὸν ἐν ἑαυτοῖς ἐσχηκότες λαλοῦντα Χριστὸν, ἐθαρσήθησαν εἰκότως 268 ἐπ' ἐξουσίας ποιεῖσθαι πολλῆς τοὺς τῆς ὑφηγήσεως λόγους, κἂν εἰ μή τι κέοιτο τῶν πρακτέων παρά γε τοῖς ἱεροῖς γράμμασιν· τοιοῦτός τις ὑπάρχων καὶ ὁ θεσπέσιος Παῦλος Λέγω δέ φησι τοῖς ἀγάμοις καὶ ταῖς χήραις, καλὸν αὐτοῖς ἐὰν μείνωσιν ὡς κἀγὼ, καὶ τὰ ἑξῆς· ἔνθα μὲν γὰρ οὐ θεῖος ἡμῖν νόμος τό Λέγω τέθεικεν ἀναγκαίως· οὗ δὲ Χριστὸς ὁ προστάττων ἦν, τό Παραγγέλλω φησὶ, προσεπάγων εὐθὺς τό Οὐκ ἐγὼ, ἀλλ' ὁ Κύριος· τί δὲ ἄρα παρῶπται τῶν ἀναγκαίων νομοθετοῦντι Χριστῷ; ἐπινοοῦσι δὲ τί τὸ ἄμεινον οἱ μυσταγωγοί; καίτοι πῶς οὐκ ἀμαθὲς καὶ ἀπόπληκτον παντελῶς τὸ μὴ ἀρτίως ἔχειν οἴεσθαι τὰ παρὰ Χριστοῦ; τί οὖν ἐροῦμεν; οὐκ ἀπέφησεν τὸν γάμον τὸ εὐαγγελικὸν καὶ θεσπέσιον κήρυγμα, ἐπιμετροῦντος οἶμαί που τοῦ Θεοῦ τῇ ἀνθρώπου φύσει τὴν ἐντολήν· ἔφη γὰρ τοῖς πειράζουσι φαρισαίοις ὁ Κύριος ἐρωτήσασιν αὐτόν "Εἰ ἔξεστιν ἀπολῦσαι τὴν γυ"ναῖκα αὐτοῦ" μὴ ἐπὶ πορνείᾳ, ὅτι ὁ ἀπολύων "τὴν γυναῖκα "αὐτοῦ παρεκτὸς λόγου πορνείας, ποιεῖ αὐτὴν μοιχευθῆναι." πρὸς ταῦτα λέγουσιν αὐτῷ οἱ μαθηταί "Εἰ οὕτως ἐστὶ τοῦ "ἀνθρώπου ἡ αἰτία μετὰ τῆς γυναικὸς, οὐ συμφέρει γαμῆ"σαι· ὁ δὲ εἶπεν αὐτοῖς Εἰσὶν εὐνοῦχοι οἵτινες ἐκ κοιλίας "μητρὸς ἐγεννήθησαν οὕτως, καί εἰσιν εὐνοῦχοι οἵτινες εὐνουχίσθησαν ὑπὸ τῶν ἀνθρώπων, καί εἰσιν εὐνοῦχοι οἵ"τινες εὐνούχισαν ἑαυτοὺς διὰ τὴν βασιλείαν τῶν οὐρανῶν· "ὁ δυνάμενος χωρεῖν χωρείτω." προὔθηκε γὰρ τοῖς ἐθέλουσι κατορθοῦν, οὐ μὴν ὑπήγαγε νόμῳ, ὅτι μὴ πάντας ἠπίστατο τῶν τῆς σαρκὸς κινημάτων κατευμεγεθεῖν δύνασθαι.
269 Καὶ τοῦτο εἰς ἅπαν ἔχει τι τοιοῦτον καὶ ἡ κατὰ νόμον σκιά· προστέταχε μὲν γὰρ τοὺς τῶν θυσιῶν ποιεῖσθαι τρόπους εἰς δόξαν Θεοῦ, τοῦτο μὲν ὑπὲρ ἁμαρτίας καὶ ἀγνοημάτων, τοῦτο δὲ εἰς καθαρισμὸν καὶ ἀπόῤῥιψιν ῥύπου, καὶ μὴν καὶ τὰς ἐν σαββάτῳ τὰς κατὰ νουμηνίαν, τὰς ἐν ταῖς ἑορταῖς· ἠφίει γεμὴν πρὸς τούτοις καὶ