8
ὀργὴ τὸ πάθος τῶν ἐξαποστελλομένων ἐστίν· εχει γὰρ τὸ ειναι ἐν μόνῃ τῇ θυμικῇ τῆς ψυχῆς δυνάμει, ης εξω γενομένη οὐδ' ολως ὑφίσταται· εστι γὰρ τῶν ἐν αλλοις τὸ ειναι ἐχόντων. 33Ps 6,3-4a Ιασις δὲ ἀσθενείας ψυχῆς ἡ ἐκ θεοῦ δύναμις, ὡς λέγειν τὸν ταύτης τυχόντα Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντι με Χριστῷ. Οτι δὲ οὐκ ειπου τῆς γραφῆς ειρηται ̓Οστᾶ, οὐ πάντως περὶ τῶν αἰσθητῶν ἐστιν τὸ δηλούμενον, ἐπιστατέον τῷ Πάντα τὰ ὀστᾶ μου ἐροῦσιν Κύριε κύριε, τίς ομοιός σοι; καὶ τῷ ∆ιεσκορπίσθη τὰ ὀστᾶ ἡμῶν παρὰ τὸν ᾳδην. 34 Ps 6,5a Τὸ ̓Επίστρεψον διττῶς νοεῖται. δηλοῦται γὰρ ὁτὲ μὲν νόησις τοιαύτη· ἐπεὶ ἀπέστρεψας τὸ πρόσωπόν σου ἐπ' ἐμοῦ, διὰ τί μοι χρήσιμον παρακαλῶ, οπως ἐπιστρέψῃς καὶ ἐπιφάνῃς μοι αὐτό. ὁτὲ δὲ παρίσταται θεωρία τοιαύτη· ἐπεὶ ἡ ψυχή μου ἁμαρτάνουσα ἀπεστράφησεν ἐπὶ κακῷ τῷ ἑαυτῆς, ἐπιστρέψας αὐτὴν πρὸς ἑαυτὸν ἀνακαλούμενος κατὰ τὸ Ἐπιστράφητε, υἱοὶ ἀφεστηκότες, λυτρῶσαι αὐτὴν ἀπὸ τῶν μακρυνάντων ἁμαρτημάτων καὶ τῶν ἐνεργουσῶν αὐτὰ πονηρῶν δυνάμεων. 35Ps 6,6-7 Οἱ περὶ τοῦ κοινοῦ θανάτου ὑπονοοῦντες εἰρῆσθαι τὰ προκείμενα σφάλλονται, μᾶλλον δὲ ἀσεβοῦσιν. οἱ γὰρ αγιοι ανδρες οὐ τότε μόνον μνήμην εχουσι θεοῦ, οτε τὴν κοινὴν ζωὴν εχουσιν, ἀλλὰ πολλῷ μᾶλλον, οτε χωρίζονται τοῦ φθαρτοῦ σώματος. τί ουν φησιν; ἐπεὶ οὐδεὶς μεμνημένος σου ἐν θανάτῳ γίνεται ον ἡ ἁμαρτία ἀποτίκτει (ουτος δέ ἐστιν ὁ χωρίζων ἐναρέτου ζωῆς τὴν ἁμαρτάνουσαν ψυχήν), ποθῶ δὲ μνήμην σου εχειν· εἰς τοῦτ' αὐτὸ ῥέψας τὴν ἀγαθότητά σου· σῶσόν με, ινα μὴ ἰσχυσάσης κατ' ἐμοῦ τῆς προσούσης ἀσθενείας καὶ ταραχῆς καταποθῶ ὑπὸ τοῦ θανάτου. οὐ γὰρ ειρηται Οὐ μέμνηται θεοῦ ὁ ἐν θανάτῳ, ἀλλ' ̔Ο μνημονεύων αὐτοῦ οὐκ εστιν ἐν θανάτῳ, περὶ ου φησιν ὁ σωτὴρ ̔Ο τὸν λόγον μου ἀκούων θάνατον οὐ θεωρεῖ εἰς τὸν αἰῶνα. 36Ps 6,8b Ορα εἰ δύναται τὸ ̓Επαλαιώθην ἐν πᾶσι τοῖς ἐχθροῖς μου καὶ ἑτέραν νόησιν εχειν. οτε σὺν δικαιοσύνῃ εζων, ἐνέαζον ἀεὶ ζῶν κατὰ τὴν καινότητα τοῦ πνεύματος καὶ τὴν καινὴν διαθήκην· ἐπειδὴ δὲ ἐξ ἀπροσεξίας ἡμετέρας μετέστην τοῦ ἐπαινετῶς ζῆν παρὰ τοῖς ἐχθροῖς γενάμενος, πεπαλαίωμαι κατὰ τὴν τοῦ ἀνθρώπου ἐκείνου παλαιότητα, ον ἐκδύσασθαι Παῦλος παραινεῖ (φαῦλος δὲ βίος ουτος), ιν' ̓Ενδυσώμεθα τὸν νέον ανθρωπον τὸν κατὰ θεὸν κτισθέντα ἐν ὁσιότητι καὶ γνώσει τῆς ἀληθείας, ουτος δέ ἐστιν ὁ βίος ὁ ἀκηλίδωτος. 37 Ps 6,9 Νοήσεις δὲ ταῦτα λέγεσθαι καὶ πρὸς τοὺς τὴν συσκευὴν αὐτῷ κατεργασαμένους ἀοράτους ἐχθροὺς καὶ πονηρὰς δυνάμεις τὰς διαφθονουμένας τῇ κατὰ θεὸν αὐτοῦ προκοπῇ καὶ μετὰ τὴν ἁμαρτίαν ἐπιχαιρησικάκως λεγούσας Οὐκ εστιν σωτηρία αὐτῷ ἐν τῷ θεῷ αὐτοῦ. 38 Ps 6,11 ̓Αγαθῆ προθέσει ευχεται ὑπὲρ τῶν ἐχθρῶν· θέλει γὰρ αὐτοὺς αἰσχυνθῆναι ἐφ' οις επραττον, δι' α καὶ ἐχθροὶ τῶν δικαίων καὶ τοῦ θεοῦ ησαν. εσται δὲ τοῦτ' αὐτοῖς ἐπωφελές· ὁ γὰρ ἐξ αἰσθήσεως αἰσχυνθεὶς καὶ ταραχθεὶς ἐπὶ τῇ ἐνεργουμένῃ ὑπ' αὐτοῦ κακίᾳ, καταγνοὺς αὐτῆς, πεπαύσεται τοῦ ἐνεργεῖν ετι ουτως. Βεβαιοῦται ἡ ἐξήγησις ἐκ τοῦ ἐπιφερομένου στίχου ουτως εχοντος· ̓Επιστραφείησαν ταραχθέντες οἱ ἐχθροὶ, εἰς τὰ ὀπίσω μηκέτι τῆς κακίας εμπροσθεν ἐλαύνοντες ἀλλ' ἀνακάμπτοντες εἰς ην κατέλειπον ἐνάρετον πολιτείαν. τοῦτο δὲ αὐτὸ πρὸς ἀγαθοῦ γινόμενον αὐτοῖς μὴ ἐν ὑπερθέσει χρονικῇ η ἀνειμένως ἀλλὰ Σφόδρα διὰ τάχους γενέσθω.
39 Ps 7,1 Υἱὸς ̓Ιεμενεὶ ἐκλήθη ἀπὸ τοῦ δήμου, οθεν ην ὁ Σαοὺλ καὶ ὁ Σεμεεὶ
καὶ ὁ τὴν ἀγγελίαν καταμηνύσας τοῦ Σαούλ, υἱὸς δὲ ̓Αραχὶ ἀπὸ τοῦ πατρός, ἀρχιεταῖρος δὲ ὁ αρχων τῶν φίλων καὶ παλαιὸς κατὰ τὴν φιλίαν. Αιδει δὲ τὸν ψαλμὸν πρακτικῶς, αμα καὶ θεωρητικῶς αὐτὸν προφέρων. ειρηται δὲ ἐν τῇ ἐπιγραφῇ τοῦ τετάρτου ὡς πρᾶξιν ὁ ψαλμός, θεωρίαν δὲ ἡ ᾠδὴ δηλοῖ· καὶ ἐπεί εἰσιν ἐπιγραφαὶ εχουσαι Ψαλμὸν ᾠδῆς η ̓Ωιδὴν ψαλμοῦ, ῥητέον περὶ αὐτῶν, ὡς ψαλμοῦ