αὐτοῦ ἐγένετο». ἀνάγκη οὖν αὐτὸν εἶναι τὸν λόγον τοῦ θεοῦ, περὶ οὗ καὶ πάντα δι' αὐτοῦ γεγενῆσθαι ἔφησεν. Ἢ γὰρ δύο κόσμους ἀναγκασθή σονται λέγειν, ἵν' ὁ μὲν δι' υἱοῦ, ὁ δὲ διὰ τοῦ λόγου εἴη γεγονώς· ἢ εἰ εἷς ἐστιν ὁ κόσμος καὶ μία ἡ κτίσις, ἀκόλουθον καὶ ἕνα καὶ τὸν αὐτὸν υἱὸν καὶ λόγον πρὸ πάσης κτίσεως· δι' αὐτοῦ γὰρ γέ γονεν. Οὐκοῦν εἰ ὡς διὰ τοῦ λόγου, οὕτως καὶ διὰ υἱοῦ τὰ πάντα γέγονεν, οὐδὲν ἐναντίον φανήσεται, ἀλλὰ καὶ ταὐτὸν ἂν εἴη εἰπεῖν, ὡς «ἐν ἀρχῇ ἦν ὁ λόγος»· <καὶ> ἐν ἀρχῇ ἦν ὁ υἱός. Εἰ δέ, ὅτι μὴ εἶπεν ὁ Ἰωάννης· «ἐν ἀρχῇ ἦν ὁ υἱός», οὐχ ἁρμόζειν φήσουσι τῷ υἱῷ τὰ τοῦ λόγου, ὥρα καὶ τὰ τοῦ υἱοῦ μὴ ἁρμόζειν τῷ λόγῳ. Τοῦ δὲ υἱοῦ ἐδείχθη τὸ «ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν» καὶ τὸ «ὁ ὢν ἐν τοῖς κόλποις τοῦ πατρός», ὑπάρχειν αὐτόν· καὶ τὸ «ὁ θεωρῶν ἐμέ, θεωρεῖ τὸν πέμψαντά με» κοινὸν μέντοι πρός τε τὸν λόγον καὶ τὸν υἱὸν τὸ τὸν κόσμον δι' αὐτοῦ γεγενῆσθαι· ὡς ἐκ τούτου δείκνυσθαι πρὸ τοῦ κόσμου εἶναι τὸν υἱόν. Ἀνάγκη γὰρ τὸν δημιουργὸν πρὸ τῶν γινομένων εἶναι. Καὶ τὸ πρὸς Φίλιππον δὲ λεγόμενον οὐ τοῦ λόγου κατ' αὐτοὺς ἂν εἴη, ἀλλὰ τοῦ υἱοῦ. Εἶπε γάρ, φησιν, ὁ Ἰησοῦς· «τοσοῦτον χρόνον μεθ' ὑμῶν εἰμί, καὶ οὐκ ἔγνωκάς με, Φίλιππε; Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα. Καὶ πῶς σὺ λέγεις· δεῖξον ἡμῖν τὸν πατέρα; Οὐ πιστεύεις, ὅτι ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί ἐστιν; Τὰ ῥήματα, ἃ ἐγὼ λαλῶ ὑμῖν, ἀπ' ἐμαυτοῦ οὐ λαλῶ· ὁ δὲ πατὴρ ὁ ἐν ἐμοὶ μένων, αὐτὸς ποιεῖ τὰ ἔργα. Πιστεύετέ μοι, ὅτι ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί· εἰ δὲ μή, διὰ τὰ ἔργα αὐτὰ πιστεύετέ μοι. Ἀμήν, ἀμὴν λέγω ὑμῖν· ὁ πιστεύων εἰς ἐμέ, τὰ ἔργα, ἃ ἐγὼ ποιῶ, κἀκεῖνος ποιήσει καὶ μείζονα τούτων ποιήσει, ὅτι ἐγὼ πρὸς τὸν πατέρα πορεύομαι. Καὶ ὅ τι ἂν αἰτήσητε ἐν τῷ ὀνόματί μου, τοῦτο ποιήσω, ἵνα δοξασθῇ ὁ πατὴρ ἐν τῷ υἱῷ». Οὐκοῦν εἰ ὁ πατὴρ δοξάζεται ἐν τῷ υἱῷ, ὁ υἱὸς ἂν εἴη ὁ λέγων· «ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί», αὐτὸς καὶ τὸ «ὁ ἐμὲ ἑωρακὼς ἑώρακε τὸν πατέρα». Αὐτὸς γὰρ ὁ ταῦτα λέγων υἱὸν ἑαυτὸν δείκνυσιν ἐπάγων, «ἵνα δοξασθῇ ὁ πατὴρ ἐν τῷ υἱῷ». 20 Εἰ μὲν οὖν τὸν ἄνθρωπον, ὃν ἐφόρησεν ὁ λόγος, αὐτὸν εἶναι λέγουσι τὸν υἱὸν τοῦ θεοῦ τὸν μονογενῆ, καὶ μὴ τὸν λόγον υἱόν, ὁ ἄνθρωπος ἂν εἴη ἀκολούθως ὁ ἐν τῷ πατρί, ἐν ᾧ καὶ ὁ πατὴρ ἐν αὐτῷ. Καὶ ὁ ἄνθρωπος ἂν εἴη ὁ «ἓν» ὢν αὐτὸς καὶ ὁ πατὴρ καὶ «ὁ ἐν τοῖς κόλποις τοῦ πατρὸς» καὶ «τὸ φῶς τὸ ἀληθινόν». Ἀναγκασθήσονται δὲ καὶ δι' αὐτοῦ τοῦ ἀνθρώπου εἰπεῖν τὸν κόσμον γεγενῆσθαι, καὶ τὸν ἄνθρωπον εἶναι τὸν ἐλθόντα «μὴ κρῖναι τὸν κόσμον, ἀλλὰ σῶσαι αὐτόν»· αὐτὸν δὲ εἶναι καὶ «πρὶν Ἀβραὰμ γενέσθαι». «Ἰησοῦς» γάρ, φησιν, «εἶπεν αὐτοῖς· ἀμήν, ἀμὴν λέγω ὑμῖν, πρὶν Ἀβραὰμ γενέσθαι, ἐγώ εἰμι.» Καὶ πῶς οὐκ ἄτοπον κατ' αὐτοὺς τὸν ἐκ σπέρματος Ἀβραὰμ μετὰ δύο καὶ τεσσαράκοντα γενεὰς γενόμενον λέγειν, πρὶν Ἀβραὰμ γενέσθαι, ὑπάρχειν; Πῶς δὲ οὐκ ἄτοπον, εἰ ἡ σάρξ, ἣν ἐφόρησεν ὁ λόγος, αὕτη ἐστὶν ὁ υἱός, λέγειν τὴν ἐκ Μαρίας σάρκα ταύτην εἶναι, δι' ἧς ὁ κόσμος ἐγένετο; Πῶς δὲ σώσουσι καὶ τὸ «ἐν τῷ κόσμῳ ἦν»; Τὸ γὰρ πρὸ τῆς κατὰ σάρκα γενέσεως τοῦ υἱοῦ σημαίνων ὁ εὐαγ γελιστὴς ἐπήγαγε λέγων· «ἐν τῷ κόσμῳ ἦν». Πῶς δέ, εἰ μὴ ὁ λόγος υἱός ἐστιν, ἀλλ' ὁ ἄνθρωπος υἱός, δύναται τὸν κόσμον σῶσαι, εἷς ὢν καὶ αὐτὸς τοῦ κόσμου; Εἰ δὲ ἀναισχυντοῖεν ἐπὶ τούτοις, ποῦ ἔσται ὁ λόγος τοῦ ἀνθρώπου ὄντος ἐν τῷ πατρί; Πόστος δὲ ἔσται ὁ λόγος πρὸς τὸν πατέρα τοῦ ἀνθρώπου καὶ τοῦ πατρὸς ἓν ὄντων; Εἰ δὲ ὁ ἄνθρωπος μονογενής ἐστιν, πόστος ἔσται ὁ λόγος; Ἢ γὰρ δεύτερον εἶναι αὐτὸν λέξειέ τις, ἢ εἰ ὑπὲρ τὸ μονογενές ἐστιν, αὐτὸς ἂν εἴη ὁ πατήρ. Ὥσπερ γὰρ εἷς ἐστιν ὁ πατήρ, οὕτως ἓν καὶ τὸ ἐξ αὐτοῦ μονογενές. Τί δὲ καὶ πλέον ὁ λόγος ἔχει τοῦ ἀνθρώπου, εἴ γε οὐχ ὁ λόγος υἱός ἐστιν; ∆ιὰ μὲν γὰρ υἱοῦ καὶ τοῦ λόγου ὁ κόσμος γεγενῆσθαι γέγραπται, καὶ κοινόν ἐστι τῷ τε λόγῳ καὶ τῷ υἱῷ τὸ δημιουργεῖν τὸν κόσμον· τὸ δὲ ὁρᾶν τὸν πατέρα οὐκ ἔτι ἐν τῷ λόγῳ γέγραπται, ἀλλ' ἐν τῷ υἱῷ, καὶ τὸ σώζειν τὸν κόσμον οὐκέτι διὰ τοῦ λόγου
9