περιούσιον ἑαυτῷ κατεσκεύασεν. Καθεῖλεν δυνάστας ἀπὸ θρόνων, καὶ ὕψωσεν ταπεινούς. Τοιγαροῦν τὴν τῶν Ἰουδαίων ἐκβολὴν, καὶ τὴν τῶν ἐθνῶν εἰσαγωγὴν ἐν ἐπιτόμῳ ἐμήνυσεν. Ἰουδαίων γὰρ πρεσβύται, καὶ γραμματεῖς ἐν νόμῳ, καὶ οἳ ταῖς λοιπαῖς πρεσβείαις πλουτοῦντες ἐτύγχανον, ὅτιπερ κακῶς τῷ πλούτῳ καὶ τῇ δυναστείᾳ παρανόμως ἐκέχρηντο, ἐντεῦθεν αὐτοὺς ἀπὸ παντὸς θρόνου καθεῖλεν, προφητείας τε καὶ ἱερωσύνης, νομοθεσίας τε καὶ διδασκαλίας, καὶ πατρῴου πλούτου, θυσιῶν τε καὶ πλήθους ἑορτῶν, καὶ τοῦ τῆς βασιλείας ἀξιώματος. Τούτων ἀπάντων ἐκεῖνοι κενοὶ, καὶ φυγάδες, καὶ γυμνοὶ εἰς αἰχμαλωσίαν ἐξαπεστάλησαν· ταπεινοὶ δὲ, ἀντ' αὐτῶν, οἱ ἐξ ἐθνῶν λαοὶ, δικαιοσύνην πεινῶντες, ὑψώθησαν· ἐπειδὴ τὴν ἑαυτῶν ταπείνωσιν, καὶ τὸν συνέχοντα αὐτοὺς τῆς θεογνωσίας λιμὸν ἐπιδείξαντες, τοῦ θείου λόγου, δίκην ψιχίων, καθάπερ Χαναναία, ἐπρέσβευον· καὶ διὰ τοῦτο, τοῦ πλούτου τῶν θείων μυστηρίων ἐπλήσθησαν· ὅλον γὰρ τὸν κλῆρον τῶν θείων ἀγαθῶν ὁ ἐκ Παρθένου τεχθεὶς Χριστὸς ὁ Θεὸς ἡμῶν, εἰς τὰ ἔθνη μετατέθηκεν. Ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ· καὶ οὐ τοῦ τυχόντος Ἰσραήλ· ἀλλὰ τοῦ παιδὸς αὐτοῦ, ὅστις τῷ ἔργῳ ἐξευγενίζει τοῦ Ἰσραὴλ τὴν εὐγένειαν. Καὶ διὰ τοῦτο, παῖδα καὶ κληρονόμον αὐτὸν ἡ Θεοτόκος ἐκάλεσεν [ἄλ. ἐδήλωσεν]. Κάμνοντα γὰρ εὐρὼν τῷ γράμματι, καὶ τῷ νόμῳ κοπιῶντα, τῇ χάριτι παρεκάλεσεν· οὐκοῦν τὸν τοιοῦτον Ἰσραὴλ καλέσας, ἀντελάβετο, μνησθῆναι ἐλέους. Καθὼς ἐλάλησεν πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ, καὶ σπέρματι αὐτοῦ, ἕως αἰῶνος. Ἐν ταύταις δὲ ταῖς ὀλίγαις λέξεσιν, ὅλον τὸ τῆς οἰκονομίας ἀναλαμβάνει μυστήριον. ∆ιασῶσαι γὰρ τὸ γένος τῶν ἀνθρώπων, 10.1169 καὶ τὴν διαθήκην τὴν πρὸς τοὺς πατέρας πληρῶσαι βουλόμενος ὁ Χριστὸς, οὐρανοὺς ποτὲ μὲν ἔκλινεν, καὶ κατέβη. Οὕτως δὲ ὡς χωροῦμεν ἡμεῖς ἐμφανίζεται, ἴνα ἰδεῖν αὐτὸν, καὶ ψηλαφῆσαι, καὶ ἀκοῦσαι λαλοῦντος ἰσχύσωμεν. Καὶ διὰ τοῦτο ὁ Θεὸς Λόγος σάρκα καὶ τέλειον ἄνθρωπον ἐκ γυναικὸς ἁγίας Παρθένου ἀναλαβεῖν κατηξίωσεν, καὶ ἐγεννήθη ἄνθρωπος, ἵνα ἐκτίσῃ τὸ ἡμέτερον ὄφλημα, καὶ πληρώσῃ μέχρις ἑαυτοῦ, τῆς πρὸς Ἀβραὰμ διαθήκης, περιτομῆς τε καὶ τῶν ἐφεξῆς νομίμων τὰ ἐντάλματα. Μετὰ δὲ τοὺς λόγους τούτους, ἡ ἁγία Παρθένος εἰς τὴν Ναζαρὲτ ἐπορεύετο· ἐκεῖθεν δὲ πάλιν δόγμα Καίσαρος εἰς τὴν Βηθλεὲμ ἀνελθεῖν αὐτὴν παρεσκεύασεν· αὕτη δὲ ὡς ἀπὸ τῆς βασιλικῆς πατριᾶς προϋπάρχουσα, εἰς τὴν βασιλικὴν τοῦ ∆αβὶδ πατριὰν μετὰ Ἰωσὴφ τοῦ μνηστῆρος ἐστέλλετο. Καὶ τὸ τοῦ παντὸς ἐπέκεινα θαύματος ἠκολούθει μυστήριον. Παρθένος τίκτουσα, καὶ χερσὶ βαστάζουσα τὸν ῥήματι πᾶσαν τὴν κτίσιν βαστάζοντα. Καὶ οὐδὲ τόπος ἦν αὐτοῖς ἐν τῷ καταλύματι. Τόπον οὐκ εἶχεν ὁ πᾶσαν τῆν γὴν τῷ ῥήματι θεμελιώσας. Γάλακτι τρέφουσα τὸν πᾶσαν πνοὴν διατρέφοντα, καὶ ζωογονοῦντα. Σπαργάνοις δεσμοῦσα τὸν λόγῳ πᾶσαν τὴν κτίσιν δεσμεύοντα. Ἐν φάτνῃ ἀνέκλινεν τὸν ἐπὶ καθέδρας χερουβὶμ ἐποχούμενον. Φῶς ἐξ οὐρανοῦ περιέλαμπε τὸν πᾶσαν τὴν κτίσιν φωτίσαντα. Στρατιαὶ οὐράνιαι δοξολογοῦσαι παρίσταντο τῷ πρὸ αἰώνων ἐν οὐρανοῖς δοξαζομένῳ. Ἀστὴρ δᾳδουχῶν κατεμήνυεν τοὺς ἐκ γῆς πόῤῥωθεν ἐλθόντας πρὸς τὸν ὄντως ἀνατολήν. Ἐξ Ἀνατολῶν ἥκασι δωροφοροῦντες τῷ δι' ἡμᾶς πτωχεύσαντι· ἡ δὲ ἁγία Θεοτόκος συνετήρει τὰ ῥήματα ταῦτα, συμβάλλουσα ἐν τῇ καρδίᾳ αὐτῆς, ὡς ὅλων τῶν μυστηρίων ὑπάρχουσα δοχεῖον. Σοῦ μὲν, ὦ παναγία Παρθένε, ἀνώτερος πάσης εὐφημίας ὁ ἔπαινος, διὰ τὸν ἐκ σοῦ Θεὸν σάρκα φορέσαντα, καὶ γεννηθέντα ἄνθρωπον. Σοὶ πᾶσα φύσις ἐπουρανίων καὶ ἐπιγείων, καὶ καταχθονίων [ἴσ. ὑποχθονίων] σέβας προσφέρει τὸ πρόσφορον. Σὺ γὰρ ἀληθῶς θρόνος χερουβικὸς ἀναδέδειξαι. Σὺ ἐν τοῖς ἄκροις τῶν νοητῶν [ἄλ. νότου] βασιλειῶν, φωτὸς ἀπαύγασμα ἀπαστράπτεις· ἔνθα δοξάζεται Πατὴρ ὁ ἄναρχος, οὗ τὴν δύναμιν ἔσχες ἐπισκιάζουσαν· προσκυνεῖται ὁ Υἱὸς, ὃν κατὰ σάρκα σὺ τέτοκας· δοξολογεῖται [ἄλ. δοξάζεται] Πνεῦμα τὸ ἅγιον, ὅπερ ἐν τῇ γαστρί σου, τὴν γέννησιν τοῦ μεγάλου Βασιλέως ἐνήργησεν. ∆ιὰ σοῦ, κεχαριτωμένη,