Κυρίῳ, καὶ ἐλάλει περὶ αὐτοῦ πᾶσι τοῖς προσδεχομένοις λύτρωσιν ἐν Ἱερουσαλήμ.» Τίς ὁ λόγος τοῦ 28.1000 τοιαύτην ἀκριβῆ περὶ τῆς προφήτιδος ταύτης τὸν εὐαγγελιστὴν ποιήσασθαι τὴν ἀφήγησιν· ὥστε καὶ τοῦ ταύτης πατρὸς καὶ τῆς φυλῆς ἐπιμνησθῆναι, ὅπερ ἐπ' οὐδενὶ ἑτέρῳ σχεδὸν εὕρηται; Τὸν μὲν περὶ τούτου ἀκριβῆ λόγον μόνος ἂν εἰδείη αὐτὸς ὁ τῶν ἁγίων Θεὸς, καὶ οἱ τῇ αὐτοῦ ἐμπνοίᾳ Πνεύματος λαλεῖν, κατὰ τὸν θεῖον Ἀπόστολον, δεδιδαγμένοι μυστήρια· αὐτὴ δὲ προφητικῇ διαλάμπουσα χάριτι, τοῖς προσδεχομένοις ἐν Ἱερουσαλὴμ λύτρωσιν, θεόσδοτον ἐνεγέννα παράκλησιν· ὅτι ὁ τοῦ παντὸς Λυτρωτὴς, λέγουσα, παραγέγονε, καὶ τῶν πάντων ὁ Σωτὴρ ἦλθε καὶ πεφανέρωται, τὴν ἰδίαν εἰκόνα λυτροῦσθαι βουλόμενος, καὶ σώζειν τὸ πλάσμα θέλων, ὃ ἔπλασε. ∆ιὰ τοῦτο γὰρ ὁ Χριστὸς Ἰησοῦς ὀνομάζεται, ἐπειδὴ καὶ Σωτὴρ ὁ Ἰησοῦς ἑρμηνεύεται. Τούτων δὲ πάντων γινομένων τοῖς πράγμασι, καὶ λεγομένων τοῖς ῥήμασιν, ἥ τε Θεομήτωρ Μαριὰμ ἐξενίζετο, καὶ ὁ συμπαρὼν Ἰωσὴφ ἀπεθαύμαζεν. Ὅμως τὰ δεδογμένα τελέσαντες τῷ νόμῳ, ἐπείπερ ἅπαντα τοῦ νόμου πληροῦν ὁ Χριστὸς παραγέγονε, καὶ ἀνάπαυσιν διδόναι τοῖς τοῦ νόμου προστάγμασιν, εἰς Ναζαρὲτ ἐπανέρχονται· ἔνθα καὶ πρὸς τοῦ ἀγγέλου Γαβριὴλ εὐηγγελίσατο ἡ τὸν Σωτῆρα τῷ κόσμῳ γεννήσασα, ἐξ ἀσπόρου μὲν συλλήψεως κυήσασα, παρθένος δὲ μετὰ γέννησιν μείνασα, καὶ πᾶσι δεικνύουσα τοῖς βλέπουσιν, ὡς ἐγνωρίσθη Θεοῦ τὸ Σωτήριον, καὶ τὸ φῶς τοῖς ἔθνεσιν ἔλαμψε· καὶ ὡς Θεοῦ δικαιοσύνη καὶ λύτρωσις πᾶσι τῆς γῆς ἐφάνη τοῖς πέρασι· καὶ δόξαν τοὺς δεδεγμένους ἐνέδυσε θεϊκὴν ὁμοῦ καὶ ἀΐδιον, καὶ ῥεῦσιν καὶ φθορὰν οὐ γινώσκουσαν. Ἡμεῖς δὲ, ὦ ποθεινότατοι, καθάπερ ἐκεῖνοι, οὕτω Χριστῷ τῷ Θεῷ συναντήσωμεν, σωφροσύνην κομίζοντες, ἁγνείαν βαστάζοντες, ἀκακίαν προσφέροντες, ἀμνηστίαν ἐμφαίνοντες, περισπασμῶν ἑαυτοὺς ἀφορίζοντες, καὶ Θεῷ καθαροὺς προσκομίζοντες, τρόπων ἡμερότητα φέροντες, καὶ τὸ πρὸς ἅπαντας προσηνὲς καὶ φιλάλληλον ἔχοντες. Καὶ πρὸς τούτοις ἅπασι τὴν πρὸς πάντας συμπάθειαν ἄγοντες, καὶ τὸν ἐκ ψυχῆς συμπαθοῦς ἀεὶ προερχόμενον ἔλεον βλύζοντες, οὕτω Χριστὸν προσιόντα δεξώμεθα· οὕτω Χριστὸν εἰσοικίσωμεν· οὕτω Χριστὸν θεοπρεπῶς ἐναγκαλισώμεθα, καὶ προφητικοῖς ἀνθομολογησώμεθα ῥήμασι, τὴν αὐτοῦ πρὸς ἡμᾶς ἀνυμνοῦντες προέλευσιν, καὶ ἣν πρὸς ἡμᾶς συμπάθειαν εἴργασται μεγαλοφώνοις κηρύττοντες στόμασιν· ἵνα καὶ βασιλείας οὐρανῶν ἐπιτύχωμεν, καὶ αἰωνίων ἀγαθῶν ἀπολαύσωμεν, ἐν αὐτῷ Χριστῷ τῷ Θεῷ ἡμῶν, μεθ' οὗ τῷ παναγάθῳ Πατρὶ καὶ τῷ παναγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ καὶ προσκύνησις καὶ μεγαλοπρέπεια, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
10