βαπτισθησομένῳ καὶ Χριστιανῷ χρηματίσοντι. ἐπείθετο γὰρ Ἄμβρος τῷ Κύρῳ καὶ ὁ τούτου στρατός· καὶ γὰρ ἠγάπων αὐτὸν λίαν. καὶ τούτων Ἡράκλειος οὐδενὸς ἠνείχετο. ἐπειδὴ δὲ καὶ Μαριανὸς ταῦτα ἐξηπίστατο, διίστατο τῆς τοῦ Κύρου γνώμης, καὶ συμβαλὼν Σαρακηνοῖς πίπτει τε αὐτὸς καὶ σὺν αὐτῷ στρατὸς ἱκανός. Τούτῳ τῷ χρόνῳ ἀνέζευξε πρὸς τὰ οἰκεῖα Ἡράκλειος καὶ ηὐλίζετο ἐν τῷ παλατίῳ τῷ καλουμένῳ τῆς Ἱερίας· ἐδεδίει γὰρ ἐπιβῆναι θαλάσσῃ, πολλά τε ἀξιοῦντες οἵ τε ἄρχοντες καὶ οἱ τῆς πόλεως ἐν τῇ πόλει εἰσελθεῖν ἔπειθον οὐδαμῶς. ἐν δὲ ταῖς ἑορταῖς μόνους τοὺς υἱοὺς ἐξέπεμπε, καὶ αὐτοὶ ἐπιτελοῦντες ἐν τῷ ἱερῷ τὴν θείαν λειτουργίαν εὐθὺς πρὸς αὐτὸν ἐξῄεσαν. ὡσαύτως καὶ τοὺς ἱππικοὺς ἀγῶνας ἡνίκα ἐθεῶντο, πάλιν πρὸς τὸν πατέρα ἀπεχώρουν. ἐν ᾧ δὲ διέτριβεν ἐκεῖσε, ἀγγέλλεται αὐτῷ ὡς ὁ υἱὸς αὐτοῦ Ἀταλάριχος καὶ Θεόδωρος ὁ τὴν ἀξίαν μάγιστρος, Θεοδώρου δὲ τοῦ βασιλέως ἀδελφοῦ υἱός, σὺν ἄλλοις τισὶν ἐπιβουλεύειν αὐτῷ ἤμελλον· καὶ τοῖς μηνύσασι πεισθεὶς τούτων τὰς ῥῖνας καὶ τὰς χεῖρας ἐξέτεμε, καὶ Ἀταλάριχον μὲν εἰς τὴν νῆσον τὴν λεγομένην Πρίγκιπον ἐξόριστον ἔπεμψε, Θεόδωρον δὲ πρὸς τὴν νῆσον τὴν Γαυδομελέτην προσαγορευομένην, ἐπιτρέψας τῷ ἐκεῖσε δουκί, ἡνίκα πρὸς αὐτὸν καταλάβοι, καὶ τὸν ἕτερον τῶν ποδῶν ἀφελέσθαι. κατὰ ταῦτα δὲ καὶ τοὺς συγγνόντας αὐτοῖς τὰ τῆς ἐπιβουλῆς ἐτιμωρήσατο. Χρόνου δὲ ἱκανοῦ διελθόντος παρασκευάζουσιν οἱ τοῦ βασιλέως ἄρχοντες τὸν ὕπαρχον ὡς συναγαγεῖν πλεῖστα πλοῖα 26 καὶ ἐχόμενα ἀλλήλοις ἐξάψας ὥσπερ γεφυρώσει τὸν πόρθμον τοῦ καλουμένου Στενοῦ, κλώνοις τε δένδρων καὶ φυλλάσιν ἑκατέρωθεν διατειχίσειεν, ὡς μηδὲ ὁρᾶσθαι παριόντι τὴν θάλασσαν. καὶ δὴ τὸ ἔργον εἰς τάχος προυχώρει, καὶ ὁ βασιλεὺς ἱππεὺς διὰ θαλάττης ὥσπερ διὰ τῆς ἠπείρου κατὰ τὰς ἀκτὰς τοῦ λεγομένου κόλπου Φιδαλίας ἐπεραιοῦτο, οὔτε τὸν παράκτιον χῶρον παραμείψας διὰ τῆς γεφύρας τοῦ Βαρβύσσου ποταμοῦ πρὸς τὸ Βυζάντιον εἰσῄει. καὶ μετὰ ταῦτα Ἡράκλειον τὸν Καίσαρα στέφει βασιλέα. Κατὰ δὲ τὴν δωδεκάτην ἰνδικτιόνα ἐτελεύτα Σέργιος ὁ τοῦ Βυζαντίου πρόεδρος. καὶ ἐπειδήπερ προσέκειτο Ἡράκλειος Πύρρῳ, ἀδελφόν τε ἐκάλει, ὡς ἡνίκα τῷ θείῳ λουτρῷ ἐφωτίζετο ἡ τοῦ βασιλέως ἀδελφὴ χερσὶν ἐδέξατο, καὶ ἅμα ᾠκειωμένον Σεργίῳ καὶ συνδιαιτώμενον ἐγίνωσκε, τοῦτον ἀρχιερέα τοῦ Βυζαντίου ἀνηγόρευσεν. ἤδη χρόνοις τισὶ πρότερον Κῦρον τὸν Ἀλεξανδρείας πρόεδρον μετάκλητον εἰς Βυζάντιον ἦν πεποιηκώς, καὶ ἐν αἰτίᾳ μεγάλῃ εἶχεν ὡς τὰ τῆς Αἰγύπτου πάσης Σαρακηνοῖς καταπροέμενον πράγματα. τηνικαῦτα δὲ περὶ τῶν αἰτιαθέντων ἐπὶ πλείστου ἀθροισθέντος τοῦ τῆς πόλεως ἐπεξῄει δήμου. ὁ δὲ ἀπελογεῖτο ὡς οὐδαμῶς τούτων ἔνοχος καθειστήκει, ὡς εἰ ἡ βουλὴ αὐτοῦ προυχώρει καὶ τοῖς Σαρακηνοῖς δι' ἐμπολῆς τὰ τῆς φορολογίας παρεῖχε καὶ ἐφ' ἑαυτοῖς ἡσύχαζον, καὶ τὰ τῷ βασιλεῖ παρεχόμενα οὐ καθυστερίζοιτο. ἄλλους τε ταὐτὰ ἐπητιᾶτο πράξαντας, καὶ αὑτὸν μάτην ὑπὲρ τούτων ἐγκαλούμενον ἰσχυρίζετο. ὁ δὲ Ἕλληνα τὸν Κῦρον ἀπεκάλει ὡς Ἕλληνι καὶ θεομάχῳ καὶ κατὰ Χριστιανῶν φρονοῦντι τῷ Ἄμβρῳ τῷ τῶν Σαρακηνῶν φυλάρχῃ συμβουλεύσαντα τὴν τοῦ βα 27 σιλέως κατεγγυηθῆναι θυγατέρα. ἐν τούτοις οὖν ἀγανακτήσας κατ' αὐτοῦ καὶ ἀναιρήσειν ἀπειλῶν, τῷ τῆς πόλεως αὐτὸν ὑπάρχῳ ὡς αἰκισομένῳ παραδίδωσι. Μετὰ τοῦτο ἐδικαίου τὸν υἱὸν Ἡράκλειον ὑπατεῦσαι, ∆αβίδ τε καὶ Μαρῖνον τοὺς υἱοὺς αὐτοῦ Καίσαρας ἀνηγόρευσεν, Αὐγουστῖναν δὲ καὶ Μαρτῖναν τὰς θυγατέρας Αὐγούστας. χρόνου δὲ διελθόντος νόσῳ ὑδερικῇ περιπίπτει, καὶ ὁρῶν τὸ πάθος δυσίατονἐπὶ τοσοῦτο γὰρ ἐπεκτείνετο ὡς καὶ ἡνίκα ἀπουρεῖν ἔμελλε σανίδα κατὰ τοῦ ἤτρου ἐπετίθει· ἐστρέφετο γὰρ αὐτοῦ τὸ αἰδοῖον καὶ κατὰ τοῦ προσώπου αὐτοῦ τὰ οὖρα ἔπεμπεν. ἔλεγχος δὲ ἦν τοῦτο τῆς παρανομίας τῆς ἑαυτοῦ, ὑπὲρ ἧς ταύτην δίκην ὑστάτην ἐξέτισε τοῦ εἰς τὴν ἀνεψιὰν τὴν οἰκείαν γάμου. διαθήκας οὖν ἐξετίθει, ὥστε Κωνσταντῖνον καὶ Ἡράκλειον τοὺς υἱοὺς αὐτοῦ βασιλεῖς ἰσοτίμους εἶναι, καὶ Μαρτῖναν τὴν αὐτοῦ γυναῖκα τιμᾶσθαι παρ' αὐτῶν ὡς