Θεοῦ αὕτη;» Ἀπόκ. ∆ιὰ τοῦτο ἡ παρεμβολὴ τῶν ἀγγέλων φαί νεται τῷ Ἰακὼβ, ἵνα θαρσήσῃ, καὶ μὴ φοβηθῇ τὸν ἀδελφὸν αὐτοῦ Ἠσαῦ. Ἐβούλετο γὰρ ὁ Ἠσαῦ ἀποκτεῖναι αὐτὸν, καὶ διὰ τοῦτο ἐπάλαισε καὶ μετ' ἀγ γέλου, καὶ εἶπεν αὐτῷ ὁ ἄγγελος· «Ἐμὲ νενίκηκας, καὶ ἄνθρωπον δέδοικας;» ἔγνω δὲ ὅτι τὸν Θεὸν ἔχει βοηθόν. Ἐρώτ. οʹ. Τί ἐστι· «Σκύμνος λέοντος Ἰούδα, ἐκ βλαστοῦ, υἱέ μου, ἀνέβης, ἀναπεσὼν ἐκοιμήθης ὡς λέων,» καὶ τὰ ἑξῆς; Ἀπόκ. Τοῦτο ἁρμόττει ἐπὶ τοῦ Χριστοῦ. Ὥσπερ γὰρ ὁ λέων καὶ καθεύδων φοβερός ἐστιν, οὕτως ὁ δεσποτικὸς θάνατος φοβερὸς καὶ τῷ θανάτῳ καὶ τῷ διαβόλῳ. Λέοντα δὲ αὐτὸν ἐκάλεσε καὶ σκύμνον λέον τος ὡς βασιλέα καὶ ὡς βασιλέως υἱόν. Τὸ δὲ, «Τίς ἐγερεῖ αὐτόν;» τὴν ἄφατον αὐτοῦ δείκνυσι δύναμιν. Αὐτὸς γὰρ ἑαυτὸν ἀνέστησε κατὰ τὴν αὐτοῦ πρόῤῥη σιν· φησὶ γάρ· «Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν.» Ἐρώτ. οαʹ. Τί ἐστι· «∆εσμεύων πρὸς ἄμπελον τὸν πῶλον αὐτοῦ, καὶ τῇ ἕλικι τὸν πῶλον τῆς ὄνου αὐ τοῦ;» Ἀπόκ. Ἄμπελον μὲν τὴν Ἱερουσαλὴμ λέγει· πῶλον δὲ τὸν ἐξ ἐθνῶν λαὸν, ὡς ἀδάμαστον. Τοῦτο γὰρ καὶ ὁ Κύριος ᾐνίξατο, ἀποστείλας τοὺς μαθητὰς πρὸς τὸ λῦσαι τὴν ὄνον καὶ τὸν πῶλον, ἐφ' ᾧ οὐδεὶς ἀνθρώ πων ἐκάθισεν. Οὔτε πατριάρχης, οὔτε νομοθέτης, οὔτε προφήτης τῶν ἐθνῶν ἐφρόντισε σωτηρίας· ἀπό στολοι προσταχθέντες ἔλυσαν τὴν τῶν ἀνθρώπων φύ σιν, δεδεμένην ταῖς ἁμαρτίαις. Ἐρώτ. οβʹ. Τί ἐστιν ὃ λέγει· «Πλυνεῖ ἐν οἴνῳ τὴν στολὴν αὐτοῦ, καὶ ἐν αἵματι σταφυλῆς τὴν περι βολὴν αὐτοῦ,» καὶ τὰ ἑξῆς; Ἀπόκ. Τὰ κατὰ τοῦ πάθους τοῦ Χριστοῦ λέγει· καὶ τὸ μὲν σῶμα στολὴν ὀνομάζει, τὸ δὲ αἷμα οἶνον· ἐπειδὴ καὶ τὸν μυστικὸν οἶνον αἷμα κέκληκεν ὁ δε σπότης. Τὸ δὲ, Χαρωποὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἀπὸ οἴνου, τὴν μετὰ τὸ πάθος εὐφροσύνην δηλοῖ. 28.744 Ἐρώτ. ογʹ. Τίς Θεὸν πρῶτος ὠνόμασεν ἐπὶ τῆς γῆς; Ἀπόκ. Ὁ διάβολος εἰπὼν τῇ Εὔᾳ· «Τί ὅτι εἶπεν ὁ Θεὸς μὴ φαγεῖν ἀπὸ τοῦ ξύλου;» Ἐρώτ. οδʹ. Τί μέλλουσι γενέσθαι τὰ στοιχεῖα, ὁ ἥλιος, καὶ ἡ σελήνη, καὶ τὰ ἄστρα ἐν τῇ δευτέρᾳ παρουσίᾳ; Ἀπόκ. ∆οθήσεται αὐτοῖς τόπος κατοικίας ἐν ἑνὶ μέρει, πλὴν οὐκ εἰς τέλος ἀφανισθήσονται. Ἐρώτ. οεʹ. ∆ιὰ τί τῷ μὲν Κάϊν κατηράσατο ὁ Θεὸς, λέγων· «Ἐπικατάρατος σὺ ἀπὸ τῆς γῆς·» ἐπὶ δὲ τοῦ Ἀδὰμ τῇ γῇ ἐπέθετο τὴν κατάραν εἰπών· «Ἐπικατάρατος ἡ γῆ ἐν τοῖς ἔργοις σου;» Ἀπόκ. Ὅτι ὁ μὲν Κάϊν ἠρνήσατο τὸν Θεὸν, κρύψας τὸ ἁμάρτημα· διὸ καὶ μείζονα τὴν καταδίκην εἰργά σατο· ὁ δὲ Ἀδὰμ ὁμολογήσας, τὴν πολλὴν ἐξ αὐτοῦ ἀπώσατο τιμωρίαν· ὁ γὰρ τὰ ἑαυτοῦ πταίσματα ἐξο μολογησάμενος ἐπιτυγχάνει ἀφέσεως. Ἐρώτ. οςʹ. Τί ἐστιν· «Ἵνα τί ἐφρύαξαν ἔθνη, καὶ λαοὶ ἐμελέτησαν κενά;» Ἀπόκ. Ἔθνη λέγει τῶν Ῥωμαίων, ἤγουν τῶν Φράγγων τὸ γένος, τῶν σταυρωσάντων τὸν Χριστόν. Λαὸν δὲ λέγει τῶν Ἰουδαίων τὴν κεφαλήν. Παρέστησαν οἱ βασιλεῖς τῆς γῆς, ὁ Πιλᾶτός τε καὶ ὁ Ἡρώ δης, ἄρχοντες δὲ Ἄννας καὶ Καϊάφας. Ψαλμὸς ὑπὲρ τῶν ληνῶν. Ἐρώτ. οζʹ. Τίνας λέγει ληνούς; Ἀπόκ. Τὰς ἐκκλησίας, ἐν αἷς ἐκχεῖται ὁ οἶνος, ἤτοι τὸ ἅγιον αἷμα τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ, καὶ θύεται καὶ τὸ ἅγιον σῶμα αὐτοῦ. Ὃ δὲ λέγει ὁ προ φήτης Ἡσαΐας, ὅτι «Ληνὸν ἐπάτησα μονώτατος,» τοῦτο ἑρμηνεύει. Ὥσπερ ἡ ληνὸς δοχεῖόν ἐστι, καὶ ἐν ταύτῃ καταπατοῦνται αἱ σταφυλαί· οὕτως κατεπά τησε καὶ ὁ Χριστὸς τοὺς ἐχθροὺς αὐτοῦ, νοητούς τε καὶ αἰσθητούς. Εἴπωμεν δὲ καὶ τοῦτο, ὅτι βότρυς καὶ σταφυλὴ ὁ Χριστὸς, ὅστις ἀποθλίψας ἑαυτὸν ἑκου σίᾳ πληγῇ καὶ θανάτῳ, ἀπέσταξε τὸ θεῖον γλεῦκος, καὶ ἐφοίνιξεν ἑαυτὸν τῷ ἰδίῳ αἵματι. Μονώτατος δέ ἐστιν, ὅτι μόνος αὐτὸς ὁ Χριστὸς ἀπέθανεν ὑπὲρ ἡμῶν· «Οὔτε γὰρ ἄγγελος, οὔτε πρέσβυς, ἀλλ' αὐτὸς ὁ Κύριος ἔσωσεν ἡμᾶς.» Ὁ δὲ Πέτρος ἠρνήσατο ἐν τῷ τοῦ πάθους καιρῷ, καὶ οἱ λοιποὶ ἔφυγον ἀπό στολοι. Ἐρώτ. οηʹ. Τί ἐστιν· «Οἱ διψῶντες, πορεύεσθε ἐφ' ὕδωρ;» Ἀπόκ. Ὕδωρ τὸ ἅγιον βάπτισμα δηλοῖ, ἢ τὴν τῶν δακρύων πηγὴν, ἤτοι τὴν μετάνοιαν. Τὸ δὲ, «Βαδίσαντες, ἀγοράσατε, καὶ φάγετε καὶ πίετε
11