11
ἐπειδὴ ἔστι καὶ λέγειν ἀπὸ διανοίας τὸ αὐτὸ, οὐ μὴν ἐν πᾶσι τοῖς πράγμασι, διὰ τοῦτο καὶ τοῦτο προσέθηκε, τὸ, Ἦτε δὲ κατηρτισμένοι. Ὁ γὰρ ἡνωμένος ἔν τινι, ἔν τινι δὲ διχονοῶν, οὐκέτι κατήρτισται, οὐδὲ ἀπήρτισται εἰς ὁμοφροσύνην. Ἔστι δὲ καὶ τοῖς νοήμασι συμφωνοῦντα, μηδέπω καὶ τῇ γνώμῃ συμφωνεῖν· οἷον, ὅταν τὴν αὐτὴν πίστιν ἔχοντες, μὴ ὦμεν συνημμένοι κατὰ τὴν ἀγάπην. Οὕτω γὰρ κατὰ μὲν τὰ νοήματα ἡνώμεθα (τὰ γὰρ αὐτὰ νοοῦμεν), κατὰ δὲ τὴν γνώμην οὐκέτι· ὅπερ οὖν καὶ τότε ἐγένετο, τοῦ μὲν τὸν δεῖνα, τοῦ δὲ τὸν δεῖνα αἱρουμένου. ∆ιὰ τοῦτό φησιν, ὅτι καὶ τῷ νοῒ καὶ τῇ γνώμῃ δεῖ συμφωνεῖν. Οὐδὲ γὰρ ἀπὸ τοῦ διεστάναι κατὰ τὴν πίστιν τὰ σχίσματα ἐγίνετο, ἀλλὰ ἀπὸ τοῦ τὴν γνώμην διῃρῆσθαι κατὰ ἀνθρωπίνην φιλονεικίαν. Ἀλλ' ἐπειδὴ ὁ ἐγκαλούμενος, ἕως ἂν μὴ ἔχῃ τοὺς μάρτυρας, ἀπαναισχυντεῖ, ὅρα πῶς μὴ συγχωρῶν εἰς ἄρνησιν ἐξελθεῖν μάρτυρας παρήγαγεν. Ἐδηλώθη γάρ μοι περὶ ὑμῶν, ἀδελφοί μου, ὑπὸ τῶν Χλόης. Καὶ οὔτε εὐθέως τοῦτο εἶπεν, ἀλλὰ πρότερον τὸ ἔγκλημα τέθεικεν, ὅπερ πεπιστευκότος ἦν τοῖς δηλώσασιν· εἰ γὰρ μὴ τοῦτο ἦν, οὐδ' ἂν ἐνεκάλεσεν· οὐ γὰρ ἂν ἁπλῶς ὁ Παῦλος ἐπίστευσεν. Οὔτε οὖν εὐθέως εἶπεν ὅτι ἐδηλώθη, ἵνα μὴ δόξῃ ὡς ἐξ ἐκείνων ἐγκαλεῖν, οὔτε ἀπεσιώπησεν, ἵνα μὴ δόξῃ ἐξ ἑαυτοῦ μόνον λέγειν. Καὶ πάλιν ἀδελφοὺς αὐτοὺς ὀνομάζει. Κἂν γὰρ ᾖ δῆλον τὸ ἁμάρτημα, οὐδὲν κωλύει ἀδελφοὺς καλεῖν ἔτι. Σκόπει δὲ τὴν σύνεσιν, πῶς οὐ κεχωρισμένον ἔθηκε τὸ πρόσωπον, ἀλλ' ὁλόκληρον οἰκίαν, ὥστε μὴ ἐκπολεμῶσαι αὐτοὺς πρὸς τὸν εἰρηκότα· οὕτω γὰρ καὶ περιέστειλεν ἐκεῖνον, καὶ τὴν κατηγορίαν ἀδεῶς ἐξεκάλυψεν. Οὐ γὰρ τὸ ἐκείνων εἶδε μόνον, ἀλλὰ καὶ τὸ τούτων συμφέρον. ∆ιὰ τοῦτο οὐκ εἶπεν· Ἐδηλώθη μοι παρά τινων, ἀλλὰ καὶ τὴν οἰκίαν δήλην ἐποίησεν, ὥστε μὴ νομίζεσθαι πλάττειν. Τί ἐδηλώθη; Ὅτι ἔριδες ἐν ὑμῖν εἰσιν. Ὅτε μὲν οὖν αὐτοῖς ἐπιτιμᾷ, λέγει· Ἵνα μὴ ἐν ὑμῖν σχίσματα ᾖ· ὅτε δὲ τὰ ἑτέρων ἀπαγγέλλει, πραότερον ἀπαγγέλλει λέγων, Ἐδηλώθη γάρ μοι, ὅτι ἔριδες ἐν ὑμῖν εἰσιν, ὥστε μὴ συγκροῦσαι τοὺς εἰρηκότας. Εἶτα λέγει καὶ τῆς ἔριδος τὸ εἶδος. Ὅτι ἕκαστος ὑμῶν λέγει· Ἐγὼ μὲν εἰμὶ Παύλου, ἐγὼ δὲ Ἀπολλὼ, ἐγὼ δὲ Κηφᾶ. Ἔριδαςγὰρ οὔ φημι, φησὶ, τὰς περὶ ἰδιωτικῶν πραγμάτων, ἀλλὰ τὰς χαλεπωτέρας. Ὅτι ἕκαστος ὑμῶν λέγει. Οὐ γὰρ μέρος, ἀλλὰ τὸ πᾶν ἐπενέμετο τῆς Ἐκκλησίας ἡ φθορά. Καίτοι γε οὐδὲ περὶ ἑαυτοῦ, οὐδὲ περὶ Πέτρου, οὐδὲ περὶ Ἀπολλὼ ἔλεγον· ἀλλὰ δείκνυσιν, ὅτι εἰ τούτοις ἐπερείδεσθαι οὐ χρὴ, πολλῷ μᾶλλον ἑτέροις. Ὅτι γὰρ οὔτε περὶ αὐτῶν ἔλεγον, προϊών φησι· Ταῦτα δὲ μετεσχημάτισα εἰς ἐμαυτὸν καὶ 61.24 Ἀπολλὼ, ἵνα ἐν ἡμῖν μάθητε τὸ μὴ ὑπὲρ ὃ γέγραπται, φρονεῖν. Εἰ γὰρ Παύλου καὶ Ἀπολλὼ καὶ Κηφᾶ οὐκ ἐχρῆν ἐπιφημίζειν ἑαυτοῖς τὰ ὀνόματα, πολλῷ μᾶλλον ἑτέρων. Εἰ τὸν διδάσκαλον, καὶ πρῶτον τῶν ἀποστόλων, καὶ τοσοῦτον κατηχήσαντα δῆμον, οὐκ ἐχρῆν ἐπιγράφεσθαι, πολλῷ μᾶλλον τοὺς οὐδὲν ὄντας. Μεθ' ὑπερβολῆς τοίνυν, ἀπαγαγεῖν αὐτοὺς τοῦ νοσήματος σπεύδων, ταῦτα τίθησι τὰ ὀνόματα· ἄλλως δὲ καὶ ἀνεπαχθέστερον ποιεῖ τὸν λόγον, οὐκ ὀνομαστὶ μεμνημένος τῶν διατεμνόντων τὴν Ἐκκλησίαν, ἀλλ' ὥσπερ τισὶ προσώποις ταῖς τῶν ἀποστόλων προσηγορίαις κρύπτων αὐτούς· Ἐγὼ μὲν εἰμὶ Παύλου, ἐγὼ δὲ Ἀπολλὼ, ἐγὼ δὲ Κηφᾶ. βʹ. Οὐ προτιμῶν ἑαυτὸν τοῦ Πέτρου τέθεικεν ἔσχατον ἐκεῖνον, ἀλλὰ καὶ σφόδρα τὸν Πέτρον ἑαυτοῦ προτιθείς. Κατὰ γὰρ αὔξησιν προήγαγε τὸν λόγον, ἵνα μὴ νομισθῇ φθόνῳ τοῦτο ποιεῖν καὶ ἀφαιρεῖσθαι ἐκείνους τὴν τιμὴν διὰ βασκανίαν. ∆ιὰ τοῦτο καὶ ἑαυτὸν τέθεικε πρῶτον. Ὁ γὰρ πρῶτον ἑαυτὸν ἀποδοκιμάζων, οὐκ ἀπὸ τοῦ τιμῆς ἐρᾷν τοῦτο ποιεῖ, ἀλλ' ἀπὸ τοῦ σφόδρα καταφρονεῖν τῆς τοιαύτης δόξης. Τὴν τοίνυν ἅπασαν προσβολὴν αὐτὸς δέχεται, καὶ τότε τίθησι τὸν Ἀπολλὼ, καὶ τότε τὸν Κηφᾶν. Οὐ τοίνυν ἐπαίρων ἑαυτὸν τοῦτο ἐποίησεν, ἀλλ' ἐν οἷς οὐκ ἐχρῆν γίνεσθαι, διὰ τοῦ οἰκείου προσώπου πρῶτον ποιεῖται τὴν διόρθωσιν. Ἀλλ' ὅτι μὲν οἱ τῷ δεῖνι καὶ τῷ δεῖνι προσνέμοντες ἑαυτοὺς ἡμάρτανον, δῆλον· καὶ καλῶς ἐνεκάλεσεν εἰπὼν, ὅτι Οὐ καλῶς ποιεῖτε λέγοντες,