μητέρα καὶ βασίλισσαν. ἐκ τούτου λοιπὸν ἐτελεύτα ζήσας ἔτη ἓξ καὶ ἑξήκοντα, ἐν δὲ τῇ βασιλείᾳ διανύσας ἔτη τριάκοντα μῆνας τέσσαρας ἡμέρας ἕξ. θάπτεται δὲ ἐν τῷ ἱερῷ τῶν πανευφήμων ἀποστόλων, καὶ τρισὶν ἡμέραις ἀσκεπές, ὥσπερ ἦν διατάξας ἔτι περιών, τὸ ὑποδεξάμενον αὐτοῦ τὸ σῶμα διετέλει μνῆμα, περικαθημένων αὐτὸ εὐνούχων ὑπηρετῶν. Μετὰ τοῦτο Μαρτῖνα ἡ Αὐγούστα προσκαλεῖται Πύρρον τὸν ἀρχιερέα καὶ τοὺς βασιλικοὺς ἄρχοντας, ἐκκλησιάσασα καὶ τὸν περὶ τὸ Βυζάντιον λαόν, τάς τε διαθήκας Ἡρακλείου ὑπεδείκνυ, ὡς περὶ αὐτῆς καὶ τῶν τέκνων διέθετο. ὁ δὲ παρὼν ἅπας δῆμος Κωνσταντῖνον καὶ Ἡράκλειον τοὺς βασιλεῖς ἐπεζήτει· ἡ δὲ ἦγεν αὐτούς, καὶ ἅμα διελογίζετο νομίζουσα ἅτε βασίλισσα τὰ πρῶτα εἰς τὴν βασιλείαν 28 φέρεσθαι. τινὲς δὲ τοῦ συνεστῶτος λαοῦ ἀνεφώνουν πρὸς αὐτὴν ὅτι "σὺ μὲν τιμὴν ἔχεις ὡς μήτηρ βασιλέων, οὗτοι δὲ ὡς βασιλεῖς καὶ δεσπόται". ἐξαίρετον δὲ ἐδίδουν γέρας Κωνσταντίνῳ ὡς πρώτῳ εἰς τὴν βασιλείαν κατὰ τὴν ἡλικίαν ἐκ παιδὸς προχειρισθέντι. "οὐδὲ γὰρ βαρβάρων ἢ ἀλλοφύλων πρὸς τὰ βασίλεια εἰσερχομένων, ὦ δέσποινα," ἔφασκον, "δύνασαι ὑποδέχεσθαι ἢ λόγοις ἀμείβεσθαι· μηδὲ δοίη θεὸς ἐν τούτῳ τάξεως τὴν Ῥωμαϊκὴν ἐλθεῖν πολιτείαν". καὶ κατήρχοντο ἀνευφημοῦντες τοὺς βασιλεῖς. ταῦτα ἀκούσασα πρὸς τὸ ἑαυτῆς ὑπεχώρει παλάτιον. Ἐξ οὗ καὶ Κωνσταντῖνος τῆς βασιλείας ἦρχε. προσαγγέλλει δὲ αὐτῷ Φιλάγριος, ὃς ἦν τῶν βασιλικῶν χρημάτων ταμίας, ὡς ἀσθενοῦντος τοῦ πατρὸς Ἡρακλείου χρήματα Πύρρῳ τῷ ἀρχιερεῖ παρατίθεσθαι Μαρτίνης τῆς βασιλίσσης ἕνεκεν, ὡς μή ποτε αὐτὴ ὑπὸ Κωνσταντίνου τοῦ βασιλέως καὶ προγόνου ἐκ τῶν βασιλείων διωθουμένη χρημάτων καθυστερίζοιτο. ὁ δὲ Πύρρον μεταστειλάμενος διεπυνθάνετο εἰ οὕτω ταῦτα ἔχοι. Πύρρος δὲ ὑπὸ Φιλαγρίου διελεγχόμενος προεδίδου καὶ οὐκ ἐθέλων τὰ χρήματα. ἐπεὶ δὲ νόσῳ χρονίᾳ Κωνσταντῖνος συνείχετο καὶ εὐκρασίας ἀέρων ἕνεκεν ἐν Χαλκηδόνι διέτριβεν ἐν τῷ ὑπ' αὐτοῦ κτισθέντι παλατίῳ, ἰδὼν Φιλάγριος ἀρρώστως αὐτὸν διακείμενον, καὶ ἐλπίσας τάχιον ἀποβιῶσαι, ἐδεδίει Ἡράκλειον καὶ Μαρτῖναν ὡς αὐτὸν κακώσοντας. ἐκ τούτου Κωνσταντίνῳ συνεβούλευε γράφειν τοῖς στρατευομένοις ὡς τελευτῆς συμβαινούσης αὐτῷ ἀντιλαβέσθαι τῶν τέκνων αὐτοῦ, καὶ μὴ συγχωρεῖν ἀδικεῖσθαι μηδὲ τῆς βασιλείας διωθεῖσθαι. ἐφ' οἷς ἡσθεὶς Κωνσταντῖνος Οὐαλεντῖνον τὸν Φιλαγρίου ὑπασπιστὴν τά τε γράμματα καὶ τὴν λοιπὴν τοῦ πράγματος ἐργασίαν ἐγχειρίσας πρὸς τὸ στράτευμα ἐξέπεμψε, δεδωκὼς αὐτῷ χρήματα 29 συντελοῦντα εἰς ποσότητα ἀριθμοῦ μυριάδων [πέντε] διακοσίων καὶ ἔτι μύρια καὶ ἑξακισχίλια νομίσματα, ὑποθέμενος πείθειν τοὺς τοῦ στρατιωτικοῦ καταλόγου μετὰ τελευτὴν Κωνσταντίνου ἀντικαθίστασθαι Μαρτίνῃ καὶ τοῖς τέκνοις αὐτῆς. συμβασιλεύσας δὲ τῷ πατρὶ ἔτη ὀκτὼ καὶ εἴκοσι, καὶ ἐπιβιοὺς εἰς τὴν βασιλείαν ἔτι ἡμέρας ἑκατὸν τρεῖς, ἐτελεύτησε. Μεθ' ὃν αὐτοκράτωρ τῆς βασιλείας ἀναγορεύεται Ἡράκλειος, ᾧ συνελάμβανεν εἰς τὰ τῆς βασιλείας πράγματα καὶ ἡ μήτηρ Μαρτῖνα. εὐθὺς οὖν τὸν τοῦ πατρὸς στέφανον, ὃν καὶ συνέθαψαν αὐτῷ καὶ ὁ υἱὸς Κωνσταντῖνος τοῦ ναοῦ ἐξήνεγκε τιμηθέντα μέχρι χρυσίου λιτρῶν ἑβδομήκοντα, τῷ θεῷ προσφέρει ἐν τῷ ἱερῷ, Κῦρον δὲ τὸν πρόεδρον Ἀλεξανδρείας τῷ οἰκείῳ θρόνῳ ἀποκαθίστησι. Φιλάγριον δὲ ἀποκείρας ἐξόριστον εἰς τὸ Σέπτας λεγόμενον φρούριον πρὸς ἥλιον δύνοντα κατὰ [τὰ] θάτερα τῶν Ἡρακλέος στηλῶν πρὸς τῇ Λιβύῃ κείμενον παρέπεμψεν. ἑτέρους τε πλείστους, οὓς εὗρε φίλους καὶ ὑπηρέτας αὐτοῦ, πληγαῖς καὶ ἑτέραις αἰκίαις ἠμύνατο. Οὐαλεντῖνος δὲ ὁ Φιλαγρίου ὑπασπιστὴς ταῦτα αἰσθόμενος τὸ στρατιωτικὸν κατὰ Μαρτίνης καὶ τῶν τέκνων αὐτῆς ἐτάραττε· μεθ' ὧν τὴν Χαλκηδόνος καταλαμβάνει ὡς τοῖς τέκνοις Κωνσταντίνου ἐπικουρήσων, καὶ αὐτοῦ διέτριβεν. Ἡράκλειος δὲ τήν τε πόλιν ἐν τῷ ἀσφαλεῖ εἶχε, καὶ πᾶσιν ἀπελογεῖτο ὡς Ἡράκλειος ὁ υἱὸς Κωνσταντίνου ἀπήμαντος διαμένει, καὶ πᾶσι ὑγιέα καὶ σῶον ὑπεδείκνυ, καὶ ἅμα ὡς τέκνου γνησίου περιείχετο. καὶ τοῦτο ἐπιστοῦτο τῷ