οὐρανὸν ὅτι πάντα αὐτῷ πεπάτηται γήϊνα, ὅτι πάντας ὑπὸ πόδας ἔχει τοὺς ἀνθρώπους. Περιελθὼν, ἔφη, τὴν γῆν, καὶ ἐμπεριπατήσας τὴν ὑπ' οὐρανὸν, πάρειμι. Ἐκκόπτεται τοῦ διαβόλου ἡ ἀλαζονεία. Ἐπειδὴ γὰρ ἐνόμισε κρατεῖν τῆς τοῦ Θεοῦ εἰκόνος, ἐκβάλλεται τῆς γῆς, ὥστε μηκέτι ἐμπεριπατεῖν· καὶ ἐξορίζει αὐτὸν ὁ πάντων ∆εσπότης. Αὐτὸς γάρ ἐστιν ὁ ἐπαγγειλάμενος, ὅτι· Ἐνοικήσω ἐν αὐτοῖς, καὶ ἐμπεριπατήσω, καὶ ἔσομαι αὐτῶν Θεός. γʹ. Τὰ πρῶτα ἐμπεριεπάτει ὁ διάβολος. Ὅτε μὲν γὰρ ἡ εἰδωλολατρεία ἐκέχυτο, ὅτε ἡ ἀσέβεια ἐκράτει, ὅτε πάντα τὰ τῆς κακίας ἤκμαζεν, ὁ διάβολος ἐμπεριεπάτει· ὅτε δὲ ἁγιωσύνη καὶ δικαιοσύνη καὶ ἀλήθεια παρὰ τοῖς φυλάττουσι τὴν ἀλήθειαν, ὁ Θεὸς ἐνοικεῖ καὶ ἐμπεριπατεῖ. Προσέσχες οὖν τῇ διανοίᾳ σου, φησὶ, κατὰ τοῦ θεράποντός μου Ἰὼβ, ὅτι οὐκ ἔστι κατ' αὐτὸν τῶν ἐπὶ τῆς γῆς, ἄμεμπτος, δίκαιος, ἀληθινὸς, ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ; Ἐπειδὴ εἶπε, Πᾶσαν περιῆλθον τὴν ὑπ' οὐρανὸν, καὶ ἠλαζονεύετο ὡς πάντων κρατῶν, παραλύων αὐτοῦ τὴν ἀλαζονείαν ὁ λόγος τῆς ἀληθείας, φησὶ πρὸς αὐτόν· Εἶδες τὸν ἄνθρωπον τὸν ὑπὸ σοῦ μὴ πεπατημένον, ἐπειδὴ πάντων, ὡς ἔφης, κρατεῖς; εἶδες τὸν πάσης σου τῆς κακίας κρατήσαντα; εἶδες τὸν πατήσαντά σε τὸν πατοῦντα πάντας; εἶδες τὸν ἐκλύσαντά σου τὴν τυραννίδα, καὶ τὴν ἀδικίαν ἐκλύσαντα τῇ δικαιοσύνῃ, καὶ τὴν ἀσέβειαν τῇ εὐσεβείᾳ; Ὁ δὲ ἀνθίσταται τῷ Θεῷ, καὶ λέγει· Οὐ δωρεὰν σέβεται. Προσέθηκε τὰ κτήματα, ἵνα ὑβρίσῃ αὐτοῦ τὸν τρόπον, ἵνα ὑβρίσῃ αὐτοῦ καὶ τὸ ἦθος, ἵνα ταῖς ὑπονοίαις νόθον δείξῃ τὴν ἀρετήν. Σὺ δέδωκας αὐτῷ, φησὶ, τὴν ἀφθονίαν· περίελε τὴν ἀφθονίαν, καὶ γυμνοῦται ἡ ὑπόκρισις. Λέγει αὐτῷ ὁ Θεός· Ἅψαι πάντων ὧν ἔχει. Ἤδει γὰρ ὁ Θεὸς, ὅτι ἀκόρεστον ἔχει τὴν πρόθεσιν εἰς πλεονεξίαν· καὶ λέγει· Ἰδοὺ, πάντων δίδωμί σοι τὴν ἐξουσίαν, αὐτοῦ δὲ μόνον μὴ ἅψῃ. Ὅροις περιορίζει τὴν κακίαν τοῦ διαβόλου. Βλέπε λοιπὸν οἷον ἀποτείνει τόξον κατὰ τοῦ δικαίου, οἷα πέμπει βέλη. Ἐξῆλθε, καὶ πρῶτον σχηματίζεται αὐτὸς ὁ τῶν κακῶν ἐργάτης, αὐτὸς ἑαυτὸν ἄγγελον τῶν κακῶν παραστήσας, αὐτὸς ἔπληξε τὰ κτήνη, καὶ αὐτὸς ἀπαγγέλλει τὴν πληγήν. Εἶπε γὰρ, φησὶν, ὁ διάβολος τῷ Ἰώβ· Τὰ ζεύγη τῶν βοῶν σου ἠροτρία, καὶ αἱ θήλειαι ὄνοι ἐνέμοντο, καὶ ἦλθον οἱ αἰχμαλωτεύοντες, καὶ κατέσφαξαν τοὺς παῖδάς σου, καὶ ὑπελείφθην ἐγὼ μόνος, καὶ ἦλθον τοῦ ἀπαγγεῖλαί σοι. Πρώτη πεῖρα τοῦ διαβόλου, πρῶτον βέλος κατὰ τοῦ γενναίου ἀγωνιστοῦ. Ἀλλ' ἀντέστησεν Ἰὼβ τὸν θυρεὸν τῆς πίστεως, τὸν δυνάμενον πάντα τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρωμένα σβέσαι. Τὰ ζεύγη τῶν βοῶν ἀπώλετο, καὶ ἡ ψυχὴ οὐκ ἐμερίζετο. Αἱ ὄνοι ἀπώλοντο, καὶ ὁ εὐγενὴς πῶλος τὸν χαλινὸν τῆς εὐσεβείας οὐκ ἠρνήσατο. Εἶδεν ἀγγελίαν πικρὰν τῆς ἀπωλείας τῶν κτημάτων, καὶ ἔμεινεν ὡς ἀσφαλὴς πύργος καὶ ἀκαταγώνιστος. Ὁ διάβολος πικρὸς ὢν τῇ κακίᾳ, καὶ πικρὸς ὢν τὴν προαίρεσιν, μετεμελήθη οὕτως ἀπαγγείλας. Καὶ πρόσεχε ἀκριβῶς, παρακαλῶ, μή σε διαφύγῃ ἡ τοῦ Πονηροῦ ἔννοια, ἣν καὶ Ἀπόστολος ἀκριβῶς κατοπτεύσας, φησίν· Οὐ γὰρ αὐ56.574 τοῦ τὰ νοήματα ἀγνοοῦμεν. Ὡς οὖν ἀπήγγειλεν αὐτῷ, ὅτι Τὰ ζεύγη τῶν βοῶν ἠροτρία, καὶ αἱ θήλειαι ὄνοι ἐνέμοντο, καὶ ἦλθον οἱ αἰχμαλωτεύοντες, εἶδε δὲ τὸν Ἰὼβ ψυχῇ γενναίᾳ φέροντα τὴν ἀγγελίαν, μετεμελήθη ὅτι κακῶς ἀπήγγειλε, καὶ μονονουχὶ εἶπε πρὸς ἑαυτὸν ὁ διάβολος· Χακῶς ἀπήγγειλα, εἰπὼν αὐτῷ ὅτι ἄνθρωποι αὐτῷ ἐπολέμησαν· δύναται λογίσασθαι, ὅτι εἰ ἄνθρωποι ἐπολέμησαν καί με ἠδίκησαν, τί πρὸς τὸν Θεόν; Κακῶς, φησὶν, ἐτόξευσα, οὐ κατὰ σκοποῦ ἔβαλον, ἀπέτυχον τῆς τοξείας, ἀπεπλανήθη τὰ βέλη. Εἶπον ὅτι ἄνθρωποι ᾐχμαλώτευσαν· δύναται οὗτος εἰπεῖν· Τί οὖν τὴν τῶν ἀνθρώπων ἀδικίαν Θεῷ ἐπιγράψω; Ἄλλοι οἱ ἠδικηκότες, καὶ ἄλλος ἔσται ὁ βλασφημούμενος; Ἵνα οὖν μεταγάγῃ αὐτοῦ τὴν διάνοιαν ἀπὸ τῶν ἀνθρώπων εἰς Θεὸν, καὶ δείξῃ αὐτῷ οὐκ ἀνθρώπους καταβλάπτοντας, ἀλλὰ Θεὸν πολεμοῦντα, λέγει αὐτῷ· Πῦρ ἔπεσεν ἐκ τοῦ οὐρανοῦ. Μὴ δύνῃ εἰπεῖν, ὅτι ἐχθροὶ ἔῤῥιψαν ἄνωθεν; Ὕβρισον τὸν ἀδικήσαντα, βλασφήμησον τὸν πολεμήσαντα. Πῦρ ἔπεσεν ἐκ τοῦ οὐρανοῦ. ∆ιὰ τί λατρεύεις τῷ