ἄνευ ἀργυρίου,» τὸ ἅγιον βάπτισμα τοῦ Κυρίου ἡμῶν Ἰη σοῦ Χριστοῦ. Ὡσαύτως καὶ τὸ, «Κύριος τὸν κατακλυσμὸν κατ οικιεῖ,» τὸ ἅγιον ἐμφαίνει βάπτισμα· ἐπειδὴ κα τακλύζει πάσας τὰς ἁμαρτίας. Ἑρμην. οθʹ. Τί, «Φωνὴ Κυρίου διακόπτοντος φλό γα πυρός;» 28.745 Ἀπόκ. Τοῦτο δηλοῖ τὴν μέλλουσαν κόλασιν τοῦ πυρός· ἐπειδὴ τῇ τοῦ Χριστοῦ προστάξει μέλλει διαι ρεθῆναι. Τὸ πῦρ γὰρ ἔχει δύο ἐνεργείας· καὶ τὸ μὲν φωτίζον μέλλει δοῦναι τοῖς δικαίοις, τὸ δὲ καῖον τοῖς ἁμαρτωλοῖς. Ἑρμηνεία πʹ. «Ὁ ποταμὸς τοῦ Θεοῦ ἐπληρώθη ὑδάτων.» Ἀπόκ. Ὑετοί εἰσιν οἱ ἀπόστολοι. Ἐπλήσθησαν γὰρ παντοίων δωρεῶν καὶ χαρισμάτων. Ἐντεῦθεν καὶ πᾶς ἄνθρωπος καθαρὸς καὶ ἐνάρετος τοιοῦτος ὑπάρχει· καὶ γὰρ τὸ ὕδωρ καὶ ἡ δρόσος ἐν τῇ Γραφῇ, ποτὲ μὲν δηλοῖ τὸ χάρισμα τοῦ Θεοῦ, ποτὲ δὲ τοὺς πειρασμοὺς καὶ τὴν ταραχὴν τῆς ψυχῆς. Ὅταν δὲ λέγει, ὅτι «Ὁ πιστεύων εἰς ἐμὲ, ποτα μοὶ ῥεύσουσιν ἐκ τῆς κοιλίας αὐτοῦ·» καὶ, «Ὡς δρό σος Ἀερμῶν ἡ καταβαίνουσα ἐπὶ τὰ ὄρη Σιὼν,» τὰ χαρίσματα λέγει τοῦ ἁγίου Πνεύματος. Ὄρη δὲ Σιὼν λέγει τοὺς κατὰ Θεὸν ζῶντας πνευματικούς. Πάλιν ὅταν λέγει· «Σῶσόν με, ὁ Θεὸς, ὅτι εἰσήλ θοσαν ὕδατα ἕως ψυχῆς μου·» καὶ, «Ἄρα διῆλθεν ἡ ψυχὴ ἡμῶν τὸ ὕδωρ τὸ ἀνυπόστατον,» τοὺς πειρα σμοὺς λέγει τῆς ψυχῆς. Ἐρώτ. παʹ. Τί ἐστιν· «Ἀναβὰς εἰς ὕψος, ᾐχμα λώτευσας αἰχμαλωσίαν;» Ἀπόκ. Τοῦτο λέγει, ὅτι ἀναβὰς ὁ Χριστὸς ἐπὶ τοῦ σταυροῦ, τὸν ᾅδην ἐσκύλευσε, καὶ ᾐχμαλώτευσε. Τοῦτό ἐστι καὶ τὸ λέγον· «Εἶπεν ὁ Κύριος· Ἐκ Βασὰν ἐπιστρέψω,» τουτέστιν ἀπὸ τοῦ σταυροῦ ἐπιστρέψω εἰς ᾅδην. Βασὰν γὰρ ἑρμηνεύεται αἰσχύνη. Οἱ γὰρ Ἰουδαῖοι τὸν σταυρὸν ὡς αἰσχύνην εἶχον, καὶ κατά ρας ὄργανον τοῦτο ὠνόμαζον. Ἀλλ' ὁ Χριστὸς ἡγία σεν αὐτὸν, ὡς ἐν αὐτῷ τὴν σωτηρίαν τῶν ἀνθρώπων πραγματευσάμενος. Ἐρώτ. πβʹ. Τί λέγει· «Πλούσιοι ἐπτώχευσαν καὶ ἐπείνασαν;» Ἀπόκ. Πλουσίους ἐνταῦθα τοὺς Ἰουδαίους καλεῖ· ἐπτώχευσαν δὲ, ἐπειδὴ ἀπέκτειναν τὸν ἄρτον τῆς ζωῆς, καὶ ἦλθεν ἐπ' αὐτοὺς ὁ λιμός. Ἐρώτ. πγʹ. Τί λέγει, «Εἰς τὰς πρωΐας ἀπέκτεινον πάντας τοὺς ἁμαρτωλοὺς τῆς γῆς, τοῦ ἐξολοθρεῦσαι ἐκ πόλεως Κυρίου πάντας τοὺς ἐργαζομένους τὴν ἀνο μίαν;» Ἀπόκ. Ὃ λέγει, τοιοῦτόν ἐστιν· ὥσπερ ἡ πρωΐα ἀρχὴ τῆς ἡμέρας ἐστὶν, οὕτω καὶ πάσης ἁμαρτίας ἐστὶν ἀρχὴ ὑποβολὴ τοῦ ἐχθροῦ. ∆ιὸ λέγει· «Εἰς τὰς πρωΐας ἀπέκτεινον,» τουτέστιν εἰς τὰς ἀρχὰς τῶν λογισμῶν ἐσκόπουν, καὶ ἐδίωκον τὰς προσβολὰς αὐ τῶν, καὶ πάντας τοὺς ἁμαρτωλοὺς, ἤτοι τοὺς δαίμο νας, τοὺς ποιοῦντας ἐν ἐμοὶ τὴν ἁμαρτίαν, «ὅπως ἐξολοθρεῦσαι ἐκ πόλεως Κυρίου πάντας,» τουτέστιν ἐκ τῆς ψυχῆς. Πόλις γὰρ Κυρίου ἐστὶν ἡ ψυχή. Ἐδίω κον γὰρ, φησὶ, καὶ ἀπέκτεινον τὰς κεφαλὰς αὐτῶν, 28.748 ἤτοι τὰς ἀρχὰς, ὅπως ἐξολοθρεύσω αὐτοὺς ἐκ τῆς ψυχῆς, τοῦ μὴ ἐργάζεσθαι πᾶσαν ἀνομίαν καὶ ἁμαρ τίαν. Ἐρώτ. πδʹ. Τί λέγει· «Σκύμνοι ὠρυόμενοι τοῦ ἁρπάσαι, καὶ ζητῆσαι παρὰ τῷ Θεῷ βρῶσιν αὐτοῖς. Ἀνέτειλεν ὁ ἥλιος, καὶ συνήχθησαν, καὶ εἰς τὰς μάν δρας αὐτῶν κοιτασθήσονται;» Ἀπόκ. Σκύμνους λέγει τοὺς προφήτας. Ὠρύοντο δὲ κράζοντες καὶ λέγοντες, καὶ προφητεύοντες τὴν σάρκωσιν τοῦ Υἱοῦ τοῦ Θεοῦ. Ἀνέτειλεν δὲ ὁ ἥλιος, τουτέστιν, ἦλθεν ὁ Χριστὸς, καὶ ἐσιώπησαν. Οἱ προ φῆται ἕως Ἰωάννου προεφήτευσαν. Τοῦτό ἐστι καὶ ὃ λέγει ἡ Γραφὴ ἀλλαχοῦ· «Σκοτεινὸν ὕδωρ ἐν νεφέλαις ἀέρων· Ἀπὸ τῆς τηλαυγήσεως αὐτοῦ αἱ νεφέλαι διῆλθον.» Σκοτεινὸν ὕδωρ λέγει τὴν θείαν Γραφὴν, ἐπειδὴ ἐν γνόφῳ ἐδέξατο ὁ Μωσῆς τὸν νόμον ἐν τῷ Σινᾶ παρὰ Θεοῦ. Ἔτι δὲ καὶ οἱ προφῆται ἀμυδρῶς πως καὶ σκοτεινῶς καὶ λεπτῶς πως τὴν παρουσίαν τοῦ Χριστοῦ ἔβλεπον, καὶ ἐδήλουν. Νεφέλας γὰρ τοὺς προφήτας λέγει, ἐπειδὴ ἐκήρυξαν, καὶ ὡς ὕδωρ ἐξ έχεον, πνεύσαντες ὡς ἀέρες τὸν θεῖον λόγον καὶ νόμον ἐπὶ τῆς γῆς, ὅπερ ἐστὶ τὸ σκοτεινὸν ὕδωρ. Ἀπὸ δὲ τῆς τηλαυγήσεως αὐτοῦ ἐνώπιον αὐτοῦ, ἢ ὡς ἀπὸ τῆς διὰ σαρκὸς ἐπιδημίας αὐτοῦ ἔμπροσθεν αὐτοῦ αἱ νεφέλαι, ἤγουν οἱ προφῆται, ἔπαυσαν καὶ ὑπεχώ ρησαν. Ἐρώτ. πεʹ. Τί ἐστιν· «Ὄρος
12