καὶ τῶν ἄλλων γενόμενον διδάσκαλον. ἀπὸ γὰρ τῆς Παυλίνου ἐπιστολῆς ὁ κἀκείνου διδάσκαλος γεγονὼς εὔδηλος γένοιτ' ἂν ἡμῖν. 88 καίτοι εἰ δεῖ τἀληθὲς περὶ Ὠριγένους εἰπεῖν, τοῦτο προσήκει λέγειν, ὅτι ἄρτι τῶν κατὰ φιλοσοφίαν ἀποστὰς μαθημάτων, καὶ τοῖς θείοις ὁμιλῆσαι προελόμενος λόγοις πρὸ τῆς ἀκριβοῦς τῶν γραφῶν καταλήψεως, διὰ τὸ πολὺ καὶ φιλότιμον τῆς ἔξωθεν παιδεύσεως θᾶττον τοῦ δέοντος ἀρξάμενος [ὑπο]γράφειν ὑπὸ τῶν τῆς φιλοσοφίας παρήχθη λόγων, καί τινα δι' αὐτοὺς οὐ καλῶς γέγραφεν. δῆλον δέ· ἔτι γὰρ τῶν Πλάτωνος μεμνημένος δογμάτων, καὶ τῆς τῶν ἀρχῶν παρ' αὐτῷ διαφορᾶς, ΠΕΡΙ ΑΡΧΩΝ γέγραφεν βιβλίον, καὶ ταύτην τῷ συγγράμματι τὴν ἐπιγραφὴν ἔθετο. δεῖγμα δὲ τούτου μέγιστον τὸ μηδὲ ἄλλοθέν ποθεν τὴν ἀρχὴν τῶν λέξεων αὐτὸν ἢ τὴν ἐπιγραφὴν τοῦ βιβλίου ποιήσασθαι, ἀλλ' ἀπὸ τῶν Πλάτωνι λεχθέντων ῥημάτων· γέγραφεν γὰρ ἀρχόμενος οὕτως· οἱ πεπιστευκότες καὶ πεπεισμένοι. τοῦτο τὸ ῥητὸν οὕτως εἰρημένον εὕροις ἂν ἐν τῷ Γοργίᾳ Πλάτωνος. 89 ἀξιῶ δὲ τοὺς ἐντυγχάνοντας τῶν ἁγίων, ὡσπερεὶ σπέρματα καὶ ἀρχὰς τῆσδε τῆς ἐξηγήσεως ἀληθῶς εἰληφότας, πλείονας ἀποδείξεις προσθεῖναι τοῖς εἰρημένοις, ὥστε ἔτι μᾶλλον τὰς τῶν [περὶ] τὴν πίστιν διαστρεφόντων ἐλέγχεσθαι προαιρέσεις. ὄντως γὰρ θεὸν τὸν γεννήσαντα αὐτοὺς "ἐγκατέλιπον, καὶ ὤρυξαν ἑαυτοῖς λάκκους συντετριμμένους". 90 ἀκόλουθον ἡγοῦμαι βραχέα καὶ περὶ τῆς εἰκόνος εἰπεῖν. γέγραφεν γάρ· ἄλλος δέ ἐστιν ὁ ἐξ αὐτοῦ γεννηθείς, "ὅς ἐστιν εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου". εἰκόνος διὰ τοῦτο μέμνηται θεοῦ ἀοράτου Ἀστέριος, ἵνα τοσοῦτον τὸν θεὸν τοῦ λόγου διαφέρειν διδάξῃ, ὅσον καὶ ἄνθρωπος τῆς ἑαυτοῦ εἰκόνος διαφέρειν δοκεῖ. 91 διὰ τοῦτο εἰκότως ἐπιφέρει "ὅς ἐστιν εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου". πότε γενόμενος εἰκὼν ἢ ὁπηνίκα τὸ "κατ' εἰκόνα καὶ καθ' ὁμοίωσιν" ἀνείληφεν πλάσμα; πρότερον γάρ, ὥσπερ πολλάκις ἔφην, οὐδὲν ἕτερον ἦν ἢ λόγος. 92 οὐκοῦν πρόδηλον, ὅτι πρὸ τῆς τοῦ ἡμετέρου σώματος ἀναλήψεως ὁ λόγος καθ' ἑαυτὸν οὐκ ἦν εἰκὼν τοῦ ἀοράτου θεοῦ. τὴν γὰρ εἰκόνα ὁρᾶσθαι προσήκει, ἵνα διὰ τῆς εἰκόνος τὸ τέως μὴ ὁρώμενον ὁρᾶσθαι δύνηται. 93 πῶς οὖν εἰκόνα τοῦ ἀοράτου θεοῦ τὸν τοῦ θεοῦ λόγον Ἀστέριος εἶναι γέγραφεν; αἱ γὰρ εἰκόνες τούτων ὧν εἰσιν εἰκόνες καὶ ἀπόντων δεικτικαί εἰσιν, ὥστε καὶ τὸν ἀπόντα δι' αὐτῶν φαίνεσθαι δοκεῖν. εἰ δὲ τοῦ θεοῦ ἀοράτου ὄντος ἀόρατον εἶναι καὶ τὸν λόγον συμβαίνει, πῶς εἰκὼν τοῦ ἀοράτου θεοῦ ὁ λόγος καθ' ἑαυτὸν εἶναι δύναται, καὶ αὐτὸς ἀόρατος ὤν; ἀδύνατον γὰρ τὸ μὴ ὁρατὸν διὰ τοῦ ἀοράτου φανῆναί ποτε. 94 διὸ πανταχόθεν δῆλον εἰκόνα τοῦ ἀοράτου θεοῦ ὑπὸ τοῦ ἱεροῦ εἰρῆσθαι ἀποστόλου τὴν προσγενομένην τῷ λόγῳ σάρκα, ἵνα διὰ τοῦ ὁρατοῦ καὶ τὸ ἀόρατον φαίνηται. "εἰκὼν" δὲ "ἐστὶν" φησὶν ὁ ἀπόστολος "τοῦ ἀοράτου θεοῦ". νῦν δηλονότι, ὁπηνίκα τὴν κατ' εἰκόνα τοῦ θεοῦ γενομένην ἀνείληφεν σάρκα, εἰκὼν ἀληθὴς τοῦ ἀοράτου θεοῦ γέγονεν. εἰ γὰρ διὰ τῆς εἰκόνος ταύτης τὸν τοῦ θεοῦ λόγον ἠξιώθημεν γνῶναι, πιστεύειν ὀφείλομεν αὐτῷ τῷ λόγῳ διὰ τῆς εἰκόνος λέγοντι "ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν". οὔτε γὰρ τὸν λόγον οὔτε τὸν πατέρα τοῦ λόγου χωρὶς τῆς εἰκόνος ταύτης γνῶναί τινα δυνατόν. 95 οὕτω γοῦν καὶ ὁ ἀπόστολός φησιν, ὥσπερ μικρῷ πρόσθεν ἔφαμεν "ἐκένωσεν ἑαυτὸν μορφὴν δούλου λαβών", διὰ τῆς μορφῆς τοῦ δούλου τὴν ἀνθρωπίνην ἡμῖν σημαίνων σάρκα, ἣν ὁ δεσπότης ἡμῶν θεὸς τῇ ἑαυτοῦ διαπλάττων σοφίᾳ "ποιήσωμεν ἄνθρωπον" ἔφη "κατ' εἰκόνα ἡμετέραν καὶ ὁμοίωσιν", καλῶς τὴν ἀνθρωπίνην σάρκα ὀνομάζων εἰκόνα. ᾔδει γὰρ ἀκριβῶς ὅτι εἰκὼν ἔσται μικρὸν ὕστερον τοῦ ἑαυτοῦ λόγου. 96 τί οὖν πρὸς ταῦτα λέξει; οὐ γὰρ οἶμαι αὐτὸν ἔχειν τι περὶ τούτου λέγειν. οὐδὲ γὰρ σαφῶς αὐτὸν καὶ ἀπαρακαλύπτως ἡγοῦμαι καὶ πρὸς ἑτέρους ὁμολογῆσαι ἄν, ὅπερ αὐτὸς ἐν τῇ ἑαυτοῦ κρύπτει διανοίᾳ, ὡς ἔστιν σαφῶς ἀφ' ὧν γέγραφεν μανθάνειν. ἄλλος μὲν γάρ, φησίν, ἐστὶν ὁ πατὴρ ὁ γεννήσας ἐξ αὑτοῦ τὸν μονογενῆ λόγον καὶ πρωτότοκον ἁπάσης κτίσεως, μόνος μόνον, τέλειος τέλειον, βασιλεὺς βασιλέα,