πόλεων, ἐν αἷς καὶ συγγενεῖς εἶχεν, πορευομένους τοὺς τυπικῶς καὶ εἰκονικῶς ἑωραθέντας ἀγγέλους οὐ διανέστη πρὸς ἀναίρεσιν, ἀλλ' εἰς ἱκεσίαν μᾶλλον καὶ παράκλησιν καθῆκεν ἑαυτὸν καὶ τότε ὑπὲρ ἑτέρων. ὑμεῖς δὲ διότι ἐλέγχω ὑμᾶς, ἐφ' οἷς ἁμαρτάνετε, καὶ διότι θέλω ἀπαλλάξαι ὑμᾶς τυραννίδος χρονίας καὶ κρίματος, πρὸς φόνον μᾶλλον ἀντὶ τῆς εὐχαριστίας ἀνερεθίζεσθε. τοῦτο δὲ Ἀβραὰμ οὐκ ἐποίησεν. ὥστε οὐδὲ τέκνα αὐτοῦ ἐστε, ὅτι μηδὲ τὰ ἔργα αὐτοῦ μιμεῖσθε. 59 Jo 8, 44- 49 Ἀποροῦσί τινες λέγοντες· τίς ἐστιν ὁ τοῦ διαβόλου πατήρ, οὗ καὶ τέκνα ἔφησεν ὁ δεσπότης εἶναι τοὺς Ἰουδαίους; καὶ πρῶτον μὲν ἔνιοί φασιν, ὅτι τὴν ἀπορίαν ἡ σύγχυσις τῆς ἀναγνώσεως ποιεῖ· ἐπειδὴ γὰρ εἶπον οἱ Ἰουδαῖοι, ὅτι πατέρα ἔχομεν τὸν θεὸν καὶ ἔφη ὁ δεσπότης πρὸς αὐτούς· εἰ ὁ θεὸς πατὴρ ὑμῶν ἦν καὶ ἑξῆς, ἐπειδὴ ταῦτά φησιν ὁ δεσπότης καὶ παντελῶς ἔδειξεν αὐτοὺς ἠλλοτριωμένους, ὅπερ εἰώθαμεν λέγειν ἐπὶ τῶν σφόδρα διεστηκότων, ἐπάγει· ὑμεῖς οἱ τοιοῦτοι καὶ τηλικοῦτοι τὴν μοχθηρίαν ἐκ τοῦ πατρός; μὴ γένοιτο, ἐκ τοῦ διαβόλου ἐστὲ καὶ ἑξῆς, ἵνα ᾖ στιγμῆς φησι μεταξὺ κειμένης τοῦ πατρὸς καὶ τοῦ διαβόλου-τὸ μὲν σὺν ἐρωτήσει ἐπιτίμησις, τὸ δὲ τελείως ἀπόφασις-, ἀλλ' ἐνεχώρει τάχα τοῦτον προχωρῆσαι τὸν νοῦν, εἰ μὴ μετ' ὀλίγον πάλιν ἐπήγαγεν λέγων· ὅταν λαλῇ τὸ ψεῦδος, ἐκ τῶν ἰδίων λαλεῖ, ὅτι ψεύστης ἐστίν, εἶτα καὶ ὁ πατὴρ αὐτοῦ· ἐνταῦθα γὰρ οὔτε στιγμήν ἐστι Σοφίσασθαι οὔτε τὴν ἀνάγνωσιν αἰτιάσασθαι. διό φασίν τινες, ὅτι πατέρα διαβόλου τὸν ἐν ὑπερβολῇ πονηρίας ζῶντα ἔφησεν, ὃς καὶ διὰ παντὸς τοῦ βίου, δι' ὧν πράττει καὶ πονηρεύεται, πληθύνει καὶ γεωργεῖ καὶ παιδοποιεῖ τὸν διάβολον καὶ τίκτει αὐτὸν ὥσπερ ἐκ τοῦ ἐναντίου καὶ ἐν ταῖς ᾠδαῖς λέγεται πνεῦμα τίκτειν ὁ σπουδαῖος καὶ τὸ θέλημα τοῦ παρακλήτου πληθύνων καὶ τίκτων ἐν ἑαυτῷ· διὰ γὰρ τὸν φόβον Σου, φησίν, κύριε ἐν γαστρὶ ἐλάβομεν καὶ ὠδινήσαμεν καὶ ἑξῆς. δι' ὧν γοῦν, φησίν, πράττουσιν οἱ Ἰουδαῖοι, ἐκ τοιούτου παμπονήρου δεικνύουσιν ἑαυτοὺς τεχθῆναι, ἐξ οὗπερ καὶ ὁ διάβολος πληθύνεται καὶ ἀποτίκτεται. ἄλλοι δέ φασιν οἰκειότερον οἶμαι, ὅτι ὁ ἀντίχριστος, ὅταν μέλλῃ ἔρχεσθαι, ὅς ἐστι καὶ διάβολος, ἀνθρώπινον ὄργανον ἄξιον τῆς αὐτοῦ κακουργίας εὑρὼν δι' αὐτοῦ πράξει, ἅπερ ἂν καὶ συγχωρηθείη τερατεύσασθαι. δῆλον δ' ὅτι ὁ τοιοῦτος τρισάθλιος ἄνθρωπος, ἐν ᾧ οἰκήσει ὁ διάβολος, καὶ ὃς χρηματίσει ἀντίχριστος, ἐκ τοιούτου φύσεται μιαρωτάτου πατρός, ὅς ἐστιν ἄξιος τοιοῦτον παῖδα φῦναι ὅλην χωρῆσαι δυνάμενον τὴν ἐνέργειαν τοῦ σατανᾶ. ὑμεῖς οὖν, φησίν, ἐξ ὧν μιαιφονεῖτε καὶ ἐξ ὧν τῷ ψεύδει μᾶλλον ἢ τῇ παρ' ἐμοῦ κηρυττομένῃ ἀληθείᾳ προσέχετε, δεικνύετε ἑαυτοὺς ἀξίους εἶναι τέκνα οὐχὶ τοῦ Ἀβραάμ, ἀλλὰ τοιούτου πατρός, ἐξ οὗ ἂν ἀποτεχθείη ὁ διάβολος, ἤτοι ὁ ἄνθρωπος ἐν ᾧ πᾶσαν αὐτοῦ τὴν ἐνέργειαν κενώσει καὶ ἐν αὐτῷ κατοικήσει ὁ διάβολος. οἱ δὲ καὶ οὕτω φασίν. δῆλον, φησίν, ὅτι οἱ Ἰουδαῖοι κατὰ σάρκα σπέρμα Ἀβραάμ εἰσιν, ὥστε ὅταν αὐτοῖς ὁ δεσπότης λέγῃ μὴ εἶναι τέκνα τοῦ Ἀβραὰμ οὐχὶ κατὰ σάρκα λέγει αὐτοὺς μὴ εἶναι τέκνα αὐτοῦ, ἀλλὰ κατὰ πνεῦμα, ὅτι τὰ ὅμοια ἐκείνῳ οὐ διεπράττοντο. καὶ ὅτε λέγει τέκνα τοῦ πατρὸς τοῦ διαβόλου, οὐ κατὰ σάρκα τοῦτό φησιν, ἀλλὰ καθ' ὃ τὰς πονηρὰς ἐνεργαζόμενοι πράξεις τὴν πρὸς τὸν διάβολον συνάπτουσιν οἰκειότητα, ὅτι, φησίν, ὡς ἀδελφῷ καὶ φίλῳ ἀνάκεισθε τῷ διαβόλῳ καὶ οὕτως οἰκειοποιεῖσθε αὐτὸν ὡσανεὶ τὸν αὐτὸν πατέρα λαχόντες ἦτε καὶ ἐκ τοῦ αὐτοῦ φύντες σπέρματος, ὥστε εἰκότως ὑμᾶς τέκνα τοῦ πατρὸς τοῦ διαβόλου καλέσει καὶ ἀδελφοὺς αὐτοῦ ἐκείνου· ἐπὶ τοΣοῦτον γὰρ ὑμῖν τὰ τῆς μιαιφονίας καὶ παρανομίας ἐπήσκηται. τὸ δὲ ὅταν λαλῇ τὸ ψεῦδος, ἐκ τῶν ἰδίων λαλεῖ καὶ ὁ πατὴρ αὐτοῦ, καὶ ὁ πατὴρ αὐτοῦ, φησίν, ὃν ὑμεῖς ἑαυτοῖς ἐπεγράφεσθε, εἴπερ ἦν καθ' ὑπόστασιν τοιοῦτος ἂν ἦν. ἄλλοι δέ φασιν, ὅτι οὐ λέγει ὅλως πατέρα ἕτερον διαβόλου ἐνταῦθα, ἀλλὰ τὸν αὐτόν, φησίν, καὶ πατέρα καὶ διάβολον λέγει. διάβολον μέν, ὅπερ ἐστίν, πατέρα δὲ τῶν Ἰουδαίων δι' ὧν αὐτὸν τοῖς ἔργοις οἰκειοποιήσαντο. καὶ τὰ ἐπαγόμενα δέ, φασίν, τοῦτο σαφῶς δείκνυσιν·