διασκεδάζει καὶ παύει αὐτόν, ὥστε καὶ ὑμᾶς δύνασθαι διὰ τὸ ὀλίγον χρόνον ἐνοχλεῖν ὑμᾶς ὑπενεγκεῖν αὐτόν· ἢ ὅτι σὺν τῷ πειρασμῷ ποιήσει καὶ τὴν ἐπὶ τῇ ὑπομονῇ καὶ καρτερίᾳ ἔκβασιν, τοῦτ' ἔστι ποιήσει ὑμᾶς αὐτίκα καρτερικοὺς καὶ ὑπομένειν ἱκανούς, ὥστε μηδὲν ὑμᾶς ἐκ τοῦ πειρασμοῦ βλάπτεσθαι, ἀλλὰ καὶ μᾶλλον πολλὰ κερδαίνειν. 1Kor 10,16-17 Ἀπόδειξίς ἐστι τοῦ εἰρημένου τὸ ἐπαγόμενον. πόθεν γὰρ δῆλον, φησίν, ὅτι τὸν ἄρτον ὃν κλῶμεν κοινωνία τοῦ σώματος τοῦ Χριστοῦ ἐστιν, τοῦτ' ἔστιν ὅτι εἰς κοινωνίαν τοῦ σώματος ἡμᾶς συνάγει τοῦ Χριστοῦ; πόθεν δῆλον ὅτι ἓν σῶμά ἐσμεν καὶ καλούμεθα οἱ πάντες, Χριστῷ συναπτόμενοι ὡς τοῦ κοινοῦ σώματος κεφαλῇ; εἰ οὖν μὴ τῷ σώματι αὐτοῦ καὶ τῷ αἵματι εἰς κοινωνίαν συνηγόμεθα, τίνι ἂν ἑτέρῳ ἓν σῶμα ἦμεν καὶ ἐκαλούμεθα; 565 1Kor 10,19-21 Οὐχ ὅτι τί ἐστι τὰ εἴδωλα, διὰ τοῦτο κωλύω τῶν εἰδωλοθύτων γεύεσθαι προείρηται γὰρ ὅτι τῶν μὴ ὄντων ἐστὶν καὶ ἀνυπάρκτων κατ' οὐσίαν, καὶ οὔτε βλάβην οὔτε ὠφέλειαν ἔχουσιν ἰσχὺν προξενῆσαί τινι , ἀλλὰ διὰ τοῦτο κωλύω, ὅτι διὰ τῶν εἰδώλων τοῖς δαίμοσι προσάγεται ἡ θυσία. πῶς οὖν οὐκ αὐτόθεν βδελυκτὸν καὶ φευκτὸν τὸ μεταλαμβάνειν δαιμονικῆς θυσίας καὶ δι' αὐτῆς αὐτοῖς ἐκείνοις ἔρχεσθαι εἰς κοινωνίαν; εἶτα καὶ διὰ τῆς παραθέσεως τῆς κυριακῆς τραπέζης καὶ τοῦ κυριακοῦ ποτηρίου μᾶλλον ἐλέγχει τὸ ἄτοπον τῶν γευομένων ἅ ἐστιν εἰδωλόθυτα. καὶ ὅρα τὸ σοφόν· κατ' ἀρχὰς μὲν ἠρέμα πως ἥπτετο τῶν ἐλέγχων, προϊὼν δὲ ὡς ἐνταῦθα λίαν πικρῶς ἐπεμβαίνει. 1Kor 10,25-28 Ἀντιπίπτειν δοκοῦν λύει. ἐπειδὴ γὰρ μετὰ σφοδρότητος τῶν εἰδωλοθύτων κατέδραμε καὶ τοὺς ἐσθίοντας ἐπετίμησεν, ἵνα μή τις εἴπῃ· τί οὖν; ἀποσχέσθαι ἄρα δεῖ ἡμᾶς καὶ τῶν ἐν ἀγορᾷ κρεῶν προκειμένων; ἢ ἀνάγκην σχοίημεν ἂν περιϊέναι τὰς ἀγορὰς καὶ ἐπερωτᾶν καὶ ἀνακρίνειν, μή ποτε εἰδωλόθυτον εἴη; εἰς τοιαῦτα ἡμῶν συγκλείσομεν καὶ συνελάσομεν τὸν βίον; ἵνα οὖν μὴ τοιαῦτά τινες ἀντιτείνειν ἔχοιεν, προφθάσας αὐτὸς δίδωσι τὰς λύσεις, καί φησιν μήτε τὰ ἐν ἀγορᾷ ἀνάγκην εἶναι παραιτεῖσθαι, μήτε ἀνακρίνειν καὶ ἐπερωτᾶν· ἆρα εἰδωλόθυτόν ἐστιν ἢ οὔ; ἀλλ' ἐκείνων ἀπέχεσθαι μόνων, περὶ ὧν τις φθάσας ἐμήνυσεν εἰδωλόθυτα εἶναι. Πᾶν τὸ ἐν μακέλλῳ, φησίν, ἐσθίετε μηδὲν διστάζοντες κατὰ συνείδησιν, μηδὲ ἀνακρίνοντες καὶ ἐπερωτῶντες δι' αὐτήν, ἵνα ταύτην ἀμφίβολον οὖσαν θεραπεύσητε· οὐ γὰρ ἐβούλετο δύσκολον αὐτοῖς τὴν μετάληψιν παρασκευάσαι τῆς τροφῆς, ἵνα μὴ ἐκ τούτου ὀλιγωρήσαντες τὸ πᾶν τῆς ἀκριβείας ὡς ἀδυνάτου οὔσης τῆς ἐντολῆς εἰς τὸ φυλαχθῆναι παραλύσωσιν. Μηδὲν διὰ τὴν συνείδησιν ἀνακρίνοντες, τοῦτ' ἔστι μηδὲν ἕνεκεν αὐτῆς ἐπερωτῶντες καὶ ἀνακρίνοντες· δεῖ γὰρ αὐτὴν καθαρὰν καὶ ἀδίστακτον ἐσθίοντας ἔχειν καὶ μὴ δεῖσθαι πληροφορίας ἄλλης τῆς ἀπὸ τῆς ἀνακρίσεως. Ἐπειδὴ ἀνωτέρω ὅτε τὰ ἐν μακέλλῳ πωλούμενα οὐκ ἐκώλυεν ἐσθίειν, ἐπήγαγεν· τοῦ κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς, τοῦτ' ἔστι τὰ ἐν αὐτῇ πάντα· ταῦτα γάρ εἰσι τὰ πληροῦντα αὐτὴν καρποὶ καὶ ζῷα καὶ τὰ ὅμοια. εἶτα προϊὼν λέγει· ἐὰν δέ τις ὑμῖν εἴπῃ ὅτι εἰδωλόθυτόν ἐστιν, μὴ ἐσθίετε. ἵνα μή τις εἴπῃ· 566 τί οὖν; νῦν οὐκ ἔστιν ἡ γῆ τοῦ κυρίου καὶ τὸ πλήρωμα αὐτῆς; ἄλλ' ὅτε μὲν οὐκ ἐκώλυες ἐσθίειν, τοῦ κυρίου ἦν, νῦν δὲ οὐκ ἔστιν; ἵνα οὖν μὴ ἐξῇ τοῦτο λέγειν τινί, πάλιν τίθησι τὸ αὐτὸ καί φησιν· τοῦ κυρίου μὲν ἡ γῆ καὶ τὰ ἐν αὐτῇ, ὅπερ καὶ πρόσθεν εἶπον, ἀλλὰ διὰ τὸν μηνύσαντα καὶ τὴν συνείδησιν αὐτοῦ οὐ δεῖ γεύσασθαι τῶν εἰδωλοθύτων ἐκείνων. εἰ γὰρ τοῦ κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς, αὐτὸς οὐδενὸς ποιήσει ὑμᾶς ἔχειν ἐνδεῶς, κἂν ταύτης δι' αὐτὸν ἀπόσχησθε τῆς εἰδωλοθύτου θοίνης. ἢ ἐπεὶ τοῦ κυρίου ἡ γῆ καὶ τὰ ἐν αὐτῇ, πολλῷ μᾶλλον καὶ ὁ ἄνθρωπος ὁ ἐν αὐτῇ· διὰ γοῦν τοῦτον τὸν μηνύσαντα ὅς ἐστι τοῦ κυρίου, καὶ τοὺς ἄλλους ἴσως τοὺς μηνύοντος ἀκούσαντας ἵνα μὴ βλαβῶσιν, μὴ ἐσθίετε· τοῦ γὰρ κυρίου ἡ γῆ καὶ τὰ ἐν αὐτῇ, καὶ δεῖ ὡς ὁμοδούλων φροντίζειν τῶν ἐν αὐτῇ. οὐ γὰρ ὅτε μὲν ἔδει φαγεῖν τοῦτο ἔδει ἐννοεῖν, ὅτε δὲ μὴ ἐσθίειν τοῦτο παρορᾶν, ἀλλ' ἀεὶ ὡσαύτως ἔχοντας καὶ