τότε εὐχαρίστως ἐσθίειν ὡς τοῦ κυρίου παρασχόντος ἡμῖν εἰς βρῶσιν ταῦτα, καὶ νῦν εἰκότως μὴ ἐσθίειν ὡς φυλαττομένους σκανδαλίζειν τοὺς τοῦ κυρίου δούλους καὶ ὁμοδούλους ἡμῶν. 1Kor 10,30-31 Εἰ σύ, φησίν, ἐκ χάριτος γέγονας τέλειος ὥστε εἰδέναι μηδὲν εἶναι τὰ εἴδωλα, καὶ κατηρτισμένην ἔχεις ψυχὴν εἰς τὸ μηδὲν παραβλάπτεσθαι, κἂν μετασχεῖν βουληθῇς τῶν εἰδωλοθύτων, τί βλασφημεῖσθαι σαυτὸν παρασκευάζεις, καὶ διὰ σοῦ τὴν πίστιν καὶ τὸν θεόν; καὶ τό τε ἐπ' ἐκείνῳ ὑπὲρ οὗ μᾶλλον ὤφειλες εὐχαριστεῖν τελειωθεὶς τὴν διάνοιαν; αὐτὸς δὲ ἐφ' ἑαυτοῦ τὸν λόγον ἐσχημάτισεν μετριώτερον τὸν ἔλεγχον ποιῶν. εἶτα ἐπάγει· εἴτε ἐσθίετε καὶ ἑξῆς. ὅτε τῶν ἐλέγχων ἔπαυσε, τότε τὸν εἰς ἑαυτὸν λύσας μετασχηματισμόν, ἐξ εὐθείας αὐτοῖς παραινεῖ λέγων· εἴτε ἐσθίετε καὶ ἑξῆς. 1Kor 10,33 Τὸ τῶν πολλῶν, φησί, συμφέρον ἤπερ τὸ ἐμαυτοῦ. ἐπειδὴ ἔνιοι ζητοῦσι μὲν τὸ τῶν πολλῶν, ἀλλ' οἱ μὲν ἵνα κερδήσωσιν αὐτῶν τὴν εὔνοιαν ἐπὶ τὸ σφίσι λυσιτελοῦν, οἱ δὲ ἵνα παρ' αὐτῶν ἐπαινεθῶσιν, οἱ δὲ ἵνα ἄλλου τινὸς τύχωσι τοιούτου, αὐτὸς δείκνυσιν ἐφ' ὅτῳ αὐτοῖς ἐσπούδασεν ἀρέσκειν, καί φησιν ὅτι ἐπὶ τὸ ἐκείνοις συμφέρον, καὶ οὐχ ἁπλῶς συμφέρον, ἀλλ' ἔτι σαφέστερον, ἵνα σωθῶσιν, φησίν. 567 1Kor 11,3 Κεφαλὴ μὲν ἡμῶν τῶν πιστῶν ἐστιν ὁ Χριστός, ὡς συσσώμων καὶ συμμετόχων αὐτῷ γεγενημένων διὰ τῆς κοινωνίας τοῦ σώματος καὶ αἵματος αὐτοῦ· δι' αὐτὸν γὰρ ἅπαντες ἓν σῶμα χρηματίσαντες κεφαλὴν ἔχομεν αὐτόν. κεφαλὴ δὲ τοῦ Χριστοῦ ὁ θεὸς καὶ πατήρ, ὡς γεννήτωρ καὶ προβολεὺς καὶ ὁμοούσιος αὐτοῦ. κεφαλὴ δὲ γυναικὸς ὁ ἀνήρ, ὅτι καὶ αὐτὸς γεννήτωρ αὐτῆς καὶ προβολεὺς καὶ ὁμοούσιος ὑπάρχει αὐτῇ. ἀκόλουθος καὶ ἁρμόδιος ἡ ἀναλογία. εἰ δὲ τὸ παντὸς ἀνδρὸς καὶ ἐπὶ τῶν ἀπίστων ἐκλάβοις, κατὰ τὸν τῆς δημιουργίας λόγον μόνον ἐγχωρεῖ· τῶν γὰρ ἄλλων ἄρχειν τὸν ἄνθρωπον ἐπιτρέψας αὐτὸν ὑπὸ τὴν ἰδίαν μόνον εἴασε μένειν ἐξουσίαν καὶ ἀρχήν, μὴ ἐπιστήσας αὐτῷ ἕτερον δεσπότην καὶ ἐξουσιαστήν. 1Kor 11,5 Ἓν γάρ ἐστι καὶ τὸ αὐτό, ὅσον ἐπὶ τὸ ἀκόσμως καὶ ἀνυποτάκτως ἑλέσθαι βιοῦν. 1Kor 11,7-10 Εἰς γὰρ δόξαν θεοῦ ὑποτετάχθαι ὀφείλει ὁ ἀνὴρ τῷ θεῷ, καὶ εἰς δόξαν ἀνδρὸς ἡ γυνὴ τῷ ἀνδρί. τί δέ ἐστιν εἰς δόξαν; εὐπειθῶς καὶ ἑκουσίως καὶ μετὰ χαρᾶς πράττειν τὰ ἀρέσκοντα θεῷ· ὡσαύτως καὶ ἡ γυνὴ τὰ ἀρέσκοντα τῷ ἀνδρί. ὡς ὅ γε κατὰ βίαν καὶ ἄκων ποιῶν καὶ δυσφορῶν οὐχ ὑποτάσσεται εἰς δόξαν θεοῦ, ὡσαύτως οὐδὲ ἡ γυνὴ εἰς δόξαν ἀνδρός. ὥστε δεῖ προθύμως ἀκαταλύπτως προσιέναι θεῷ, καὶ τὴν γυναῖκα ὡσαύτως κατακαλυπτομένην. ∆όξα θεοῦ τῆς ἀρχῆς αὐτοῦ καὶ ἐξουσίας τὸ τιμιώτατον· δι' αὐτὸν γὰρ μᾶλλον ἢ δι' ἄλλο τι τῶν ἐν κόσμῳ δεδόξασται, καὶ τὸ ὑπερβάλλον τῆς χρηστότητος αὐτοῦ καὶ φιλανθρωπίας πεφανέρωται. ὡσαύτως δόξα ἀνδρός ἐστιν ἡ γυνή· τῆς γὰρ ἀρχῆς αὐτοῦ καὶ ἐξουσίας αὕτη ἐστὶ τὸ τιμιώτατον, δι' ἧς μᾶλλον ἢ δι' ἑτέρου τινὸς ὧν ἄρχει ἔστιν αὐτῷ ἐγκαλλωπίζεσθαι καὶ δοξάζεσθαι. Ὀφείλει, φησίν, ἡ γυνὴ ἐξουσίαν ἔχειν ἐπὶ τῆς κεφαλῆς, τοῦτ' ἔστι τὴν τοῦ ἀνδρὸς ἐξουσίαν καὶ κυριότητα ᾗπερ ὑπόκειται ὀφείλει ἔχειν καὶ ἐπιδείκνυσθαι ἐπ' αὐτῆς τῆς κεφαλῆς. τοῦτο δὲ πῶς κατορθοῦται; διὰ τοῦ κατακαλύπτεσθαι. διὸ καὶ αὐτὸ τὸ κατακάλυμμα εἰκότως ἂν ἐξουσία κληθείη, ὡς τῆς τοῦ ἀνδρὸς ἐξουσίας καὶ 568 κυριότητος ἐνδεικτικὸν ὑπάρχον καὶ παραστατικόν. τὸ δὲ διὰ τοὺς ἀγγέλους τοῦτό μοι δοκεῖ ὑποδηλοῦν· ἐπειδὴ γὰρ αἰτίαν τοῦ δοκεῖν ὑποτετάχθαι τῷ ἀνδρὶ τὴν γυναῖκά φησιν, ὅτι οὐκ ἐκτίσθη ἀνὴρ διὰ τὴν γυναῖκα, ἀνάπαλιν δέ, καὶ διὰ τοῦτο δεῖ ἔχειν αὐτὴν τὸ κατακάλυμμα τὴν ἐπ' αὐτῆς ἐξουσίαν τοῦ ἀνδρὸς ὁμολογοῦσαν. ἐπαγαγών· διὰ τοὺς ἀγγέλους, δηλοῖ ὅτι, εἰ καὶ μὴ τοὺς ἀνθρώπους αἰσχυνομένη οὐκ ἐθέλει τοῦτο ποιεῖν, ἀλλ' οὖν αἰσχυνθήτω τοὺς ἀγγέλους οἳ μάρτυρες καὶ ἐπόπται γεγένηνται τῆς ὑποταγῆς αὐτῆς· αὐτοὶ γάρ, εἰ καὶ μὴ ἄνθρωποι, ἐφορῶντες ἦσαν οὐ τὸν ἄνδρα ἀπὸ τῆς γυναικός, ἀλλ' αὐτὴν ἐκ τοῦ ἀνδρὸς τὴν ἀρχὴν τῆς γενέσεως λαβοῦσαν. 1Kor 11,17 Οὐκ ἐπαινῶ, φησί, τὸ συνέρχεσθαι ὑμᾶς, καίτοι ἐπαίνου ἄξιον ἦν, ἀλλ' αὐτοὶ αὐτὸ ψόγου καὶ κατηγορίας αἴτιον ἐποιήσατε· ἅμα καὶ ἐντρέπων ὅτι