Τίμωνος βίον, ἄγαμον, ἄζυγον, ὀξύθυμον, ἀπρόσοδον, ἀγέλαστον, ἀδιάλεκτον, ἰδιογνώμονα. alpha.376 Ἀδούλευτος οἰκέτησ· ὁ ἑνὶ δεδουλευκὼς καὶ μὴ παλίμπρατος. Ὑπερείδης ἐν τῷ κατὰ Πατροκλέους (fr. 139a J.)· ἀδούλευτον ἢ βάρβαρον πριάσθω. λέγει δὲ καὶ τὸν νυμφίον ὁ Μένανδρος (fr. 813 K. .TH). alpha.377 Ἄδουλοσ ἐρεῖς, ὡς Εὐριπίδης (Andr. 593), ἀλλὰ καὶ ἀδούλευτοσ, ὡς Ὑπερείδης (fr. 139a J.). alpha.378 Ἀδόνητον· ἀσάλευτον. alpha.37 Ἄδοξα· τὰ παράδοξα, ἃ οὐκ ἄν τις δοξάσειεν. alpha.380 Ἀδόξαστον· τὸ ἀνέλπιστον. Σοφοκλῆς (fr. 204 N.2 † 223 R.). alpha.381 Ἄδοξον· τὸ ἄτιμον, ὡς Ἰσοκράτης ἐν Εὐαγόρᾳ (66) καὶ ∆ημοσθένης ἐν Φιλιππικοῖς (8, 66). alpha.382 Ἀδοξοῦνται πρὸς τῶν πόλεων· ἀντὶ τοῦ ἐν ἀδοξίᾳ εἰσὶ παρὰ ταῖς πόλεσιν. οὕτως Ξενοφῶν ἐσχημάτισεν ἐν τῷ Οἰκονομικῷ (4, 2)· φησὶ γάρ· καὶ γὰρ οἵ γε βάναυσοι καλούμενοι ἐπίρρητοί τέ εἰσι καὶ εἰκότως ἀδοξοῦνται πρὸς τῶν πόλεων. alpha.383 Ἀδρανέσ· ἀσθενές. alpha.384 Ἀδράστεια· ἡ Νέμεσις, ἣν οὐκ ἄν τις ἀποδράσειεν. οἱ δέ φασιν ἑτέραν εἶναι τῆς Νεμέσεως, καὶ οἱ μὲν ἀπὸ Ἀδράστου φασὶ ταύτην ὀνομασθῆναι, ὅτι μόνος σωθεὶς τῶν ἑπτὰ πάλιν μόνος τὸν υἱὸν ἀπέβαλεν ἐν τοῖς ἐπιγόνοις, οἱ δὲ ἀπό τινος Ἀδράστου Μυσοῦ ἱδρυσαμένου αὐτῆς ἱερόν. βέλτιον δὲ ἀπὸ τοῦ μηδὲν αὐτὴν ἀποδιδράσκειν. alpha.385 Ἀδράστεια· οἱ μὲν †ταὐτὸν† τῇ Νεμέσει λέγουσι, λαβεῖν δὲ τοὔνομα παρὰ Ἀδράστου τινὸς βασιλέως. ἢ ἀπὸ Ἀδράστου τοῦ †παλαιοῦ†, νεμεσηθέντος ἐφ' οἷς τῶν Θηβαίων κατηλαζονεύσατο, ἱδρυσαμένων ἱερὸν Νεμέσεως, ὃ μετὰ ταῦτα προσηγορεύθη Ἀδραστείας. ∆ημήτριος δὲ ὁ Σκήψιος (fr. 18 Gaede) Ἄρτεμίν φησιν εἶναι τὴν Ἀδράστειαν ἀπὸ Ἀδράστου τινὸς ἱδρυμένην. ὁ δὲ Ἀντίμαχος λέγει (fr. 53 Wyss)· ἔστι <δέ> τις Νέμεσις μεγάλη θεός, ἣ τάδε πάντα πρὸς μακάρων ἔλαχε<ν>, βωμὸν δέ οἱ εἵσατο πρῶτος Ἄδρηστος ποταμοῖο παρὰ ῥόῳ. ἔνιοι μέντοι ὡς διαφέρουσαν συγκαταλέγουσιν αὐτῇ τῇ Νεμέσει, ὡς Μένανδρος (fr. 266 K. .TH) καὶ Νικόστρατος (fr. 37 K.). alpha.386 Ἄδραστα· ἀποίητα. Ἕρμιππος (fr. 3 Dem.). alpha.387 Ἀδράφαξυσ· τὸ λάχανον, ὅπερ οἱ πολλοὶ ἀνδράφαξυν καλοῦσι. Φερεκράτης Κοριαννοῖ (fr. 75 K.)· ἀδράφαξυν ἕψουσα, εἶτα ὀκλὰξ καθημένη. alpha.388 Ἁδρόν· μέγα, δαψιλές, πλούσιον. καὶ ἁδρότησ· ἡ ὑψηλότης. alpha.389 Ἁδρύνοιτο· αὐξάνοιτο. alpha.390 Ἁδρῦναι· ἁδρὸν ποιῆσαι καὶ μέγα. Σοφοκλῆς (fr. 892 N.2 † 979 R.). alpha.391 Ἀδρύφακτον· ἄπονον καὶ ἀταλαίπωρον. alpha.392 Ἀδύνατα εἶναι (Thuc. 1, 59, 2)· ἀντὶ τοῦ ἀδύνατον· πολλάκις γὰρ κέχρηται Θουκυδίδης τοῖς πληθυντικοῖς ἀντὶ ἑνικῶν, μάλιστα δὲ ἐπὶ ταύτης τῆς λέξεως. alpha.393 Ἀδύνατοι· οἱ μέρος τι βεβλαμμένοι τοῦ σώματος, ὡς μηδὲ ἐργάζεσθαι, οἳ καὶ ἐχορηγοῦντο τὰ πρὸς τὸ ζῆν παρὰ τῆς πόλεως, μισθοφορούντων αὐτοῖς τῶν ἐντὸς τριῶν μνῶν περιουσίαν κεκτημένων. ἐδοκιμάζοντο δὲ οἱ ἀδύνατοι ὑπὸ τῆς τῶν πεντακοσίων βουλῆς καὶ ἐλάμβανον τῆς ἡμέρας, ὡς μὲν Λυσίας λέγει (24, 26), ὀβολὸν ἕνα, ὡς δὲ Φιλόχορος, πέντε (φγρηιστ 328 φ 197). Ἀριστοτέλης δὲ δύο ἔφη (Ath. Pol. 49, 4). alpha.34 Ἀδυναμία ἐρεῖς, ὡς ∆ημοσθένης (19, 186), καὶ ἀδυνασία, ὡς Ἀντιφῶν (fr. 143 Th.), καὶ ἀδυνατία, ὡς ∆εινόλοχος (fr. 9 Kaibel). alpha.395 Ἀδυνάτων ἐρᾶν· Εὐριπίδης εἶπεν (Herc. 318). alpha.396 Ἀδυσώπητον· ἀπροσωπόληπτον. ἢ τὸ πρὸς τὰς δεήσεις ἀμείλικτον καὶ ἀνεπίστροφον καὶ σκληρόν. alpha.397 Ἄδυτον· σπήλαιον. ἢ τὸ ἀπόκρυφον μέρος τοῦ ἱεροῦ. alpha.398 Ἀδώνιδος κῆποι· ἐν ὀστράκοις ταῦτα κατὰ τὰς οἰκίας ἐσπείρετο. χρῶνται δὲ αὐτῷ παροιμιωδῶς ἐπὶ τῶν ἐπιπολαίων καὶ κούφων. ἔσπειρον δὲ τῇ Ἀφροδίτῃ τῶν καρπῶν τὴν εὕρεσιν ἀνατιθέντες. alpha.399 Ἀδώνιοσ· Φερεκράτης εἶπεν (fr. 198 K.) ἀντὶ τοῦ Ἀδώνιδος. λέγει δὲ καὶ τὴν αἰτιατικὴν τὸν Ἀδώνιον. οὕτω δὲ καὶ Πλάτων (fr. 4 K.) καὶ Κρατῖνος (fr. 376 K.), ἀλλὰ καὶ Ἀριστοφάνης (fr. 737 K.) καὶ ἕτεροι. λέγουσι δὲ καὶ Ἄδωνιν αὐτὸν πολλάκις. alpha.400 Ἀδώνια· συνεσταλμένως· Ἀδώνι' ἄγομεν καὶ τὸν Ἄδωνινκλάομεν. Φερεκράτης (fr. 170 K.). καλοῦσι δὲ καὶ τὸ εἴδωλον τὸ τοῦ