14
πολεμεῖ τῷ σταυρῷ καὶ μάχεται τοῖς Εὐαγγελίοις ἡ σοφία αὕτη, οὐκ αὐχεῖν ἐπ' αὐτῇ, ἀλλὰ καὶ καταδύεσθαι δεῖ. Τοῦτο γὰρ αἴτιον τοῦ μὴ γενέσθαι τοὺς ἀποστόλους σοφοὺς, οὐκ ἀσθενείᾳ τοῦ χαρίσματος, ἀλλ' ἵνα μὴ βλαβῇ τὸ κήρυγμα. Οὐκ ἄρα ἐκεῖνοι ἦσαν οἱ συνιστῶντες τὸν λόγον, ἀλλὰ καὶ λυμαινόμενοι· οἱ 61.27 δὲ ἰδιῶται οἱ βεβαιοῦντες. Τοῦτο οἶδε κολάσαι τῦφον, τοῦτο καταστεῖλαι φλεγμονὴν, τοῦτο πεῖσαι μετριάζειν. Καὶ εἰ οὐκ ἐν σοφίᾳ λόγου, τίνος ἕνεκεν τὸν Ἀπολλὼ λόγιον ὄντα ἔπεμψαν, φησί; Οὐ τῇ τῶν λόγων δυνάμει θαῤῥοῦντες, ἀλλ' ὅτι δυνατὸς ἦν ἐν ταῖς Γραφαῖς, καὶ ἤλεγχε τοὺς Ἰουδαίους. Ἄλλως δὲ τὸ ζητούμενον ἦν, τὸ τοὺς πρωτοστάτας καὶ ἀρξαμένους σπείρειν τὸν λόγον μὴ εἶναι λογίους. Οὗτοι γὰρ ἦσαν οἱ πολλῆς δεόμενοι δυνάμεως, ὥστε ἀπώσασθαι τὴν πλάνην ἐκ προοιμίων, καὶ τότε πολλῆς ἔδει τῆς ἰσχύος εἰς αὐτὴν τὴν εἴσοδον. δʹ. Ὁ τοίνυν μὴ δεηθεὶς εὐπαιδεύτων ἐκ προοιμίων, εἰ μετὰ ταῦτα λογίους ἐδέξατο, οὐχ ὡς δεόμενος τοῦτο ἐποίησεν, ἀλλ' ὡς οὐ διακρινόμενος. Ὥσπερ γὰρ οὐκ ἐδεῖτο σοφῶν εἰς τὸ κατορθῶσαι ἅπερ ἐβούλετο, οὕτως οὐδὲ μετὰ ταῦτα εὑρεθέντας διὰ τοῦτο ἐξέβαλε. Σὺ δὲ ἐκεῖνό μοι δεῖξον, εἰ Πέτρος λόγιος ἦν καὶ Παῦλος. Ἀλλ' οὐκ ἂν ἔχοις· ἰδιῶται γὰρ ἦσαν, καὶ ἀγράμματοι. Ὥσπερ οὖν ὁ Χριστὸς, ὅτε τοὺς μαθητὰς ἔπεμπεν εἰς τὴν οἰκουμένην, δείξας αὐτοῦ τὴν δύναμιν αὐτοῖς ἐν Παλαιστίνῃ πρῶτον, καὶ εἰπὼν, Ὅτε ἀπέστειλα ὑμᾶς χωρὶς βαλαντίου καὶ πήρας καὶ ὑποδήματος, μή τινος ὑστερήσατε; τότε ἐπέτρεψε λοιπὸν καὶ πήραν καὶ βαλάντιον ἔχειν· οὕτω καὶ ἐνταῦθα ἐποίησε. Τὸ γὰρ ζητούμενον ἦν δειχθῆναι τοῦ Χριστοῦ τὴν δύναμιν, οὐ διὰ τὴν ἔξωθεν σοφίαν ἐκβάλλεσθαι τῆς πίστεως τοὺς προσιόντας. Ὅταν οὖν Ἕλληνες κατηγορήσωσι τῶν μαθητῶν ὡς ἰδιωτῶν, πλέον ἡμεῖς ἐκείνων κατηγορῶμεν αὐτῶν. Μηδὲ λεγέτω τις, ὅτι σοφὸς ἦν ὁ Παῦλος· ἀλλ' ἐπαίροντες ἐπὶ σοφίᾳ τοὺς μεγάλους παρ' ἐκείνοις καὶ ἐπὶ εὐγλωττίᾳ θαυμασθέντας, τοὺς παρ' ἡμῖν ἅπαντας λέγωμεν ἰδιώτας γεγονέναι. Οὐ μικρῶς γὰρ αὐτοὺς καὶ κατὰ τοῦτο καταβαλοῦμεν τὸ μέρος· οὕτω γὰρ ἔσται λαμπρὰ τὰ νικητήρια. Ταῦτα δὲ εἶπον, ἐπειδή τινος ἤκουσά ποτε Χριστιανοῦ πρὸς Ἕλληνα καταγελάστως διαλεγομένου, καὶ ἀμφοτέρων ἐν τῇ πρὸς ἀλλήλους μάχῃ τὰ ἑαυτῶν καταλυόντων. Ἃ γὰρ ἔδει τὸν Χριστιανὸν εἰπεῖν, ταῦτα ὁ Ἕλλην ἔλεγε· καὶ ἃ τὸν Ἕλληνα εἰκὸς ἦν εἰπεῖν, ταῦτα ὁ Χριστιανὸς προεβάλλετο. Περὶ Παύλου γὰρ καὶ Πλάτωνος ζητήσεως οὔσης, ὁ μὲν Ἕλλην ἐπειρᾶτο δεικνύναι, ὅτι ὁ Παῦλος ἦν ἀμαθὴς καὶ ἰδιώτης· ὁ δὲ Χριστιανὸς ὑπὸ ἀφελείας ἐσπούδαζε κατασκευάζειν, ὅτι Πλάτωνος λογιώτερος ἦν ὁ Παῦλος. Οὕτω δὲ τοῦ Ἕλληνος ἐγίνετο τὰ νικητήρια, τούτου κρατοῦντος τοῦ λόγου. Εἰ γὰρ Πλάτωνος ἐλλογιμώτερος ἦν ὁ Παῦλος, πολλοὺς εἰκὸς ἀντιλέγειν, ὅτι οὐ τῇ χάριτι, ἀλλὰ τῇ εὐγλωττίᾳ περιεγένετο. Ὥστε ὑπὲρ τοῦ Ἕλληνος ἦν τὸ λεγόμενον ὑπὸ τοῦ Χριστιανοῦ· ὃ δὲ ἔλεγεν ὁ Ἕλλην, ὑπὲρ τοῦ Χριστιανοῦ ἦν. Εἰ γὰρ Παῦλος ἀπαίδευτος ἦν, ἐκράτησε δὲ Πλάτωνος, ὅπερ ἔλεγον, λαμπρὰ γέγονεν ἡ νίκη. Τοὺς γὰρ ἐκείνου μαθητὰς λαβὼν ὁ ἀμαθὴς ἅπαντας ἔπεισε, καὶ πρὸς ἑαυτὸν ἤγαγεν. Ὅθεν δῆλον, ὅτι οὐκ ἐν σοφίᾳ ἀνθρωπίνῃ, τὸ κήρυγμα περιγέγονεν, ἀλλὰ Θεοῦ χάριτι. Ἵν' οὖν μὴ ταυτὰ πάσχωμεν, μηδὲ καταγελώμεθα οὕτω διαλεγόμενοι πρὸς Ἕλληνας, ἐπειδὰν ἡμῖν πρὸς αὐτοὺς ἀγὼν ᾖ, κατηγορῶμεν τῶν ἀποστόλων ὡς ἀμαθῶν· ἡ γὰρ κατηγορία αὕτη ἐγκώ 61.28 μιον. Καὶ ὅταν εἴπωσιν ἐκεῖνοι, ὅτι ἄγροικοι ἦσαν οἱ 61.28 ἀπόστολοι, προσθῶμεν ἡμεῖς, καὶ εἴπωμεν, ὅτι καὶ ἀμαθεῖς καὶ ἀγράμματοι καὶ πένητες καὶ εὐτελεῖς καὶ ἀσύνετοι καὶ ἀφανεῖς. Οὐκ ἔστι βλασφημία τῶν ἀποστόλων ταῦτα, ἀλλὰ καὶ δόξα, τὸ τοὺς τοιούτους τῆς οἰκουμένης πάσης λαμπροτέρους φανῆναι. Οὗτοι γὰρ οἱ ἰδιῶται καὶ ἄγροικοι καὶ ἀμαθεῖς τοὺς σοφοὺς καὶ δυνατοὺς καὶ τοὺς τυράννους, καὶ τοὺς ἐπὶ πλούτῳ καὶ δόξῃ καὶ τοῖς ἔξωθεν πᾶσι κομπάζοντας, ὡς οὐδὲ ἄνδρας, οὕτω κατηγωνίσαντο. Ὅθεν δῆλον, ὅτι μεγάλη ἡ τοῦ σταυροῦ δύναμις, καὶ οὐκ ἀνθρωπίνῃ ἰσχύϊ ταῦτα ἐγίνετο. Οὐ γὰρ ἔχει φύσιν τὰ γινόμενα, ἀλλ' ὑπὲρ φύσιν ἦν