διάκρισιν. δύο γένη ἀέρος κατὰ τὸν Ἀριστοτέλην, τὸ ἀτμῶδες τὸ ἐκ τῆς ἀναθυμιάσεως τοῦ ὕδατος καὶ τὸ καπνῶδες τὸ ἐξ ἀποσβέσεως πυρός. τοῦτο θερμόν· ἐκεῖνο τὰ πρῶτα μέν ἐστι θερμόν, ὕστερον δὲ ψύχεται. ἐκ δὲ τῶν τεττάρων στοιχείων τὰ πάντα καὶ εἰς ταῦτα ἀναλύεται. Πλάτων φησὶ τὰ τρία στοιχεῖα μεταβάλλειν εἰς ἄλληλα, οὐ μὴν δὲ καὶ τὴν γῆν. πυραμὶς γὰρ καὶ ὀκτάεδρον καὶ εἰκοσάεδρον ἐκ σκαληνῶν συγκείμενα δύνανται διαλύεσθαι καὶ αὖθις συνίστασθαι, κύβος δὲ διαλυθεὶς εἰς ἄλλο τι τῶν τριῶν σχημάτων οὐ μεταβάλλει· ἐξ ἰσοπλεύρων γὰρ τριγώνων συνίσταται. τῷ πυρὶ ὀξύτης, μανότης, κίνησις· τῇ γῇ ἀμβλύτης, πυκνότης, στάσις. ἔστιν ὡς ὀξύτης πρὸς ἀμβλύτητα ἀὴρ πρὸς ὕδωρ, ὡς κίνησις πρὸς στά[σιν] ὕδωρ πρὸς γῆν, ὡς ἄρα πῦρ πρὸς ἀέρα ἀὴρ πρὸς ὕδωρ. Αἰσθητήρια μὲν πέντε, αἴσθησις δὲ μία, ἡ ψυχική. ἡ ἁφὴ ἐν τῇ γεώδει φύσει, τῷ αὐγοειδεστάτῳ ἡ ὄψις τῶν αὐγοειδῶν, τῷ ἀερώδει τὰ παθήματα τοῦ ἀέρος. οὐ πρὸς τὰ τέτταρα στοιχεῖα τέτταρες καὶ αἱ αἰσθήσεις, ἀλλὰ πέντε· τὸ γὰρ τῶν ὀσμῶν γένος μέσον ἀέρος καὶ ὕδατος. τῶν ψυχικῶν τὰ μὲν δορυφορικὰ καὶ ἀρχικά, ἤγουν τὸ διανοητικὸν καὶ ἐπιστημονικόν, τὰ δὲ ὑπουργικὰ ὡς τὰ αἰσθητικὰ καὶ ἡ καθ' ὁρμὴν κίνησις. Ἵππαρχος ἀκτῖνάς φησιν ἀπὸ τῶν ὀφθαλμῶν ἀποτείνεσθαι καὶ καθάπερ χεῖρας ἀντιλαμβάνεσθαι τοῦ ὁρατοῦ. οἱ δὲ γεωμέτραι τὸν μὲν δεξιὸν ὀφθαλμὸν τείνειν φασὶν ἀκτῖνας ἐπὶ τὰ ἀριστερά, τὸν δ' ἀριστερὸν ἐπὶ τὰ δεξιά, καὶ ἀπὸ τῆς ἐμπτώσεως ἀποτελεῖσθαι κῶνον. οἱ Ἐπικούρειοι εἴδωλα τῶν φαινομένων φασὶ προσπίπτειν τοῖς ὀφθαλμοῖς. ἡ αὐγὴ τοῦ ἡλίου ψαύουσα τοῦ ἄνω πέρατος τοῦ ἀέρος διαδίδωσι δύναμιν. ὁ ἀὴρ ὄργανον τῷ ὀφθαλμῷ πρὸς τὴν τῶν ὁρωμένων διάγνωσιν. ὡς ὁ ἐγκέφαλος 27 πρὸς τὸ νεῦρον, οὕτως ὀφθαλμὸν πρὸς ἀέρα ἐμψυχωμένον δυνάμει ἡλιακῆς αὐγῆς. Πορφύριός φησιν ὡς ἡ ψυχὴ ἐντυγχάνει τοῖς ὁρατοῖς καὶ ἐπιγινώσκει αὐτὰ ὡς συνέχουσα πάντα. ὁρᾷ ἡ ὄψις κατ' εὐθείας γραμμάς. αἰσθάνεται χρωμάτων μὲν πρῶτον, εἶτα καὶ ἀριθμῶν καὶ κινήσεων καὶ στάσεων, ἔπειτα ὁμαλὸν ἀνώμαλον, τραχὺ λεῖον, ὀξὺ καὶ ἀμβλύ, κοινὰ ἁφῆς καὶ ὄψεως. Ἁπάντων αἰσθητηρίων [ἕκαστον] δύο. γλῶττα διττή, τοῖς ὄφεσι μόνοις διῃρημένη. διτταὶ αἱ ἐμπρόσθιοι κοιλίαι τοῦ ἐγκεφάλου, ὅθεν διττὰ νεῦρα καταπέμπονται ταῖς αἰσθήσεσιν. ἁφῆς ἀπολλυμένης ἀπόλλυται τὸ ζῷον· διὰ τοῦτο καὶ κοινή, ἵνα φυλάττηται πανταχόθεν. ὡς ἡ ὄψις διὰ μέσου ἀέρος ὁρᾷ, <οὕτω> καὶ ἡ ἁφὴ διὰ βακτηρίας σκληρῶν καὶ ὑγρῶν αἰσθάνεται. τριχῶν ἀμοιροῦσι χεῖρες, ἵνα μᾶλλον τῶν ἁπτῶν ἀντιλαμβάνωνται. Ἡ ὄψις κατ' εὐθείας γραμμὰς ὁρᾷ, ὄσφρησις καὶ ἀκοὴ καὶ τοῦτο καὶ πανταχόθεν· αἱ δ' ἄλλαι μόνῳ τῷ πλησιασμῷ τῶν ὑποκειμένων ἀντιλαμβάνονται, <τὰ ἐν> τῇ ὑπερώᾳ νεῦρα ἀπαγγέλλοντα τῷ ἡγεμονικῷ τὴν ἀντίληψιν. γευστικαὶ ποιότητες γλυκύτης, ὀξύτης, δριμύτης, στρυφνότης, αὐστηρότης, πικρότης, ἁλμυρότης, λιπαρότης· κατὰ ταύτας τὸ ὕδωρ ἄποιον. Τοῦ διανοητικοῦ εἰσὶν αἱ κρίσεις, αἱ συγκαταθέσεις, αἱ ἀποφυγαί, αἱ ὁρμαί, τὸ βουλευτικόν, αἱ νοήσεις καὶ ἀρεταί, αἱ ἐπιστῆμαι. ἡ ψυχὴ διὰ τῶν αἰσθητηρίων τῶν αἰσθητῶν ἀντιλαμβάνεται καὶ γίνεται δόξα, διὰ τοῦ νοῦ τῶν νοητῶν καὶ γίνεται νόησις. ὅταν ταῦτα διασῴζῃ, τότε ἐστὶ μνήμη. τὰ νοητὰ μνημονεύεται κατὰ συμβεβηκός, καθ' ἑαυτὰ δὲ τὰ αἰσθητά. φυσικὴ ἔννοια ἡ [ἀδιδάκτως πᾶσι προσοῦσα]. τινὲς τῶν φρενιτιζόντων τὰς αἰσθήσεις διασῴζουσι, τῆς διανοίας μόνης βλαβείσης. Τὸ ἄλογον μέρος τῆς ψυχῆς παθητικὸν καλεῖται καὶ ὀρεκτικόν. πάθος ἐστὶ γὰρ κίνησις ἐν ἑτέρῳ ἐξ ἑτέρου. ἐνέργεια ἡ κατὰ φύσιν κίνησις, 28 πάθος ἡ παρὰ φύσιν· ἐνέργεια ἡ κατὰ τὸν σφυγμὸν κίνησις, πάθος ἡ περὶ τοὺς παλμούς. τὸ πάθος ὀφείλει ἔχειν καὶ σφοδρότητα. Τῶν ἡδονῶν αἱ μὲν ψυχικαὶ, αἱ δὲ σωματικαὶ μετὰ κοινωνίας τῆς ψυχῆς. μόνα σώματος πάθη χωρὶς ψυχῆς τομαί, ῥεύσεις. ἔτι <ἐπὶ> ταῖς καλαῖς πράξεσιν ἡδοναὶ οὐ πάθη εἰσίν, ἀλλὰ πείσεις κατὰ