ἄλλο παρελήφθη ὁ πηλὸς ἢ ὅπερ εἴρηται, ἵνα λίαν παραστήσῃ, ὅτι αὐτὸς ἔπλασεν καὶ τὸν Ἀδὰμ ἀπὸ πηλοῦ. ἔτι δὲ ἀπονίψασθαι κελεύει τὸν πηλόν, ἵνα μὴ τοῖς ἀπίστοις καὶ κακογνώμοσιν Ἰουδαίοις εἰς διαβολὴν τοῦ θαύματος πρόφασις γένηται ὁ πηλὸς ὡς τῆς γῆς ἐχούσης δύναμίν τινα φυσικὴν εἰς διάπλασιν ὀφθαλμῶν. πτύει δὲ καὶ οὕτω κατασκευάζει τὸν πηλόν, ἀλλ' οὐχὶ ἑτέρῳ ὕδατι διαζυμοῖ τὴν γῆν, ἵνα μὴ δόξῃ αὐτοῖς μηδὲν ἀντεισενεγκεῖν τῷ θαύματι, ἀλλ' ὅλον εἶναι τοῦ πηλοῦ καὶ τοῦ ἐν τῷ Σιλωὰμ ὕδατος· πᾶσαν οὖν ἀπολογίαν ἀναιρῶν καὶ πονηρίαν περικόπτων καὶ πηλὸν ποιεῖ καὶ ἀπονίψασθαι κελεύει καὶ διὰ τοῦ πτύσματος ποιεῖ καὶ οὕτως ὑφιστᾷ καὶ διαπλάττει τὴν φύσιν τῶν ὀφθαλμῶν. 64 Jo 9, 15 Σημείωσαι τί λέγει ἐνταῦθα· τὸ γὰρ εὐαγγέλιον γράφει, ὅτι ἠρώτων αὐτὸν οἱ Φαρισαῖοι πῶς ἀνέβλεψεν. τὸ δὲ πῶς ἠνεῴχθησάν Σου οἱ ὀφθαλμοὶ οὐχ οἱ Φαρισαῖοι, ἀλλὰ πρὸ τούτων τὸ πλῆθος ἠρώτησεν οὕτως. εἶτα ἤγαγον αὐτὸν καὶ πρὸς τοὺς Φαρισαίους, ὅτε ἐκεῖνοι ἠρώτησαν πῶς ἀνέβλεψεν. 65 Jo 9, 41 Εἰ γὰρ μὴ ἐβλέπετε, φησίν, καὶ τοὺς οἰκείους ὀφθαλμοὺς εἴχετε τῶν τελουμένων θαυμάτων μάρτυρας, κουφότερον ἂν ὑμῖν τὸ κατάκριμα ἐπεγράφετο· νῦν δὲ βλέποντες ἀναπολογήτους ἑαυτοὺς παριστάνετε. αὐτὸς δέ φησιν· νῦν δὲ λέγετε ὅτι βλέπομεν δηλονότι αὐτοὶ μὲν λέγουσιν, ὅτι βλέπουσιν, τῇ δὲ ἀληθείᾳ οὐ βλέπουσιν· πῶς γὰρ ἔστιν ἀληθῶς βλέπειν, ὅταν τινὲς ὁρῶντες τυφλῶν ὀφθαλμοὺς ἀνοιγομένους, λεπροὺς καθαιρομένους, δαιμόνια διωκόμενα οὐ μόνον οὐ πιστεύουσιν, ἀλλὰ καὶ βλασφημοῦσιν· τοῦτο γὰρ οὐκ ἔστι βλέπειν, ἀλλὰ πολλῷ χεῖρον τῶν τυφλωττόντων διακεῖσθαι. 66 Jo 10, 7 Θύρα μὲν εἰκότως ἂν εἴη ἡ παλαιὰ γραφή· δι' αὐτῆς γὰρ εἰσάγεταί τις εἰς τὴν ἐπίγνωσιν τοῦ Χριστοῦ καὶ τὴν τήρησιν τῶν νομικῶν ἐντολῶν. θύρα δὲ μᾶλλον ἔτι ἂν εἴη ὁ Χριστὸς καὶ τὸ εὐαγγέλιον αὐτοῦ· δι' αὐτοῦ γὰρ εἰς τὴν ἀκριβεστάτην θεογνωσίαν ἔστιν εἰσελθεῖν καὶ τὴν τῶν ἀρετῶν κατορθῶσαι τελειότητα. εἰσῆλθεν οὖν διὰ τῆς θύρας ὡς ἄνθρωπος καὶ ποιμὴν ὁ Χριστὸς ἀνοίξαντος αὐτῷ τὸν πλοῦτον τῆς αὐλῆς εἴτε τοῦ Μωυσέως ὡς ὑπηρετουμένου εἴτε τοῦ πατρὸς ὡς συνευδοκοῦντος· ἀπ' ἐμαυτοῦ γάρ, φησίν, οὐδὲν ποιῶ. καὶ διὰ τῆς τῶν γραφῶν διδασκαλίας πολλὰ συνήγαγεν πρόβατα. πάλιν αὐτὸς γέγονεν θύρα τῆς καινῆς καὶ οἱ δι' αὐτοῦ εἰσιόντες καὶ τῆς εὐαγγελικῆς διδαχῆς αὐτοῦ καὶ ποιμένες ἀποκαθίστανται καὶ τὴν τῶν λογικῶν προβάτων ἀγέλην πληθύνουσιν. 67 Jo 10, 14 Γινώσκω τὰ ἐμὰ τοῦτ' ἔστιν φρουρῶ καὶ περιέπω καὶ πάντα εἰς τὴν αὐτῶν σωτηρίαν πράττω. διὰ τί δέ; ἢ δηλονότι διὰ τὸ ἄφατον ἔλεος αὐτοῦ καὶ τὴν ἀνεξιχνίαστον φιλανθρωπίαν. αὐτὸς δὲ καὶ τὴν αἰτίαν τοῦ γινώσκεσθαι ἡμᾶς ὑπ' αὐτοῦ διὰ πολλὴν ἀγαθότητα καὶ ἡμῖν ἀνατίθησι καὶ ἅμα μὲν ἐπαίρων καὶ ψυχαγωγῶν, ἅμα δὲ δεικνύς, ὅτι δεῖ τὸν μέλλοντα τῆς ἄνωθεν ἀπολαύειν ῥοπῆς μὴ ἀργὸν μηδὲ ἀναπεπταμένον εἶναι, ἀλλ' ἐγρηγορέναι τε καὶ ἐπιγινώσκειν διὰ τῶν ἔργων καὶ τῆς σπουδῆς καὶ τῆς πίστεως τὸν εὐεργέτην. διό φησιν· γινώσκω τὰ ἐμὰ ὅτι καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν. γινώσκω μέν, ὡς εἴρηται, ἀντὶ τοῦ φρουρῶ καὶ περιέπω, γινώσκομαι δὲ οἷον ἐπιγινώσκομαι ὑπ' αὐτῶν, ὅτι δημιουργὸς καὶ δεσπότης καὶ τὴν ὀφειλομένην παρὰ πιστῶν θεραπόντων κατατίθενται λατρείαν. 68 Jo 10, 14-15 Ὅρα γνώσεως διαφορὰν καὶ διάφορον τοῦ ὀνόματος σημασίαν. γινώσκω τὰ ἐμά, γινώσκομαι ὑπὸ τῶν ἐμῶν, ἄλλο καὶ ἄλλο σημαινόμενον γνώσεως. τοιοῦτον καὶ τὸ ἵνα γινώσκωσιν σὲ τὸν μόνον ἀληθινὸν θεὸν καὶ ὃν ἀπέστειλας ἸηΣοῦν, πάλιν καθὼς γινώσκει με ὁ πατὴρ κἀγὼ γινώσκω τὸν πατέρα· ἐνταῦθα γὰρ τὴν κατάληψιν καὶ ἐπιστήμην δηλοῖ, τὸ δὲ καθὼς τὸ ἀπαράλλακτον καὶ κατὰ πάντα ὅμοιον τῆς πατρικῆς καὶ τῆς τοῦ υἱοῦ γνώσεως δηλοῖ. ὁ πατὴρ γινώσκει τὸν υἱὸν ὡς ὁμοούσιος ὁμοούσιον καὶ ὁ υἱὸς ὡσαύτως γινώσκει τὸν πατέρα ὡς ὁμοούσιον ὁμοούσιος. καὶ ἄλλα δὲ πλεῖστά ἐστι τοῦ τῆς γνώσεως ὀνόματος συνιδεῖν ἐν τῇ θείᾳ γραφῇ τὰ σημαινόμενα. ἐπειδὴ δὲ εἶπεν τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων καὶ ὅτι ποιμήν ἐστι καὶ τοιαῦτά