15
τὰ κατορθούμενα. Ὅταν δὲ ὑπὲρ φύσιν τι γένηται, καὶ ὑπὲρ φύσιν παρὰ πολὺ μετὰ τοῦ προσήκοντος καὶ τοῦ χρησίμου, εὔδηλον ὅτι θείᾳ τινὶ ταῦτα δυνάμει καὶ συνεργείᾳ γίνεται. Σκόπει δέ· Ὁ ἁλιεὺς, ὁ σκηνοποιὸς, ὁ τελώνης, ὁ ἰδιώτης, ὁ ἀγράμματος, ἐκ Παλαιστίνης τῆς χώρας μακρὰν κειμένης ἐλθόντες, τοὺς φιλοσόφους, τοὺς ῥήτορας, τοὺς δεινοὺς εἰπεῖν ἐκ τῆς οἰκείας ἀπωσάμενοι πάντας, αὐτοὶ τούτων ἐκράτησαν ἐν χρόνῳ βραχεῖ μετὰ κινδύνων πολλῶν, δήμων, βασιλέων ἀντιπιπτόντων, τῆς φύσεως αὐτῆς μαχομένης, τοῦ χρόνου τῆς παλαιότητος, τῆς πολλῆς συνηθείας ἀντιπαλαιούσης σφοδρῶς, δαιμόνων ὁπλιζομένων, διαβόλου παραταττομένου καὶ πάντα κινοῦντος, βασιλέας, ἄρχοντας, δήμους, ἔθνη, πόλεις, βαρβάρους, Ἕλληνας, φιλοσόφους, ῥήτορας, σοφιστὰς, λογογράφους, νόμους, δικαστήρια, κολάσεις ποικίλας, θανάτους μυρίους καὶ παντοδαπούς. Ἀλλ' ὅμως ἅπαντα ταῦτα οὕτως ἠλέγχετο καὶ παρεχώρει, τῶν ἁλιέων φθεγγομένων, ὡς κόνις λεπτὴ σφοδρῶν ἀνέμων ἐμβολὴν ἐνεγκεῖν μὴ δυναμένη. Μάθωμεν τοίνυν οὕτω πρὸς Ἕλληνας διαλέγεσθαι, ἵνα μὴ ὦμεν ὡς θρέμματα καὶ βοσκήματα, ἀλλ' ὦμεν παρεσκευασμένοι περὶ τῆς ἐν ἡμῖν ἐλπίδος. Καὶ τέως τοῦτο τὸ κεφάλαιον μελετήσωμεν οὐκ ὂν μικρὸν, καὶ λέγωμεν πρὸς αὐτούς· Πόθεν οἱ ἀσθενεῖς τῶν ἰσχυρῶν περιεγένοντο, οἱ δώδεκα τῆς οἰκουμένης, οὐχὶ τοῖς αὐτοῖς ὅπλοις κεχρημένοι, ἀλλὰ γυμνοὶ πρὸς ἐνόπλους μαχόμενοι; εʹ. Εἰπὲ γὰρ, εἰ δώδεκα ἄνδρες πολεμικῶν ἄπειροι πραγμάτων εἰς παράταξιν στρατιωτῶν ἄπειρον καὶ ὡπλισμένην εἰσπηδήσαντες, οὐκ ἄοπλοι μόνον, ἀλλὰ καὶ ἀσθενεῖς τὸ σῶμα, ὑπὸ μὲν ἐκείνων οὐδὲν ἔπαθον, μηδὲ μυρίοις βαλλόμενοι βέλεσιν ἐτρώθησαν, ἔχοντες δὲ ἐμπεπερονημένα τὰ βέλη γυμνῷ τῷ σώματι πάντας κατέβαλλον, οὐχ ὅπλοις κεχρημένοι, ἀλλὰ τῇ χειρὶ παίοντες, εἶτα τοὺς μὲν ἀνεῖλον, τοὺς δὲ αἰχμαλώτους λαβόντες ἀπήγαγον, μηδὲ τραύματα αὐτοὶ δεξάμενοι, ἆρά τις τὸ γινόμενον ἀνθρώπινον εἶναι ἔφησε; Καίτοι τὸ τῶν ἀποστόλων τρόπαιον πολλῷ ἐκείνου θαυμαστότερον. Τοῦ γὰρ γυμνὸν μὴ τρωθῆναι, πολλῷ παραδοξότερον τὸ τὸν ἰδιώτην καὶ ἀγράμματον καὶ ἁλιέα τοσαύτης δεινότητος περιγενέσθαι, καὶ μήτε ὑπὸ τῆς ὀλιγότητος, μήτε ὑπὸ τῆς πενίας, μήτε ὑπὸ τῶν κινδύνων, μήτε ὑπὸ τῆς συνηθείας τῆς προκατειληφυίας, μήτε ὑπὸ τῆς τοσαύτης αὐστηρότητος τῶν πραγμάτων ὧν ἐπέταττον, μήτε ὑπὸ τῶν καθημερινῶν θανάτων, μήτε ὑπὸ τοῦ πλήθους τῶν ἀπατηθέντων, μήτε ὑπὸ τοῦ ἀξιώματος τῶν ἀπατησάντων διακωλυθῆναι. Οὕτω τοίνυν αὐτοὺς καταβάλωμεν, καὶ μαχώμεθα πρὸς ἐκείνους, καὶ πρὸ τῶν λόγων διὰ τοῦ βίου καταπληξώμεθα. Αὕτη γάρ ἐστιν ἡ μεγάλη μάχη, οὗτος ὁ συλλογισμὸς ὁ ἀναν 61.29 τίῤῥητος ὁ διὰ τῶν ἔργων· ἐπεὶ κἂν μυρία φιλοσοφήσωμεν διὰ τῶν λόγων, βίον δὲ μὴ παρεχώμεθα ἐκείνων βελτίονα, τὸ κέρδος οὐδέν. Οὐ γὰρ τοῖς λεγομένοις προσέχουσιν, ἀλλ' ἃ πράττομεν ἐξετάζουσι, καί φασι· Σὺ πρότερος τοῖς σοῖς ῥήμασι πείθου, καὶ τότε ἑτέροις παραίνει. Εἰ δὲ λέγεις μὲν μυρία εἶναι ἀγαθὰ ἐν τῷ μέλλοντι, ὡς οὐκ ὄντων δὲ οὕτω φαίνοιο τοῖς παροῦσι προσηλωμένος, τὰ ἔργα σου τῶν ῥημάτων ἐμοὶ πιστότερα. Ὅταν γὰρ ἴδω σε ἁρπάζοντα τὰ ἑτέρων, θρηνοῦντα ἀμέτρως ἐπὶ τοῖς ἀπελθοῦσι, πολλὰ ἕτερα πλημμελοῦντα, πῶς σοι πιστεύσω ὅτι ἔστιν ἀνάστασις; Κἂν γὰρ μὴ λέγωσι ταῦτα, ὅμως ἐννοοῦσι ταῦτα, καὶ περιστρέφουσιν ἐπὶ τῆς διανοίας. Καὶ τοῦτό ἔστι τὸ κωλύον τοὺς ἀπίστους γενέσθαι Χριστιανούς. Ἐναγάγωμεν τοίνυν αὐτοὺς διὰ τῆς ζωῆς τῆς ἡμετέρας. Πολλοὶ καὶ ἰδιῶται ἄνδρες φιλοσόφων οὕτω κατέπληξαν τὴν διάνοιαν, ὡς καὶ τὴν τῶν ἔργων ἐπιδειξάμενοι φιλοσοφίαν, καὶ φωνὴν σάλπιγγος λαμπροτέραν διὰ τῆς πολιτείας καὶ φιλοσοφίας ἀφέντες· αὕτη γὰρ τῆς γλώττης ἰσχυροτέρα. Ὅταν δὲ εἴπω, ὅτι οὐ χρὴ μνησικακεῖν, εἶτα τὸν Ἕλληνα μυρία ἐργάσωμαι κακὰ, πῶς δυνήσομαι τοῖς λόγοις αὐτὸν ἐναγαγεῖν, διὰ τῶν ἔργων αὐτὸν ἀποσοβῶν; Θηρεύσωμεν τοίνυν αὐτοὺς διὰ τῆς πολιτείας, καὶ διὰ τῶν ψυχῶν