ποιεῖ τὸ τρίτον πρόσωπον, οἷον τύπτεις τύπτει, 29 λέγεις λέγει, ἐτύφθης ἐτύφθη, ποιεῖς ποιεῖ, βοᾷς βοᾷ, χρυσοῖς χρυσοῖ, ἔλεγες ἔλεγε, ἔτυπτες ἔτυπτε, ἔλαβες ἔλαβε, ἔμαθες ἔμαθε, χωρὶς τοῦ παρακειμένου καὶ τοῦ πρώτου ἀορίστου καὶ τῶν ἀπὸ τῶν εἰς ˉμˉι. Καὶ χωρὶς μὲν τοῦ παρακειμένου καὶ τοῦ πρώτου ἀορίστου πρόσκειται, ἐπειδὴ ἐπὶ τούτων οὐ μόνον τὸ ˉς ἀποβάλλεται, ἀλλὰ καὶ τροπὴ παρα κολουθεῖ τοῦ ˉα εἰς τὸ ˉε, οἷον τέτυφας τέτυφε, πεποίηκας πεποίηκε, ἔτυψας ἔτυψε· χωρὶς δὲ τῶν ἀπὸ τῶν εἰς ˉμˉι πρόσκειται, ἐπειδὴ ἐπὶ τούτων κατὰ τὸν ἐνεστῶτα, παρ' οἷς τὸ ˉς οὐκ ἀποβάλλεται, καὶ τὸ ˉι προσέρχεται, οἷον τίθημι τίθης τίθησι, ἵστημι ἵστης ἵστησι, δίδωμι δίδως δίδωσι, ζεύγνυμι ζεύγνυς ζεύγνυσι. Ταῦτα μὲν ἐν τούτοις. Ἀποροῦσι δέ τινες λέγοντες, διὰ ποίαν αἰτίαν τὰ μὲν ῥήματα προσωπικῶς κινούμενα κατὰ τὸ τέλος κινοῦνται, οἷον τύπτω τύπτεις τύπτει, γράφω γράφει, πρόσκειται προσωπικῶς διὰ τὸ ἔτυπτον καὶ ἔγραφον, ταῦτα γὰρ κατὰ τὴν ἀρχὴν κινηθέντα χρονικῶς ἐκινήθησαν καὶ οὐ προσωπικῶςαἱ δὲ ἀντωνυμίαι προσωπικῶς κινού μεναι κατὰ τὸ ἄρχον κινοῦνται, οἷον ἐμοῦ σοῦ οὗ, ἐμοί σοί οἵ, ἐμέ σέ ἕ. Καὶ ἔστιν εἰπεῖν, ὅτι πρῶτον μὲν ἄλλο μέρος λόγου ἐστὶ τὸ ῥῆμα καὶ ἄλλο ἡ ἀντωνυμία, καὶ οὐκ ἀνάγκη τὰ αὐτὰ παρακολουθεῖν τῷ ῥήματι καὶ τῇ ἀντωνυμίᾳ· ἄλλως τε δὲ τὰ μὲν ῥήματα πρόσωπα μόνον ἔχουσιν, οὐ μὴν καὶ πτώσεις, αἱ δὲ ἀντωνυμίαι καὶ πρόσωπα ἔχουσι καὶ πτώσεις, πρόσωπα μέν, οἷον ἐμοῦ σοῦ οὗ, πτώσεις δέ, οἷον ἐμός ἐμοῦ <ἐμῷ> ἐμόν· καὶ λοιπὸν ὡς ἔχουσαι αἱ ἀντωνυμίαι καὶ πτώσεις καὶ πρόσωπα, καὶ μὴ δυνάμεναι ἐν ἑνὶ τόπῳ τὰς δύο κινήσεις ἀναδέξασθαι διὰ τὸ μὴ γίνεσθαι σύγχυσιν, τούτου χάριν πτωτικῶς μὲν κινούμεναι κατὰ τὸ τέλος κινοῦνται, οἷον ἐμός ἐμοῦ ἐμῷ ἐμόν, προσ ωπικῶς δὲ κατὰ τὴν ἄρχουσαν, οἷον ἐμοῦ σοῦ οὗ· διατί δὲ μὴ ἐκ τοῦ ἐναντίου ἐκινήθησαν, τουτέστι πτωτικῶς μὲν κατὰ τὴν ἄρχουσαν, προσ ωπικῶς δὲ κατὰ τὸ τέλος, ἐν τῷ προοιμίῳ τοῦ δευτέρου λόγου τοῦ Ῥηματικοῦ Ἀπολλωνίου, εἰ θεῷ φίλον, μαθησόμεθα. ∆υϊκά. Τύπτετον, τύπτετον. Λέγει ὅτι δύο ζητοῦμεν ἐν τοῖς δυϊκοῖς ζητήματα· καὶ πρῶτον μέν ἐστι ζήτημα, διατί ἐπι λείπει τὸ πρῶτον πρόσωπον τῶν δυϊκῶν, δεύτερον δέ ἐστι ζήτημα, διατί τὸ δεύτερον καὶ τρίτον πρόσωπον ὁμοφωνοῦσιν ἀλλήλοις. Καὶ ἔστιν εἰπεῖν, ὡς λέγει ὁ τεχνικός, ὅτι ὅταν εὑρεθῇ τὸ πρῶτον πρόσ ωπον τῶν πληθυντικῶν τὸ ˉμ ἔχον ἐν τῇ τελευταίᾳ συλλαβῇ, ἐπιλιμ πάνει τὸ πρῶτον πρόσωπον τῶν δυϊκῶν, οἷον τετύφαμεν τετύφατον τετύφατον, ἐτύψαμεν ἐτύψατον ἐτυψάτην, καὶ λοιπὸν ἐξ ἀνάγκης δύο ὑπολιμπάνονται, δεύτερον καὶ τρίτον. Περὶ δὲ τῆς συνεμπτώσεως 30 λέγει, <ὅτι> ὅταν εὑρεθῇ τὸ τρίτον πρόσωπον τῶν πληθυντικῶν εἰς ˉσˉι ἢ εἰς ˉτˉαˉι λῆγον, ὁμοφωνοῦσι τὰ δεύτερα καὶ τρίτα πρόσωπα τῶν δυϊκῶν, ὡς ἔχομεν ἐπὶ τοῦ ἐνεστῶτος, παρακειμένου καὶ μέλλοντος· ἐν τούτοις γὰρ ὁμοφωνοῦσι τὰ δεύτερα καὶ τρίτα πρόσωπα τῶν δυϊκῶν, οἷον τύπτουσι τύπτετον τύπτετον, τύπτονται τύπτεσθον τύπτε σθον, πεποιήκασι πεποιήκατον πεποιήκατον, πεποίηνται πεποίησθον πεποίησθον, ποιήσουσι ποιήσετον ποιήσετον, ποιήσονται ποιήσεσθον ποιήσεσθον· ἡνίκα δὲ τὸ τρίτον τῶν πληθυντικῶν μήτε εἰς ˉσˉι μήτε εἰς ˉτˉαˉι λήγει, οὐχ ὁμοφωνοῦσι τὰ τρίτα τῶν δυϊκῶν τοῖς ἰδίοις δευτέροις ἀλλὰ διαλλάττουσι, καὶ τροπὴ τοῦ ˉο εἰς ˉη γίνεται, ὡς ἐπὶ παρατατικοῦ, ὑπερσυντελίκου καὶ ἀορίστου, οἷον ἔτυπτον ἐτύπτετον ἐτυπτέτην, ἐτύπτοντο ἐτύπτεσθον ἐτυπτέσθην, ἐτετύφεισαν ἐτετύφειτον ἐτετυφεί την, ἐπεποίηντο ἐπεποίησθον ἐπεποιήσθην, ἔτυψαν ἐτύψατον ἐτυψάτην, ἐποιήσαντο ἐποιήσασθον ἐποιησάσθην.
Γέγονε δὲ ἐνταῦθα τὸ δεύτερον τῶν δυϊκῶν ἀπὸ τοῦ δευτέρου τῶν πληθυντικῶν τροπῇ τοῦ ˉε εἰς ˉοˉν, οἷον τύπτετε τύπτετον· καθόλου γὰρ πᾶν δεύτερον πληθυντικὸν τροπῇ τοῦ ˉε εἰς ˉοˉν τὸ δεύτερον τῶν δυϊκῶν ποιεῖ, οἷον τετύφατε τετύφατον, ἐτύψατε ἐτύψατον, τύπτεσθε τύπτεσθον, ἐτύψασθε ἐτύψασθον· τὸ δὲ τρί τον τῶν δυϊκῶν ὁμοφωνεῖ ἐνταῦθα τῷ ἰδίῳ δευτέρῳ, οἷον τύπτετον τύπτε