ἀλλὰ καὶ ἄθλιοι παντελῶς, ὡς ἐκεῖνοι οἱ λέγοντες· κύριε, οὐ τῷ σῷ ὀνόματι τάδε καὶ τάδε ἐποιήσαμεν; οἷς ἀπεῖπεν ὁ δεσπότης μήτε εἰδέναι αὐτούς ποτε οὐ γὰρ καλῶς ἐχρήσαντο τῷ χαρίσματι , ἀλλὰ καὶ ἀποχωρεῖν κατὰ κεφαλὴν ἔπραττεν· οἷος ἦν καὶ ὁ μὴ ἀκολουθῶν τῷ Χριστῷ καὶ σημεῖα ποιῶν· οἷος αὐτὸς ὁ Ἰούδας. αὐτὸς δὲ ταῦτα μὲν τέως οὐ καταλέγει, ἀπὸ τῶν σωματικῶς δ' εἰρημένων αὐτῷ καὶ τοῦτο κατασκευάζει, ὅτι οὐκ ἀνάγκη μείζους νομίζειν τοὺς λογιζομένους μεῖζον εἰληφέναι χάρισμα, τοὐναντίον δ' ἔσθ' ὅτε καὶ ἐλάττους· φησὶ γὰρ ὅτι τὰ ἀσχήμονα ἡμῶν εὐσχημοσύνην περισσοτέραν περιτιθέαμεν, καὶ τὰ ἀτιμότερα τιμὴν περισσοτέραν. μὴ ἄρα διὰ τοῦτο καὶ τιμιώτερα καὶ εὐσχημονέστερα τῶν τιμιωτέρων καὶ εὐσχημονεστέρων εἰσίν. οὕτω καὶ ὁ θεός, φησί, ἐνίοτε τῷ ὑστεροῦντι πλεῖον δίδωσι χάρισμα, τῷ δὲ αὐτάρκως καὶ ἱκανῶς ἔχοντι ῥυθμίσαι ἑαυτὸν ἔλαττον. μὴ οὖν ὑμῖν ἀθυμητέον ἔλαττον δοκοῦσιν ἔχειν χάρισμα, ἐπεὶ καὶ ἡμεῖς αὐτοὶ τὰ εὐσχημονέστερα καὶ τιμιώτερα ἡμῶν μέλη, ἅτε οὐ πολλῆς ἔχοντα χρείαν εὐσχημοσύνης, ἐφ' ἧς εἰσι κοσμιότητος καὶ σεμνότητος μένειν ἐῶντες, τοῖς ἀτιμοτέροις καὶ ἀσχημονεστέροις τιμὴν καὶ εὐσχημοσύνην περιτιθέαμεν. ὥστε ἐκ τοῦ ἔλαττον λαβεῖν μᾶλλόν ἐστιν εὐθυμεῖν καὶ εὐχαριστεῖν, ὅτι οὕτω κατ' ἀρχὰς ἔπλασεν ὁ πάντα σοφῶς καὶ ἀκαταλήπτως θεὸς ἡμῶν ποιῶν, ὥστε ἐλαττόνων δεῖσθαι εἰς αὐτάρκειαν καὶ τελείωσιν. ταῦτα δέ φησι τούς τε ἔλαττον δοκοῦντας ἔχειν ἐπὶ τῇ ἀθυμίᾳ παρακαλῶν, καὶ τοὺς πλέον λαβεῖν οἰομένους τῆς οἰήσεως κατασπῶν. τί φυσᾷς ἑαυτὸν πλέον ἔχειν δοκῶν; ἀσθενείας σου τοῦτο μαρτύριόν ἐστιν, ὅτι πλειόνων ἐδεήθης. τί καταπίπτεις ἔλαττον ἔχειν δοκῶν; ἰσχύος σου τοῦτο τεκμήριόν ἐστιν, ὅτι ἐλαττόνων σε δεηθέντα παρέδειξεν ὁ θεός. καὶ σκόπει πῶς ἤρξατο μὲν κατὰ βραχὺ πρὸς τὴν χρείαν ἰσάζειν αὐτούς, κἂν ἀνίσων ἐδόκουν τῶν χαρισμάτων τυχεῖν. ἔπειτα δὲ καὶ πλέον ἐπῆρε τοὺς ἐλαττοῦσθαι δοκοῦντας· μᾶλλον γὰρ οἱ ἀθυμοῦντες δέονται παραψυχῆς ἢ οἱ ἀλαζονευόμενοι φειδοῦς καὶ ἐπιεικοῦς ἐπιτιμήσεως. εἶτα ταῦτα εἰπὼν πάλιν συμβιβάζει αὐτοὺς εἰς τὴν ὁμοτιμίαν καὶ ὁμόνοιαν, ἵνα μὴ ᾖ, φησί, σχίσμα ἐν τῷ σώματι, ἀλλὰ τὸ αὐτὸ ὑπὲρ ἀλλήλων μεριμνῶσι τὰ μέλη καὶ ἑξῆς. 573 1Kor 12,31 Τὸ ζηλοῦτε δὲ τὰ χαρίσματα δοκεῖ μοι μὴ κατὰ παραίνεσιν καὶ ἀπόφασιν εἰρηκέναι· πῶς γὰρ ὅ γε πολλάκις πρός τε τὸ συμφέρον εἰπὼν λαβεῖν ἕκαστον τὸ χάρισμα, καὶ μηδὲν διαφέρειν πολλάκις ἐνδειξάμενος τὸν δοκοῦντα ἔχειν τὸ μεῖζον χάρισμα πρὸς τὸν ἔχοντα τὸ ἔλαττον; ἀλλ' εἰρῆσθαί μοι δοκεῖ τῷ θεσπεσίῳ Παύλῳ κατ' ἐρώτησιν· ζηλοῦτε, φησί, τὰ χαρίσματα τὰ κρείττονα; καὶ οὔπω ὑμᾶς ἐπείσαμεν μὴ ἀθυμεῖν ἐπὶ τοῖς ἐλάττοσιν; ἀλλ' ἔτι ἐρασταὶ καὶ ζηλωταὶ τῶν μειζόνων ἐστέ; ἐγὼ δὲ καὶ ἔτι πρὸς τοῖς εἰρημένοις μέθοδον ὑμῖν καὶ ὁδὸν δείκνυμι, δι' ἧς οὐδὲν τούτων τῶν χαρισμάτων τῶν μεγίστων δεηθέντες καθ' ὑπερβολὴν ἂν τῶν ἄλλων μείζους ὡς ἀληθῶς καὶ τελειότεροι φανείητε. τί οὖν ἐστι τοῦτο; ἁπλοῦν καὶ ἄκοπον καὶ ἐκ τοῦ ῥᾴστου παραγινόμενον. τί οὖν ἐστιν; τί δὲ ἄλλο ἢ ἀγάπη; ταύτην γὰρ ὁ καθαρῶς ἀναλαβὼν πάντων προέχει, πάντων ὑπεραναβέβηκεν· ὁ δὲ ταύτην μὴ ἔχων πάντων ἐκπέπτωκεν, πάντων ἐστὶν ἔρημος. ἂν δὲ τὴν ἀγάπην ἔχωμεν, οὔτε περὶ χαρισμάτων ἀλλήλοις ἐρίσαντες μικρολογησόμεθα, οὔτ' ἄλλο τι τῶν οὐ προσηκόντων ἡμῶν ἅψεται. 1Kor 13,8a Ἡ ἀγάπη, φησίν, οὐδέποτε ἐκπίπτει, ἀλλ' ἀεὶ προφάσεις ἀγαθὰς καὶ καλὰς ἑαυτῇ ἀνευρίσκει, δι' ὧν τῆς πρὸς τοὺς πλησίον στοργῆς καὶ συναφείας κατέχει τοὺς χρωμένους αὐτῇ παραμένειν καὶ μὴ διαρρήγνυσθαι, κἂν ἐκεῖνοι ἀφηνιῶσιν καὶ ἀποσκιρτᾶν αἰτίας παρέχωσιν· στέγειν γὰρ ποιεῖ καὶ ἐλπίζειν καὶ ὑπομένειν τὸν ἁμαρτάνοντα εἰς αὐτόν. 1Kor 13,8b-9 Εἴτε γνῶσις. γνῶσιν ἴσως τὴν τοῦ διδάσκειν φησίν· πλατυνομένης γὰρ τῆς εὐσεβείας καὶ πίστεως ἀργήσει ἡ διδασκαλία. Πῶς καταργηθήσεται ἡ γνῶσις; τελειοτέραν ταύτην ἀπολαμβανόντων ἡμῶν, καὶ τῆς ἐνούσης νῦν ἡμῖν ἀχρήστου τότε διὰ τὴν ἀτέλειαν δεικνυμένης. Ἐκ μέρους δὲ