ἐκεῖ ἡ θά λασσα, οὕτω τὸ ὕδωρ ἐν τῷ βαπτίσματι· καὶ ὥσπερ ἐκεῖ ἡ νεφέλη, οὕτως ἐνταῦθα τὸ Πνεῦμα τὸ ἅγιον. Τίς δὲ ἦν ἡ νεφέλη ἐκείνη, ἄκουσον· Ὅτε ἐξῆλθον τῆς Αἰγύπτου οἱ Ἑβραῖοι μετὰ Μωσέως, ἀπέστειλεν νέφος, ὥσπερ στῦλον πυρὸς, καὶ ἐφώτιζεν αὐτοὺς τὴν νύκτα, ὥστε περιπατεῖν αὐτοὺς καὶ τὴν νύκτα, ἵνα μὴ φθάσωσιν αὐτοὺς οἱ Αἰγύπτιοι. Ὄπισθεν δὲ αὐτῶν περιεπάτει νεφέλη, καὶ ἐπεσκίαζεν αὐτοὺς, ἵνα μὴ ὁρῶσιν αὐτοὺς οἱ Αἰγύπτιοι. Καὶ τοῦτό ἐστι τὸ δεύτε ρον βάπτισμα. Τρίτον δὲ τὸ νομικὸν, ὅπερ εἶχον οἱ Ἑβραῖοι. Πᾶς γὰρ ἀκάθαρτος ἐλούετο ὕδατι, ἐπλύ νετο τὰ ἱμάτια αὐτοῦ, καὶ οὕτως εἰσήρχετο εἰς τὴν παρεμβολήν. Τέταρτον βάπτισμα τὸ τοῦ Ἰωάννου, εἰσαγωγικὸν μὲν, οὔπω δὲ ὅλον πνευματικὸν, ἀλλ' εἰς μετάνοιαν μόνον. Πέμπτον τὸ διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὅπερ καὶ αὐτὸς ἐβαπτίσατο. Τοῦτο δὲ ὅλον πνευματικόν· τοῦτο καὶ ἡμεῖς βαπτιζόμεθα. Ἕκτον τὸ διὰ δακρύων, ὄντως ἐπίπονον, ὡς ὁ λούων καθ' ἑκάστην νύκτα τὴν κλίνην αὐτοῦ, καὶ μετανοῶν καὶ θρηνῶν ἐφ' οἷς ἥμαρτεν. Ἕβδομον βάπτισμα τὸ διὰ μαρτυρίου καὶ αἵματος, ὅπερ καὶ αὐτὸς ὁ Χριστὸς ἐβαπτίσατο, καὶ πολύ γε τῶν ἄλλων αἰδεσιμώτερον, ὅσῳ δευτέροις ῥύποις οὐ μολύνεται. Ὄγδοον τὸ τε λευταῖον οὐ σωτήριον, ἀλλὰ καυστικὸν, καὶ κολάζον ἀτελεύτητα καὶ αἰωνίως τοὺς ἁμαρτωλούς. Ἐρώτ. ρβʹ. Τί λέγει· «Σὰρξ καὶ αἷμα βασιλείαν Θεοῦ κληρονομῆσαι οὐ δύναται;» Ἀπόκ. Ὅτι πᾶς ὁ τὴν ἑαυτοῦ σάρκα τρέφων εἰς κόρον, οὐ δύναται βασιλείας Θεοῦ κληρονομῆσαι. Ἐρώτ. ργʹ. Τί λέγει· «Εἴ τις οὐ φιλεῖ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, ἤτω ἀνάθεμα, Μαρὰν ἀθά;» Ἀπόκ. Τουτέστι· Χωρίσατε αὐτὸν ἀπὸ τῆς Ἐκ κλησίας καὶ τῶν πιστῶν, καὶ ἔστω κεχωρισμένος ἀπὸ τοῦ λαοῦ ὁ μὴ πιστεύων. Ὁ γὰρ Κύριος ἦλθε· τοῦτο γὰρ ἑρμηνεύει τὸ Μαρὰν ἀθά. Ἐρώτ. ρδʹ. «Εἴ τις ἐν Χριστῷ καινὴ κτίσις, ἀνα καινίζεται;» Ἀπόκ. Τουτέστιν· Εἴ τις εἰς Χριστὸν ἐπίστευσεν, εἰς ἑτέραν ἦλθε διαγωγήν. Ἄνωθεν γὰρ ἐγεννήθη διὰ τοῦ Πνεύματος, καὶ ζῇ οὐ τὴν ἐν ἁμαρτίαις, ἀλλὰ τὴν ἐν πνεύματι ζωήν. 28.761 Ἐρώτ. ρεʹ. «Τρὶς ἐναυάγησα.» Ἀπόκ. Μυστικῶς αἰνιττόμενος λέγει. Τρίτον γὰρ ἐναυάγησεν ἡ ἀνθρωπότης· πρῶτον διὰ τῆς παραβά σεως· δεύτερον ἐν τῷ κατακλυσμῷ τοῦ Νῶε· τρίτον, μετὰ τὸ δέξασθαι τὸν νόμον, εἰς εἰδωλολατρείαν ἐξ έπεσεν ὁ λαὸς, ἕως ἐλθὼν ὁ τῶν ψυχῶν κυβερνήτης Χριστὸς, καὶ στήσας τὸ ἱστίον τοῦ σταυροῦ, ἀχείμα στον ἡμῶν τὸν πλοῦν εἰς οὐρανὸν ᾠκοδόμησεν. Ἐρώτ. ρςʹ. «Νυχθήμερον ἐν τῷ βυθῷ πεποίηκα;» Ἀπόκ. Νυχθήμερον λέγει τὴν πρὸ τῆς Χρι στοῦ παρουσίας ἐν σκοτεινῇ πλάνῃ διατριβήν· ἡμέραν δὲ λέγει τὴν μετὰ τοῦ Χριστοῦ παρουσίαν ἐν τῷ φωτεινῷ βαπτίσματι διαγωγήν. Ἑτέρα. Τινὲς δέ φασιν, ὅτι ἐν μέσῳ πελάγους πλέων· οἱ δὲ, ὅτι νηχόμενος καὶ κολυμβῶν, ἔνθα οὔτε γῆν οὔτε ὄρος ἦν ἰδεῖν. Κείμενον ρζʹ. «Ἐδόθη μοι σκώλωψ τῇ σαρκὶ, ἄγγελος Σατὰν, ἵνα με κολαφίζῃ.» Ἑρμην. Σατὰν ὁ ἀντικείμενος λέγεται. Ἄγγελον τοίνυν Σατὰν λέγει Ἀλέξανδρον τὸν χαλκέα, καὶ Ὑμέναιον καὶ Φιλητὸν, οἵτινες ἐπείραζον αὐτὸν, καὶ ἀντέκειντο λέγοντες, ὅτι ἀνάστασις ἐγένετο· καὶ κρα τοῦντες αὐτὸν, ἔβαλον εἰς δεσμωτήρια, καὶ πολλὰ κακὰ αὐτῷ ἐνεδείξαντο. Κείμενον ρηʹ. «Ἀρκεῖ σοι ἡ χάρις μου.» Ἀπόκ. Τοῦτ' ἔστιν· Ἀρκεῖ σοι ἡ χάρις μου, ὅτι νεκροὺς ἐγείρεις, καὶ τυφλοὺς θεραπεύεις, καὶ ἄλλα τῶν σημείων ποιεῖς. Ἐλαυνόμενοι δὲ καὶ διωκόμενοι νικᾶτε τοὺς διώκοντας. Ἐρώτ. ρθʹ. Τί λέγει· «Ἐμοὶ κόσμος ἐσταύρωται, κἀγὼ τῷ κόσμῳ;» Ἀπόκ. Τὸ ἐξελθεῖν ἀπὸ τοῦ βίου καὶ φροντίδων αὐτοῦ, καὶ νεκρὸν γενέσθαι τοῖς πάθεσι, καὶ ταῖς ἐπιθυμίαις καὶ νηστεύειν, καὶ ἀγρυπνεῖν, καὶ κακο παθεῖν ἐν τῇ ἀσκήσει, ὡς καὶ ἀλλαχοῦ λέγει· «Οἱ δὲ τοῦ Χριστοῦ τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθή μασι καὶ ταῖς ἐπιθυμίαις.» Ἐρώτ. ριʹ. Τί λέγει· «Τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας;» Ἀπόκ. Τουτέστιν, ἡ ἔχθρα, ἣν εἴχομεν πρὸς τὸν Θεὸν οἱ ἄνθρωποι διὰ τὰς ἡμῶν ἁμαρτίας. Σαρκωθεὶς οὖν ὁ
17