ἀφῖκτο, καὶ τὸ σῶμα ἔκαμνε· τῆς δὲ ὁμιλίας αὐτοῦ προεστήκεσαν καὶ ἀνὰ τοὺς πρώτους ἐφέροντο Μάξιμός τε, ὑπὲρ οὗ τάδε γράφεται, καὶ Χρυσάνθιος ὁ ἐκ Σάρδεων, Πρίσκος τε ὁ Θεσπρωτὸς ἢ Μολοσσός, Εὐσέβιός τε ὁ ἐκ Καρίας Μύν7.1.11 δου πόλεως. καὶ συνουσίας ἀξιωθεὶς τῆς Αἰδεσίου, ὁ καὶ ἐν μειρακίῳ πρεσβύτης Ἰουλιανός, τὴν μὲν ἀκμὴν καὶ τὸ θεοειδὲς τῆς ψυχῆς καταπλαγείς, οὐκ ἐβούλετο χωρίζεσθαι, ἀλλ', ὥσπερ οἱ κατὰ τὸν μῦθον ὑπὸ τῆς διψάδος δηχθέντες, χανδὸν καὶ ἀμυστὶ τῶν μαθημάτων ἕλκειν ἐβούλετο, καὶ δῶρά γε 7.1.12 ἐπὶ τούτοις βασιλικὰ διέπεμπεν· ὁ δὲ οὐδὲ ταῦτα προσίετο, καὶ μετακαλέσας τὸν νεανίσκον, εἶπεν· "ἀλλὰ σὺ μὲν καὶ τὴν ψυχὴν τὴν ἐμὴν οὐκ ἀγνοεῖς, τηλικαύταις ἀκοαῖς ἀκροώμενος, τὸ δὲ ὄργανον αὐτῆς συνορᾷς ὅπως διάκειται, τῆς 7.1.13 γομφώσεως καὶ πήξεως διαλυομένης, εἰς τὸ συντεθέν· σὺ δέ, εἴ τι καὶ δρᾶν βούλει, τέκνον σοφίας ἐπήρατον (τοιαῦτα γάρ σου τὰ τῆς ψυχῆς ἰνδάλματα καταμανθάνω), πρὸς τοὺς ἐμοὺς παῖδας πορευθεὶς ὄντας γνησίους, ἐκεῖθεν ῥύδην ἐμφοροῦ σοφίας ἁπάσης καὶ μαθημάτων· κἂν τύχῃς τῶν μυστηρίων, αἰσχυνθήσῃ πάντως ὅτι ἐγένου καὶ ἐκλήθης ἄνθρωπος. 7.1.14 ἐβουλόμην μὲν οὖν παρεῖναι καὶ Μάξιμον, ἀλλ' ἐπὶ τὴν Ἔφεσον ἔσταλται. καὶ περὶ Πρίσκου τὰ ὅμοια διελέχθην ἄν, ἀλλὰ κἀκεῖνος ἐπὶ τῆς Ἑλλάδος πέπλευκεν· λοιποὶ δὲ τῶν ἐμῶν ἑταίρων Εὐσέβιός τε καὶ Χρυσάνθιος, ὧν ἀκροώμενος ἐλάχιστα τὸ ἐμὸν ἐνοχλήσεις γῆρας." 7.2.1 Ὡς δὲ ταῦτα ἤκουσεν Ἰουλιανός, τοῦ φιλοσόφου μὲν οὐδ' ὣς ἀφίστατο, προσέκειτο δὲ κατὰ τὸν πολὺν χρόνον Εὐσεβίῳ τε καὶ Χρυσανθίῳ. ἦν δὲ ὁ Χρυσάνθιος ὁμόψυχος Μαξίμῳ, τὰ περὶ θειασμὸν συνενθουσιῶν, καὶ ὑφεῖλκεν ἑαυτὸν 7.2.2 ἐν τοῖς μαθήμασιν, καὶ τὸ ἄλλο ἦθος τοιοῦτον ἔχων. Εὐσέβιος δέ, παρόντος μὲν Μαξίμου, τὴν ἀκρίβειαν τὴν ἐν τοῖς μέρεσι τοῦ λόγου καὶ τὰς διαλεκτικὰς μηχανὰς καὶ πλοκὰς ὑπέφευγεν, ἀποστάντος δὲ ὥσπερ ἡλιακοῦ φέγγους ἀστὴρ ἀπέλαμπεν· τοσαύτη τις εὐκολία καὶ χάρις ἐπήνθει τοῖς λόγοις. καὶ ὁ Χρυσάνθιος παρὼν ἐπῄνει καὶ συνεπένευεν, ὅ τε Ἰου7.2.3 λιανὸς τὸν ἄνδρα ἐσεβάζετο. προσετίθει δὲ μετὰ τὴν ἐξήγησιν ὁ Εὐσέβιος, ὡς ταῦτα εἴη τὰ ὄντως ὄντα, αἱ δὲ τὴν αἴσθησιν ἀπατῶσαι μαγγανεῖαι καὶ γοητεύουσαι, θαυματοποιῶν ἔργα, καὶ πρὸς ὑλικάς τινας δυνάμεις παραπαιόντων καὶ 7.2.4 μεμηνότων. τοῦτο ἀκούων τὸ ἐπιφώνημα πολλάκις ὁ θειότατος Ἰουλιανός, ἰδίᾳ τὸν Χρυσάνθιον ἀπολαβών, "εἴ τί σοι μέτεστιν ἀληθείας, ὦ φίλε Χρυσάνθιε," πρὸς αὐτὸν ἔφη "φράσον μοι σαφῶς τίς ὁ ἐπίλογος οὗτος τῆς ἐξηγήσεως." ὁ δὲ βαθέως μάλα καὶ σωφρόνως ἀνενεγκών "ἀλλὰ πρᾶγμα ποιήσεις" ἔφη "σοφόν, μὴ παρ' ἐμοῦ ταῦτα, ἀλλὰ παρὰ ἐκεί7.2.5 νου πυθόμενος." καὶ μαθὼν τοῦτο ἤκουσε καὶ ἐποίησε, θεόν τινα νομίσας τὸν Χρυσάνθιον ἐπὶ τῷ λόγῳ. γενομένης δὲ τῆς συνουσίας, ὁ μὲν τὰ αὐτὰ προσεπέραινεν, ὁ δὲ Ἰουλιανὸς θαρσαλέως ἤρετο, τί τοῦτο αὐτῷ βούλεται συνεχῶς 7.2.6 ἐπιλεγόμενον. ἐνταῦθα ὁ Εὐσέβιος τὴν ἑαυτοῦ πετάσας εὐγλωττίαν, καὶ τὸ εὔστομον ἐπὶ τὸ φράζειν ἀκώλυτον ἀφεὶς φέρεσθαι, "Μάξιμος" εἶπεν "τὶς ἐστὶ τῶν πρεσβυ7.2.7 τέρων ἀκροατῶν καὶ πολλὰ ἐκπεπαιδευμένων· οὗτος διὰ μέγεθος φύσεως καὶ λόγων ὑπεροχὴν καταφρονήσας τῶν ἐν τούτοις ἀποδείξεων, ἐπὶ μανίας τινὰς ὁρμήσας καὶ δραμών, συνεκάλεσεν ἡμᾶς πρώην τοὺς παρόντας εἰς τὸ Ἑκατήσιον, 7.2.8 καὶ πολλοὺς ἐδείκνυ τοὺς καθ' ἑαυτοῦ μάρτυρας. ὡς δὲ ἀπηντήσαμεν, καὶ τὴν θεὸν προσεκυνήσαμεν, "καθῆσθε μέν," εἶπε πρὸς ἡμᾶς, "ὦ φίλτατοι ἑταῖροι, καὶ τὸ μέλλον 7.2.9 ὁρᾶτε, καὶ εἴ τι διαφέρω τῶν πολλῶν ἐγώ." τοῦτο δὲ εἰπών, καὶ καθεσθέντων ἡμῶν ἁπάντων, χόνδρον καθαγίσας λιβανωτοῦ, καὶ πρὸς ἑαυτὸν ὅντινα δήποτε ὕμνον περαίνων, εἰς τοσόνδε παρῆλθεν ἐπιδείξεως, ὥστε τὸ μὲν πρῶτον ἐμειδία 7.2.10 τὸ ἄγαλμα, εἶτα καὶ γέλως ἦν τὸ φαινόμενον. θορυβουμένων δὲ ἡμῶν ὑπὸ τῆς ὄψεως, "ἀλλὰ ταραχθήτω γε ὑμῶν ὑπὸ τούτων μηδὲ εἷς, αὐτίκα γὰρ καὶ