17
Ἕλλην ᾖ, 61.30 κἂν ὁστισοῦν. Θρηνῶμεν τοίνυν αὐτοὺς, ὅτι ὁ λόγος τοῦ σταυροῦ μωρία αὐτοῖς ἐστιν, ὁ αὐτὸς σοφία καὶ δύναμις ὤν· Ὁ λόγος γὰρ ὁ τοῦ σταυροῦ τοῖς μὲν ἀπολλυμένοις, φησὶ, μωρία ἐστίν. Ἐπειδὴ γὰρ εἰκὸς ἦν ἐκείνους, τοῦ σταυροῦ παρὰ τῶν Ἑλλήνων χλευαζομένου, τῇ σοφίᾳ τῇ δῆθεν παρ' ἑαυτῶν ἀνθίστασθαι καὶ πολεμεῖν θορυβουμένους τοῖς παρὰ τῶν Ἑλλήνων λεγομένοις, παραμυθούμενος ὁ Παῦλός φησι· Μὴ νομίσητε ξένον γίνεσθαι καὶ παράδοξον. Ταύτην ἔχει τὴν φύσιν τὸ πρᾶγμα, ὥστε ὑπὸ τῶν ἀπολλυμένων μὴ γνωρίζεσθαι αὐτοῦ τὴν δύναμιν· ἐξεστήκασι γὰρ καὶ παραπαίουσι. ∆ιὰ τοῦτο καὶ λοιδοροῦνται καὶ ἐπαχθῶς ἔχουσι πρὸς τὰ σωτήρια φάρμακα. Τί δὲ λέγεις, ἄνθρωπε; δοῦλος ὁ Χριστὸς ἐγένετο διὰ σὲ μορφὴν δούλου λαβὼν, καὶ ἐσταυρώθη καὶ ἀνέστη· καὶ δέον ἀναστάντα προσκυνῆσαι διὰ τοῦτο, καὶ θαυμάσαι τὴν φιλανθρωπίαν, ὅτι ὅπερ οὔτε πατὴρ οὔτε φίλος οὔτε υἱὸς ὑπὲρ σοῦ ἐποίησε, ταῦτα ὁ ∆εσπότης πάντα εἰργάσατο ὑπὲρ σοῦ τοῦ ἐχθροῦ καὶ προσκεκρουκότος· δέον τοίνυν θαυμάζειν ὑπὲρ τούτων αὐτὸν, σὺ δὲ μωρίαν καλεῖς πρᾶγμα τοσαύτης σοφίας γέμον; Ἀλλ' οὐδὲν θαυμαστόν· τῶν γὰρ ἀπολλυμένων ἐστὶ μὴ ἐπιγινώσκειν τὰ πρὸς σωτηρίαν φέροντα. 61.31 Μὴ θορυβεῖσθε οὖν· οὐ γὰρ ξένον οὐδὲ παρὰ προσδοκίαν τὸ γινόμενον, τὸ χλευάζεσθαι τὰ μεγάλα παρὰ τῶν ἐξεστηκότων. Τοὺς δὲ οὕτω διακειμένους διὰ σοφίας ἀνθρωπίνης πείθειν οὐκ ἔνι· ἀλλὰ, κἂν βουληθῇς οὕτω πεῖσαι, τὸ ἐναντίον ποιεῖς· τὰ γὰρ ὑπερβαίνοντα λογισμὸν πίστεως δεῖται μόνης. Καὶ γὰρ, ἂν θέλωμεν πείθειν διὰ λογισμῶν, πῶς ἄνθρωπος ἐγένετο ὁ Θεὸς, καὶ εἰς μήτραν εἰσῆλθε παρθενικὴν, καὶ μὴ τῇ πίστει τὸ πρᾶγμα ἐπιτρέψωμεν, μᾶλλον ἐκεῖνοι καταγελάσονται. Ἄρα οἱ λογισμοῖς ζητοῦντες, οὗτοί εἰσιν οἱ ἀπολλύμενοι. Καὶ τί λέγω περὶ Θεοῦ; Ἐπὶ γὰρ τῶν κτισμάτων ἂν τοῦτο ποιήσωμεν, πολὺς ἕψεται γέλως. Ἔστω γὰρ ἄνθρωπος πάντα βουλόμενος λογισμοῖς μανθάνειν, καὶ πειράσθω τῷ παρὰ σοῦ λόγῳ πείθεσθαι, πῶς βλέπομεν τὸ φῶς· σὺ δὲ αὐτὸν λογισμῷ πείθειν πειρῶ. Ἀλλ' οὐκ ἂν ἔχοις· ἂν γὰρ εἴπῃς, ὅτι ἀρκεῖ τοὺς ὀφθαλμοὺς ἀνοίξαντα βλέπειν, οὐ τὸν τρόπον εἴρηκας, ἀλλὰ τὸ γινόμενον. ∆ιὰ τί γὰρ μὴ τῇ ἀκοῇ βλέπομεν, φησὶ, καὶ τοῖς ὀφθαλμοῖς ἀκούομεν; διὰ τί γὰρ μὴ τῇ ῥινὶ ἀκούομεν, καὶ τῇ ἀκοῇ ὀσφραινόμεθα; Ἂν τοίνυν, ἀποροῦντος αὐτοῦ περὶ τούτων, μὴ δυνώμεθα τὸν λόγον ἀποδοῦναι τούτων, ἐκεῖνος μέλλει γελᾷν; οὐ μειζόνως ἡμεῖς καταγελασόμεθα; Εἰ γὰρ ἀμφότερα ἐξ ἑνὸς ἐγκεφάλου τὴν ἀρχὴν ἔχει, καὶ ἀμφότερα ἀλλήλοις γειτνιάζει τὰ μέλη, πῶς οὐ τὰ αὐτὰ δύναται ποιεῖν; Ἀλλ' οὐ δυνησόμεθα εἰπεῖν τὴν αἰτίαν οὐδὲ τὸν τρόπον τῆς ἀφάτου καὶ ποικίλης ἐνεργείας, ἀλλὰ, κἂν ἐπιχειρήσωμεν, καταγελώμεθα. ∆ιά τοι τοῦτο τῇ τοῦ Θεοῦ δυνάμει καὶ τῇ ἀπείρῳ σοφίᾳ παραχωροῦντες, σιγήσωμεν. Οὕτω τοίνυν καὶ τὰ τοῦ Θεοῦ ἐὰν τῇ ἔξωθεν σοφίᾳ βουληθῶμεν παραστῆσαι, πολὺς ἕψεται γέλως, οὐ παρὰ τὴν τῶν πραγμάτων ἀσθένειαν, ἀλλὰ παρὰ τὴν τῶν ἀνθρώπων ἄνοιαν. Τὰ γὰρ μεγάλα λόγος οὐδεὶς παραστῆσαι δύναται. Σκόπει δέ· Ὅταν εἴπω, Ἐσταυρώθη, ὁ Ἕλλην λέγει· Καὶ πῶς ἂν ἔχοι λόγον τοῦτο; ἑαυτῷ οὐκ ἤμυνε σταυρουμένῳ καὶ πειραζομένῳ κατὰ τὸν καιρὸν τοῦ σταυροῦ, καὶ πῶς μετὰ ταῦτα ἀνέστη, καὶ ἑτέροις ἤμυνεν; εἰ γὰρ ἐδύνατο, πρὸ τοῦ θανάτου ἔδει (τοῦτο γὰρ καὶ Ἰουδαῖοι ἔλεγον)· ὁ δὲ ἑαυτῷ μὴ ἀμύνας, πῶς ἄλλοις ἤμυνεν; οὐκ ἂν ἔχοι λόγον, φησί. Εἰκότως· καὶ γὰρ ὑπὲρ λόγον ἐστὶν, ἄνθρωπε, καὶ ἀφάτου δυνάμεως ὁ σταυρός. Τὸ γὰρ ἐν τοῖς δεινοῖς γενόμενον, ἀνώτερον φανῆναι τῶν δεινῶν, καὶ συμπλακέντα νικῆσαι, δυνάμεώς ἐστιν ἀπείρου. Ὥσπερ γὰρ ἐπὶ τῶν τριῶν παίδων, τοῦ μὴ ἐμβῆναι εἰς τὴν κάμινον, τὸ ἐμβάντας καταπατῆσαι τὴν φλόγα, θαυμαστότερον ἦν· καὶ ἐπὶ τοῦ Ἰωνᾶ, τοῦ μὴ ἐμπεσεῖν εἰς τὸ κῆτος, τὸ ἐμπεσόντα μηδὲν ἀπὸ τοῦ θηρίου παθεῖν ἀηδὲς, πολλῷ μεῖζον ἦν· οὕτω καὶ ἐπὶ τοῦ Χριστοῦ, τοῦ μὴ ἀποθανεῖν, τὸ ἀποθανόντα διαλῦσαι τὸν θάνατον, παραδοξότερον ἦν. Μὴ τοίνυν λέγε· ∆ιὰ τί οὐκ ἤμυνεν ἑαυτῷ ἐν τῷ σταυρῷ; αὐτῷ γὰρ συμπλακῆναι ἠπείγετο τῷ θανάτῳ. Οὐ