ἀδελφὸν Ἀψιμάρου στρατηγὸν τοῦ ἀνατολικοῦ στρατοῦ γενόμενον καὶ τοὺς ἄλλους ἄρχοντας καὶ ὑπασπιστὰς αὐτοῦ πρὸς τῷ τείχει ἐπὶ ξύλου ἀνήρτησεν. Ἀψίμαρον δὲ συλλαβὼν ἕβδομον ἔτος ἐν τῇ βασιλείᾳ διανύσαντα, ἔτι δὲ καὶ Λεόντιον σιδήροις πεδήσας κατέσχεν ἐν εἱρκτῇ· μετὰ δὲ ταῦτα ἱππικὸν ἐπιτελέσας ἀγῶνα, θάτερον μὲν ἐκ δεξιῶν θάτερον δὲ ἐξ ἀριστερῶν πρὸς τοῖς ποσὶν αὐτοῦ πατεῖσθαι ῥίψας ἐπὶ ὥρας βραχείας, μετὰ ταῦτα ἐκπέμπει ἐν τῷ καλουμένῳ Κυνηγίῳ τμηθῆναι τὰς κεφαλάς. τὸν δὲ Βουλγάρων ἄρχοντα Τέρβελιν ἔξω τείχους Βλαχερνῶν σκηνούμενον πολλὰ φιλοφρονησάμενος, τέλος παραγενόμενον πρὸς αὐτὸν χλανίδα τε περιβάλλει βασιλικὴν καὶ Καίσαρα ἀναγορεύει, καὶ συμπάρεδρον ποιησάμενος προσκυνεῖσθαι σὺν αὐτῷ ὑπὸ τοῦ λαοῦ ἐκέλευε, καὶ πλεῖστα παρασχόμενος δῶρα πρὸς τὰ ἑαυτοῦ ἐξέπεμπε. Καλλίνικον δὲ τὸν τῆς πόλεως ἱεράρχην, ὡς δυσφημήσαντα αὐτὸν ἐπὶ τῇ τοῦ Λεοντίου ἀναγορεύσει, τυφλώσας ἐν τῇ Ῥώμῃ ἐξέπεμψε, Κῦρον ἀντ' αὐτοῦ εἰς τὴν ἱερωσύνην προχειρισάμενος τὸν ἐν Ἀμάστριδι ἐγκλειστὸν γενόμενον, προσημάναντα αὐτῷ ἐκεῖσε παριόντι τὴν τῆς δευτέρας βασιλείας κατάστασιν. πο 43 λύν τε φόνον καὶ κάκωσιν ἐν τοῖς ὑπηκόοις ἐποιεῖτο· τοὺς μὲν γὰρ εἰς ἄρχοντας προβαλλόμενος αὐτίκα ἑτέρους ὄπισθεν ἐκπέμπων ἀνῄρει, οὓς δὲ ἐν δείπνῳ συγκαλῶν δόλῳ ἀπέκτεινεν, ἄλλους ἐν τῷ βυθῷ σάκκοις ἐμβαλὼν ἀπέρριπτε, καὶ συνελόντα εἰπεῖν, ὠμότητι πολλῇ καὶ θηριώδει γνώμῃ πρὸς τὸ ὑπήκοον διακείμενος. ἐν τούτοις δὲ μεταστέλλεται ἀπὸ Χαζαρίας Θεοδώραν τὴν ἑαυτοῦ γαμετὴν καὶ Τιβέριον τὸν ἐξ αὐτῆς τεχθέντα αὐτῷ υἱόν, καὶ στέφει αὐτοὺς εἰς βασιλέας. μετὰ τοῦτο λύει τὴν πρὸς τοὺς Βουλγάρους εἰρήνην, καὶ στρατεύματα πλεῖστα διά τε γῆς καὶ θαλάσσης πρὸς τοῖς Θρᾳκῴοις μέρεσι διαγαγὼν πρὸς τῇ Ἀγχιάλῳ πόλει ὡς πολεμήσων αὐτοὺς παραγίνεται. ἀφυλάκτως δὲ τοῦ λαοῦ πρὸς τὰ ἐκεῖσε πεδία ἐπὶ κομιδῇ χόρτου σκεδαννυμένου ἐπιπίπτουσιν ἀθρόως οἱ Βούλγαροι καὶ πολλοὺς αὐτῶν διαφθείρουσι, πολλοὺς δὲ καὶ αἰχμαλώτους εἷλον. καὶ Ἰουστινιανῷ ἐν τῇ πόλει Ἀγχιάλῳ ἀπολειφθέντι ἐπὶ τρισὶν ἡμέραις προσεδρεύουσιν. ὁ δὲ νυκτὸς ναυσὶν ἐπιβὰς φυγῇ ἐκεῖθεν ἀπέπλευσε καὶ εἰς Βυζάντιον ἐπανάγεται. Ἐν τούτοις ὄντων τῶν πραγμάτων ὁ τῶν Σαρακηνῶν βασιλεὺς λαὸν πλεῖστον ὁπλίτην ἐκπέμπει, ἡγεμόνας αὐτοῖς ἐπιστήσας Μασαλμᾶν καὶ Σολυμᾶν κατὰ τὴν αὐτῶν διάλεκτον καλουμένους, ὡς τὰ Τύανα τὴν πόλιν πολιορκήσοντας. οἱ δὲ ἐκεῖσε παραγενόμενοι, πολέμους πλείστους συνάψαντες, μέρος δὲ καὶ τοῦ τείχους ἐκ τῶν πρὸς τειχομαχίαν ὀργάνων καταβαλόντες καὶ πλέον οὐδὲν ἀνύσαι ἰσχύσαντες, ἀποχωρεῖν πρὸς τὰ οἰκεῖα ἐβούλοντο. ἐν ᾧ ἐκπέμπει Ἰουστινιανὸς πρὸς τῇ μεσογείᾳ, καὶ πλεῖστον λαὸν ἄγροικόν τε καὶ γεωργικὸν ἀθροίσας πρὸς τὰ Τύανα ἀφικνεῖσθαι ἐκέλευσεν ὡς τοὺς πολιορκουμένους ἐπαμυνόμενος. τούτους ἀόπλους οἱ Σαρακηνοὶ θεασάμενοι ὁρμῶσι κατ' αὐτῶν, καὶ 44 τοὺς μὲν ξίφει ἀνεῖλον τοὺς δὲ αἰχμαλώτους συνέλαβον. ἐντεῦθεν θαρραλεώτερον διατεθέντες τῆς προσεδρίας Τυάνων εἴχοντο. οἱ δὲ ἀπορίᾳ δαπανημάτων τῶν πρὸς μάχην ἀπειπόντες τῆς τε παρὰ βασιλέως βοηθείας οὐκ εὐπορήσαντες, ὁμολογίᾳ ἑαυτοὺς τοῖς ἐχθροῖς παρέδοσαν καὶ πρὸς τὰ τῶν Σαρακηνῶν ἤθη ἀπῴχοντο. ἐξ ἐκείνου λοιπὸν πλείστη τοῖς ἐχθροῖς παρρησία ἐδέδοτο ἀδεῶς τὰς Ῥωμαίων καταληΐζεσθαι χώρας, οὐδενὸς τούτοις ἰσχύοντος ἀντιτάττεσθαι, καί τινα τούτων ἀποδασμὸν εἰς τριάκοντα ἄνδρας περιιστάμενον ἄχρι Χρυσοπόλεως κατελθεῖν (παραθαλάσσιον χωρίον ἀντικρὺ Βυζαντίου πρὸς ἥλιον ἀνίσχοντα ἱδρυμένον), καὶ τοὺς μὲν αὐτόσε οἰκήτορας ἀποσφάξαι, τὰς δὲ πορθμίδας ἐμπρῆσαι ναῦς. Ἰουστινιανὸς δὲ ἐν μνήμῃ ἔχων περὶ τῆς γενομένης αὐτῷ πρὸς Ἀψίμαρον παρὰ τῶν ἐν Χερσῶνι διαβολῆς, ναῦς πολὺ πλείστας καὶ διαφόρους συναγείρας, ἐμβιβάσας παρ' αὐτοῦ ἄχρις εἰς ἑκατὸν χιλιάδας ἀριθμὸν ἀνδρῶν, εἰδότας ἔκ τε τῶν στρατιωτικῶν καταλόγων, ἔτι δὲ καὶ τοῦ γεωργικοῦ καὶ τῶν βαναυσικῶν τεχνῶν τῶν τε ἐκ τῆς συγκλήτου βουλῆς καὶ τοῦ τῆς πόλεως δήμου,