ἀλλ' ἔτι ἀλγοῦσιν· διόπερ δυνατόν ἐστιν τυχόντας αὐτοὺς βοηθείας λογικῆς θεραπευθῆναι, ὥστε τὸν ἑξῆς βιῶσαι ἀνεπιλήπτως χρόνον. οἱ δὲ οὐκέτι ἀλγοῦσιν ἁμαρτάνοντες· διόπερ μηδὲ ἐπί ποσον ἀντιτείνοντες μηδὲ ἐγκρατευόμενοι ἑαυτοὺς παρέδωκαν τῇ ἀσελγείᾳ εἰς ἔργον ἀκαθαρσίας πάσης ἐν πλεονεξίᾳ. πλὴν εἰς ταῦτα πάντα κίνδυνος ἐμπεσεῖν παντὶ τῷ ἐν ματαιότητι τοῦ νοὸς τυγχάνοντι καὶ ἐσκοτισμένῳ τῇ διανοίᾳ· ὅθεν τοῦ νοῦ καὶ τῆς διανοίας ἡμῖν ἐπιμελητέον, ἵνα ἡ μὲν διάνοια ᾖ πεφωτισμένη, λυομένου τοῦ σκότους ὑπὸ τοῦ ἀληθινοῦ φωτό, ὅπερ ἐστὶν ὁ τοῦ Θεοῦ Λόγος, ὁ δὲ νοῦς ἀπὸ τῆς περὶ τὰ μάταια προσπαθείας ἀνατρεπόμενος προάγοιτο τῷ Θεῷ διὰ τοῦ λόγου τῆς οφία. εἰ μέντοιγε διὰ τὴν ἄγνοιαν καὶ π<ώ>ρωσιν τῆς καρδίας ἀπαλλοτριοῦνται τῆς ζωῆς τοῦ Θεοῦ οἱ ἀπηλλοτριωμένοι αὐτῆς, τῷ ἐν ματαιότητι γεγονέναι αὐτῶν τὸν νοῦν καὶ ἐν σκοτισμῷ τὴν διάνοιαν, οὐκ ἐκ φύσεως ἀλλ' ἐξ αἰτιῶν τῶν παρ' ἡμῶν γινομένων ἐκ τοῦ ἐφ' ἡμῖν ἀλλοτριοῦνται τῆς ζωῆς ἐκεῖνοι οἱ ἀλλοτριού μενοι αὐτῆς. ἀκαθαρσίαν δὲ ἐν πλεονεξίᾳ τὴν μοιχείαν οἴομαι εἶναι· ἀλλαχοῦ γὰρ τοῦτό φησιν ἐν τῇ πρὸς Θεσσαλονικεῖς προτέρᾳ, ἐν ᾗ ταῦτα· τοῦτο γάρ ἐτι τὸ θέλημα τοῦ Θεοῦ, ἀπέχεθαι ὑμᾶ ἀπὸ τῆ πορνεία· εἰδέναι ἕκατον ὑμῶν τὸ ἑαυτοῦ κεῦο κτᾶθαι ἐν ἁγιαμῷ καὶ τιμῇ, μὴ ἐν πάθει ἐπιθυμία καθάπερ καὶ τὰ ἔθνη τὰ μὴ εἰδότα τὸν Θεόν, τὸ μὴ ὑπερβαίνειν καὶ πλεονεκτεῖν ἐν τῷ πράγματι τὸν ἀδελφὸν αὐτοῦ, διότι ἔκδικο ὁ Κύριο περὶ πάντων τούτων, καθὼ προείπομεν ὑμῖν καὶ διεμαρτυράμεθα· οὐ γὰρ ἐκάλεεν ἡμᾶ ὁ Θεὸ ἐπὶ ἀκαθαρίᾳ ἀλλ' ἐν ἁγιαμῷ καὶ τιμῇ. τοιγαροῦν ὁ ἀθετῶν οὐκ ἄνθρωπον ἀθετεῖ, ἀλλὰ τὸν Θεὸν τὸν διδόντα τὸ πνεῦμα αὐτοῦ τὸ ἅγιον εἰ ὑμᾶ. παρατήρει δὲ ὅτι προτρεπόμενος ἐπὶ τὴν ἁγνείαν ἡμᾶς πλεονεκτεῖν ἐν τῷ πράγματι τὸν ἀδελφόν φησιν εἴ τις τὴν ἀδελφοῦ λαμβάνοι γυναῖκα· πλὴν ἔκδικο Κύριο περὶ πάντων τούτων τῶν πεπλεονεκτημένων, εἴτε ἀδελφῶν εἴτε καὶ ἀπίστων. 19 Eph. iv20-22 [ὑμεῖς δὲ οὐχ οὕτως ἐμάθετε τὸν Χριστόν, εἴγε αὐτὸν ἠκούσατε καὶ ἐν αὐτῷ ἐδιδάχθητε, καθώς ἐστιν ἀλήθεια ἐν τῷ Ἰησοῦ, ἀποθέσθαι ὑμᾶς κατὰ τὴν προτέραν ἀναστροφὴν τὸν παλαιὸν ἄνθρωπον τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης.] [Ὠριγένης φησίν] τὸ μαθεῖν τὸν Χριστὸν ταὐτόν ἐστι τῷ μαθεῖν τὴν ἀρετήν, καὶ τὸ ἀκοῦσαι αὐτὸν οὐ διαφέρει τοῦ συνιέναι τὸν λόγον τῶν ἀναγεγραμμένων ἐπινοιῶν τοῦ υἱοῦ τοῦ Θεοῦ. εἴ τις οὖν ἔμαθε τὸν Χριστὸν καὶ ἤκουσεν αὐτόν, ἐπεὶ ἔμαθεν αὐτὸν ὄντα Σοφίαν καὶ ἤκουσεν αὐτὸν ὡς Θεοῦ Λόγον, παραδεξάμενος ἃ μεμάθηκε καὶ ἤκουσεν, οὐ περιπατήσει ἐν τῇ ματαιότητι τοῦ νοὸς αὐτοῦ, οὐδ' ἔσται τῇ διανοίᾳ ἐσκοτισμένος, οὐδὲ τῆς ζωῆς τοῦ Θεοῦ ἀπηλλοτριωμένος. μάθωμεν τοίνυν τὸν Χριστὸν καὶ ἀκούσωμεν αὐτόν· οὐκ ἀπογνωστέον μέντοιγε καὶ τὸ διδαχθῆναι θείᾳ δυνάμει ὑποβαλλούσῃ τῷ νῷ ἡμῶν κεκαθαρμέν<ῳ> λόγον τὸν περὶ Χριστοῦ τέλειον καὶ ἀληθινόν, καθώς ἐστιν ἀλήθεια ἐν τῷ Ἰησοῦ. ἐδίδαξε τί τὸ μαθεῖν τὸν Χριστὸν καὶ ἀκοῦσαι καὶ διδαχθῆναι, εἰπὼν καθώς ἐστιν ἀλήθεια ἐν τῷ Ἰησοῦ· ἡ γὰρ τῆς ἀληθείας πρωτότυπος οὐσία ἐν τῷ Ἰησοῦ μόνῳ λέγοντι ἐγώ εἰμι ἡ ἀλήθεια. τὸ δὲ ἀποθέσθαι ὑμᾶς κατὰ τὴν προτέραν ἀναστροφὴν τὸν παλαιὸν ἄνθρωπον, ἀσυνάρτητον ὄν, ὅρα εἰ δυνάμεθα οὕτως ἀποκαταστῆσαι· ὑμεῖς δὲ οὐχ οὕτως ἐμάθετε τὸν Χριστόν, εἴγε αὐτὸν ἠκούσατε καὶ ἐν αὐτῷ ἐδιδάχθητε ἀποθέσθαι ὑμᾶς κατὰ τὴν προτέραν ἀναστροφὴν τὸν παλαιὸν ἄνθρωπον, τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης, καθώς ἐστιν ἀλήθεια ἐν τῷ Ἰησοῦ· ἵνα ὁ νοῦς ᾖ, ὅτι ὥς ἐστιν ἀλήθεια ἐν τῷ Ἰησοῦ, οὕτως ἔσται καὶ ἐν ὑμῖν μαθοῦσι τὸν Χριστὸν καὶ αὐτὸν ἀκούσασι καὶ ἐν αὐτῷ διδαχθεῖσιν, ἀποθεμένοις τε κατὰ τὴν προτέραν ἀναστροφὴν τὸν παλαιὸν ἄνθρωπον τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης. παλαιὸν δὲ ἄνθρωπον ὃν δεῖ ἤδη ἀποθέσθαι τὸν πεπαλαιωμένον ὑπὸ τῆς ἁμαρτίας λέγεσθαι νομιστέον· οὗτος γὰρ κατὰ τὴν προτέραν ἀναστροφὴν καὶ τὰς ἐπιθυμίας τῆς ἀπάτης, διὰ τοῦ ἁμαρτάνειν καὶ μηδέποτε ἀφθαρσίας τι ποιεῖν ἀλλ'