ποῖος αὐτοῦ παλατῖνος ἠνάγκασε κατά τινος ὑπογράψαι, ἵνα οἱ περὶ Οὐάλεντα τοιαῦτα λέγωσι; παῦσαι, παρακαλῶ, καὶ μνήσθητι, ὅτι θνητὸς ἄνθρωπος τυγχάνεις, φοβήθητι τὴν ἡμέραν 44.7 τῆς κρίσεως, φύλαξον σεαυτὸν εἰς ἐκείνην καθαρόν. μὴ τίθει σεαυτὸν εἰς τὰ ἐκκλησιαστικά, μηδὲ σὺ περὶ τούτων ἡμῖν παρακελεύου, ἀλλὰ μᾶλλον παρ' ἡμῶν σὺ μάνθανε ταῦτα. σοὶ βασιλείαν ὁ θεὸς ἐνεχείρισεν, ἡμῖν τὰ τῆς ἐκκλησίας ἐπίστευσε. καὶ ὥσπερ ὁ τὴν σὴν ἀρχὴν ὑποκλέπτων ἀντιλέγει τῷ διαταξαμένῳ θεῷ, οὕτω φοβήθητι, μὴ καὶ σὺ τὰ τῆς ἐκκλησίας εἰς ἑαυτὸν ἕλκων ὑπεύθυνος ἐγκλήματι μεγάλῳ γένῃ. «ἀπόδοτε», γέγραπται, «τὰ Καίσαρος Καίσαρι καὶ τὰ τοῦ θεοῦ τῷ θεῷ». οὔτε τοίνυν ἡμῖν ἄρχειν ἐπὶ τῆς γῆς 44.8 ἔξεστιν οὔτε σὺ τοῦ θυμιᾶν ἐξουσίαν ἔχεις, βασιλεῦ. ταῦτα μὲν οὖν κηδόμενος τῆς σῆς σωτηρίας γράφω, περὶ δὲ ὧν ἐπέστειλας ταύτης εἰμὶ τῆς γνώμης. ἐγὼ οὔτε Ἀρειανοῖς συγκατατίθεμαι, ἀλλὰ καὶ τὴν αἵρεσιν αὐτῶν ἀναθεματίζω, οὔτε κατὰ Ἀθανασίου γράφω, ὃν ἡμεῖς τε καὶ ἡ Ῥωμαίων ἐκκλησία καὶ πᾶσα ἡ σύνοδος ἐκαθάρισε. καὶ γὰρ ταῦτα καὶ σὺ συνορῶν μετεπέμψω τὸν ἄνθρωπον καὶ συνεχώρησας αὐτῷ μετὰ τιμῆς 44.9 εἰς τὴν πατρίδα καὶ τὴν ἐκκλησίαν ἐπανελθεῖν. τίς τοίνυν γέγονε πρόφασις τῆς τοσαύτης μεταβολῆς; οἱ αὐτοὶ γὰρ ἐχθροὶ οἱ καὶ πρότερον ὄντες καὶ νῦν εἰσιν αὐτοῦ. καὶ ἃ νῦν ψιθυρίζουσιν (οὐ γὰρ παρόντος αὐτοῦ φθέγγονται), ταῦτα καὶ πρὶν μεταπέμψῃ τὸν Ἀθανάσιον κατελάλουν. ταῦτα καὶ ἐλθόντες εἰς τὴν σύνοδον διεθρύλουν καὶ ἀπαι τούμενοι παρ' ἐμοῦ, καθὰ προεῖπον, τὰς ἀποδείξεις οὐκ ἴσχυσαν παρασχεῖν· εἰ γὰρ 44.10 εἶχον, οὐκ ἂν ἔφυγον οὕτως αἰσχρῶς. τίς οὖν ἔπεισέ σε μετὰ τοσοῦτον χρόνον ἐπιλαθέσθαι τῶν σαυτοῦ γραμμάτων καὶ ῥημάτων; ἐπίσχες καὶ μὴ πείθου κακοῖς ἀνθρώποις, ἵνα μὴ διὰ τὸ πρὸς ἀλλήλους καθῆκον σαυτὸν ὑπεύθυνον ποιήσῃς. ὧδε γὰρ τούτοις καθη 44.11 κεύεις ἐν δὲ τῇ κρίσει μόνος μέλλεις ἀπολογεῖσθαι. οὗτοι τὸν ἴδιον ἐχθρὸν διὰ σοῦ θέλουσιν ἀδικεῖν καὶ βούλονταί σε διάκονον τῆς ἑαυτῶν πονηρίας γενέσθαι, ἵνα διὰ σοῦ καὶ τὴν μυσαρὰν αἵρεσιν εἰς τὴν ἐκκλησίαν ἐπισπείρωσιν. οὐκ ἔστι δὲ φρόνιμον δι' ἄλλων ἡδονὴν ἑαυτὸν εἰς προῦπτον κίνδυνον ἐμβάλλειν. παῦσαι, παρακαλῶ, καὶ πείσθητί μοι, Κων στάντιε. ταῦτα γὰρ πρέπει καὶ ἐμὲ γράφειν καὶ σὲ τούτων μὴ καταφρονεῖν ... 45.1 Ταῦτα μὲν ὁ Ἀβραμιαῖος γέρων, ὁ ἀληθῶς Ὅσιος ἐφρόνησέ τε καὶ ἔγραψεν, ὁ δὲ οὔτε τοῦ ἐπιβουλεύειν ἀνεχώρει οὔτε πρόφασιν κατ' αὐτοῦ ζητῶν πέπαυται, ἀλλὰ καὶ ἀπειλῶν ἐπέμενε δεινῶς, ἵνα ἢ βιαζόμενος μεταγάγῃ ἢ μὴ πειθόμενον ἐξορίσῃ. 45.2 πρόφασιν μὲν οὖν ὥσπερ οἱ τακτικοὶ καὶ σατράπαι τῆς Βαβυλῶνος ζητοῦντες «οὐχ εὕρισκον κατὰ τοῦ ∆ανιὴλ εἰ μὴ ἐν νόμοις θεοῦ αὐτοῦ», οὕτω καὶ οἱ νῦν σατράπαι τῆς ἀσεβείας οὐδὲ πλάσασθαι κατὰ τοῦ γέροντος ἄλλην ἠδυνήθησαν (πᾶσι γὰρ γνώριμος ἦν ὁ ἀληθῶς Ὅσιος καὶ ὁ τούτου βίος ἀνεπίληπτος), εἰ μὴ τὸ κατὰ τῆς αἱρέσεως μῖσος. 45.3 διαβάλλουσι τοίνυν καὶ αὐτὸν οὐκέτι ὡς ἐκεῖνον ∆αρείῳ (ἀηδῶς γὰρ ἤκουε ∆αρεῖος κατὰ τοῦ ∆ανιήλ), ἀλλ' ὡς Ἰεζάβελ κατὰ τοῦ Ναβουθαὶ καὶ ὡς οἱ Ἰουδαῖοι τῷ Ἡρώδῃλέγοντες· «οὐ μόνον οὐχ ὑπογράφει κατὰ Ἀθανασίου, ἀλλὰ καὶ ἡμᾶς δι' αὐτὸν κατα κρίνει καὶ τὴν αἵρεσιν οὕτω μισεῖ, ὡς καὶ ἄλλοις γράφειν θάνατον μᾶλλον ὑπομένειν ἢ προδότας γίγνεσθαι τῆς ἀληθείας. δι' αὐτὴν γὰρ καὶ ὁ ἀγαπητὸς ἡμῶν Ἀθανάσιος διώκεται καὶ Λιβέριος ὁ Ῥωμαίων ἐπίσκοπος καὶ οἱ ἄλλοι πάντες ἐπιβουλεύονται». 45.4 ταῦτα ἀκούσας ὁ τῆς ἀσεβείας προστάτης καὶ τῆς αἱρέσεως βασιλεὺς Κωνστάντιος καί, ὅτι μάλιστα καὶ ἕτεροί εἰσι κατὰ τὰς Σπανίας ταυτὰ τῷ Ὁσίῳ φρονοῦντες, πειράσας κἀκείνους ὑπογράψαι καὶ μὴ δυνηθεὶς ἀναγκάσαι μεταπέμπεται τὸν Ὅσιον. καὶ ἀντὶ ἐξορισμοῦ κατέχει τοῦτον ὅλον ἐνιαυτὸν ἐν τῷ Σερμίῳ οὔτε τὸν θεὸν φοβηθεὶς ὁ ἄθεος οὔτε τοῦ πατρὸς τὴν διάθεσιν, ἣν εἶχε πρὸς τὸν Ὅσιον, αἰδεσθεὶς ὁ ἀνόσιος οὔτε τὸ 45.5 γῆρας
18