λέγοντος· Μὴ φοβοῦ, Μαριάμ. Ἰδοὺ γὰρ συλλήψῃ ἐν γαστρί, καὶ τέξῃ υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν. Αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν. {Β} Ἄρ' οὖν δι' ἀνθρώπου πεποιῆσθαί φαμεν τὰ πάντα, καὶ ὁ ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς τὴν ἐκ γυναικὸς ἀπότεξιν ἔχων δημιουργός ἐστιν οὐρανοῦ καὶ γῆς καὶ συλλήβδην ἁπάντων τῶν ἐν αὐτοῖς; {Α} Φράζε δὴ οὖν καὶ αὐτός, ἐρήσομαι γάρ· ἆρ' οὐ γέγονε σὰρξ ὁ Λόγος; Ἆρ' οὐ κεχρημάτικεν Υἱὸς ἀνθρώπου; Οὐκ ἔλαβε δούλου μορφήν; Οὐ κεκένωκεν ἑαυτόν, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος; Εἰ μὲν οὖν ἀρνοῦνται τὴν οἰκονομίαν, ἀνταναστήσονται λέγοντες οἱ θεσπέσιοι μαθηταί· Καὶ ἡμεῖς ἐθεασάμεθα καὶ μαρτυροῦμεν ὅτι ὁ Πατὴρ ἀπέσταλκε τὸν Υἱόν, Σωτῆρα τοῦ κόσμου. <Καὶ> ὃς ἂν ὁμολογήσῃ ὅτι Ἰησοῦς ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ, ὁ Θεὸς ἐν αὐτῷ μένει, καὶ αὐτὸς ἐν τῷ Θεῷ. Καὶ πάλιν· Ἐν τούτῳ γινώσκεται τὸ Πνεῦμα τοῦ Θεοῦ· πᾶν πνεῦμα ὃ ὁμολογεῖ Ἰησοῦν Χριστὸν ἐν σαρκὶ ἐληλυθέναι ἐκ τοῦ Θεοῦ ἐστι, καὶ πᾶν πνεῦμα ὃ μὴ ὁμολογεῖ τὸν Ἰησοῦν ἐκ τοῦ Θεοῦ οὔκ ἐστιν. Εἶτα, ποῖον ἂν ἔχοι λόγον τὸ ἐπ' ἀνθρώπου νοεῖν ὡς παραγέγονεν ἐν σαρκί; Πρέποι δ' ἂν μᾶλλον τῷ ἔξω σαρκὸς καὶ φύσεως οὐκ ὄντι τῆς καθ' ἡμᾶς τὸ καὶ ἐν σαρκὶ γενέσθαι καὶ μετὰ ταύτης ἐλθεῖν εἰς τόνδε τὸν κόσμον μετὰ τοῦ μεῖναι ὃ ἦν. Οὐκοῦν, εἰ καὶ γέγονεν ἄνθρωπος, [τὸ ἀπεῖργον οὐδὲν ἐννοεῖν] δι' αὐτοῦ παρῆχθαι τὰ πάντα, καθ' ὃ νοεῖται Θεὸς καὶ συναΐδιος τῷ Πατρί. Οὐ γὰρ ἠλλοίωται Θεὸς ὢν ὁ Λόγος, εἰ καὶ γέγονεν ἐν προσλήψει σαρκὸς ἐψυχωμένης νοερῶς, καὶ οὐκ ἄνθρωπον ἑαυτῷ συνάψας, καθά φασιν οἱ καινοτομοῦντες τὴν πίστιν, ἀλλ' αὐτὸς γενόμενος σάρξ, ὡς 744 ἔφην, τουτέστιν ἄνθρωπος. Ἔσται γὰρ οὕτως αὐτῷ καὶ τὸ κεχρῖσθαι πρέπον καὶ διαβολῆς ἀμοιροῦν. Κεκλήσεται δὲ καὶ Ἰησοῦς, ὡς αὐτὸς ὑπάρχων κατὰ ἀλήθειαν ὁ τὴν κατὰ σάρκα ἐκ γυναικὸς ὑπομείνας γέννησιν. Σέσωκε γὰρ οὕτω τὸν ἑαυτοῦ λαόν, οὐχ ὡς ἄνθρωπος Θεῷ συναφθείς, ἀλλ' ὡς Θεὸς γεγονὼς ἐν ὁμοιώσει τῶν κεκινδυνευκότων, ἵν' ἐν αὐτῷ καὶ πρώτῳ τὸ ἀνθρώπινον γένος ἀναπλάττηται πρὸς τὸ ἐν ἀρχαῖς. Πάντα γὰρ ἦν ἐν αὐτῷ καινά. {Β} Οὐκοῦν, διαβεβλήσεται πρὸς ἡμῶν τὸ χρῆναι φρονεῖν ἢ λέγειν ἄνθρωπον συνῆφθαι τῷ Θεῷ Λόγῳ, καὶ κοινωνὸν γενέσθαι τῆς ἀξίας αὐτῷ, καὶ ἐν τάξει χάριτος τὴν υἱοθεσίαν ἔχειν. {Α} Παντάπασι μὲν οὖν. Οὐ γὰρ οἶδε τοῦτο τῶν ἱερῶν Γραμμάτων ἡ δύναμις, εὕρημα δὲ μᾶλλόν ἐστι <φιλοκαίνου> τε καὶ ἀδρανοῦς, καὶ παρειμένης φρενός, καὶ οὐκ ἐχούσης ὁρᾶν τοῦ μυστηρίου τὸ βάθος. Ποῦ γάρ τι τοιοῦτον παρὰ τῆς ἁγίας εἴρηται Γραφῆς; Ὁ μὲν γὰρ θεσπέσιος Παῦλος τῆς ἐνανθρωπήσεως τοῦ Μονογενοῦς διατρανῶν εὖ μάλα τὸ μυστήριον· Ἐπειδὴ γὰρ τὰ παιδία, φησί, κεκοινώνηκεν αἵματος καὶ σαρκός, καὶ αὐτὸς παραπλησίως μετέσχε τῶν αὐτῶν, ἵνα διὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τουτέστι τὸν διάβολον. Καὶ μὴν καὶ ἑτέρωθί που· Τὸ γὰρ ἀδύνατον τοῦ νόμου, ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκός, ὁ Θεὸς τὸν ἑαυτοῦ Υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας καὶ περὶ ἁμαρτίας, κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκί, ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν τοῖς μὴ κατὰ σάρκα περιπατοῦσιν, ἀλλὰ κατὰ πνεῦμα. Κεκοινωνηκέναι δέ φαμεν αἵματος καὶ σαρκός, κατά γε τὸν τοῖς θεορρήμοσιν ἐοικότα νοῦν, οὐ τὸν ἐν σαρκὶ καὶ αἵματι κατ' ἰδίαν φύσιν, καὶ ἑτέρως εἶναι μὴ δυνάμενον, ἀλλὰ τὸν οὐκ ὄντα τοῦτό ποτε, καὶ φύσεως ἑτέρας ἢ καθ' ἡμᾶς. Γεγονέναι δὲ καὶ ἐκ γυναικὸς καὶ ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας τὸν δι' ἡμᾶς καθ' ἡμᾶς μετὰ τοῦ καὶ ὑπὲρ ἡμᾶς, καθὸ νοεῖται Θεός. Γέγονε μὲν γὰρ σὰρξ ὁ Λόγος, πλὴν οὐ σὰρξ ἁμαρτίας, ἀλλ' ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας, συνανεστράφη μὲν τοῖς ἐπὶ τῆς γῆς ὡς ἄνθρωπος, καὶ ἐν ὁμοιώματι γέγονε τῷ καθ' ἡμᾶς, πλὴν οὐ μεθ' ἡμῶν ὑφ' ἁμαρτίαν, ἀλλ' ἐπέκεινα τοῦ εἰδέναι πλημμελεῖν. Ἦν γὰρ ὁ αὐτὸς Θεός τε ὁμοῦ καὶ