Στέφανον δέ τινα πατρίκιον τὸ ἐπίκλην Ἄσμικτον τοῦ τοιούτου στόλου ἡγεμόνα προβαλόμενος ἐξέπεμψε, προστάξας πάντας τοὺς ἐν Χερσῶνι καὶ Βοσφόρῳ καὶ τοὺς τῶν ἄλλων ἀρχοντιῶν λαοὺς ξίφεσιν ἀνηλωκέναι, Ἡλίαν δὲ τὸν αὐτοῦ δορυφόρον σὺν αὐτῷ ἀπιόντα ἄρχοντα Χερσῶνος ἐγκαταστῆσαι, ἔτι δὲ καὶ Βαρδάνην Ἀρμένιον τῷ γένει ἐξόριστον ἐκεῖσε καταλιπεῖν. Στέφανος δὲ διὰ τῆς Ποντικῆς θαλάσσης πρὸς τὰ ἐκεῖσε 45 περαιωθεὶς τὰ προστεταγμένα ἐπλήρου, μειράκιά τινα ὀλίγα τῷ συνόντι αὐτῷ λαῷ ὡς δῆθεν αἰχμάλωτα περιποιήσας. Τονδοῦνον δὲ τὸν Χερσῶνος ἄρχοντα καὶ Ζωῗλον πρωτοπολίτην λεγόμενον καὶ ἑτέρους ἄνδρας τεσσαράκοντα τῶν ἐμφανεστέρων δεσμώτας σὺν γυναιξὶ καὶ παισὶ πρὸς Ἰουστινιανὸν ἔπεμψεν, ἄλλους τε τῶν πρωτευόντων Χερσῶνος ἄνδρας ἑπτὰ ξυλίνοις ὀβελοῖς προσαρτήσας ἐπὶ πυρὸς διώπτησε. τοὺς δὲ τῶν ἑτέρων προστατεύοντας πολισμάτων ἄνδρας ἄχρι καὶ εἰς εἴκοσι ἀκατίῳ ἐμβαλὼν καὶ προσδήσας λίθους [τε] τούτῳ πλείστους τῷ βυθῷ παραδέδωκεν. Ἰουστινιανὸς δὲ φιλανθρωπότερον τὸν Στέφανον διατεθέντα παρὰ τὰ διατεταγμένα αὐτῷ νομίσας διὰ τὴν τῶν μειρακίων περιποίησιν, σπουδαιότερον ἐπανήκειν πρὸς αὐτὸν ἐκέλευσεν. αὐτὸς δὲ κατὰ τὰ προσταχθέντα ἐκεῖθεν ἀπάρας μηνὸς Ὀκτωβρίου ἐνισταμένου χειμῶνι μεγάλῳ καὶ ναυαγίῳ περιπίπτει, εἰς τρεῖς καὶ ἑβδομήκοντα χιλιάδας τῶν καταποντισθέντων ἀριθμηθέντων, ὧν τὰ πτώματα ἐξ Ἀμάστριδος πόλεως μέχρις Ἡρακλείας ὑπὸ τῆς θαλάσσης ἀπερρίπτετο. ἐφ' οἷς οὐ λυπηθεὶς ἀλλὰ καὶ λίαν περιχαρὴς γενόμενος Ἰουστινιανὸς πάλιν βουλεύεται ἕτερον ἐκεῖσε ἐκπέμπειν στόλον. οἱ δὲ τῶν χωρῶν τούτων ἄρχοντες τῆς φήμης αἰσθόμενοι ἑαυτοὺς ὅση δύναμις ἠσφαλίζοντο, πρὸς δὲ τοὺς Χαζάρεις διαπρεσβεύονται ὥστε ἐπὶ φυλακὴν τούτων λαὸν ἀποστέλλειν καὶ περισώζειν τοὺς ἐν αὐτοῖς περιλειφθέντας. ταῦτα Ἰουστινιανὸς μεμαθηκὼς Γεώργιον τὸν πατρίκιον ἀποστέλλει καὶ Ἰωάννην τὸν τῆς πόλεως ὕπαρχον σὺν ἑτέροις ἄρχουσι καὶ στρατῷ ἄχρι τριακοσίων ἀνδρῶν, παραδοὺς αὐτοῖς Τονδοῦνον καὶ Ζωῗλον, ὥστε ἀποκαταστῆσαι αὐτοὺς 46 ταῖς οἰκείαις ἀρχαῖς, Ἡλίαν δὲ ἀγαγεῖν ὡς αὐτόν. τούτων ἐν Χερσῶνι παραγενομένων οἱ τῆς πόλεως μόνους Γεώργιον καὶ τοὺς σὺν αὐτῷ ἄρχοντας ἀξιοῦσιν ἐντὸς γενέσθαι τῆς πόλεως· οὗ γεγονότος τὰς μὲν πύλας ἐπ' αὐτοῖς ἔκλεισαν, Γεώργιον δὲ καὶ Ἰωάννην ξίφει ἀναιροῦσι. τοὺς δὲ ἔξω τοῦ τείχους ἀπολειφθέντας στρατιώτας, ἔτι δὲ καὶ Τονδοῦνον καὶ Ζωῗλον τοῖς ἐκεῖσε προσεδρεύουσι Χαζάροις παραδόντες τῷ χαγάνῳ παρέπεμψαν, οὓς παραλαβόντες οἱ Χάζαροι κατὰ τὴν ὁδὸν ἔκτεινον. οἱ δὲ τῆς πόλεως Χερσῶνος Ἰουστινιανὸν μὲν αἰσχρῶς δυσφημήσαντες καθύβριζον, Βαρδάνην δὲ τὸν ἐκεῖσε ὄντα ἐξόριστον ὡς βασιλέα εὐφήμουν. τούτων αἰσθόμενος Ἰουστινιανὸς καὶ μείζονι θυμῷ ἐξαπτόμενος τὰ μὲν Ἡλία τέκνα τῷ μητρῴῳ κόλπῳ φερόμενα ἀναλίσκει, τὴν δὲ αὐτοῦ γυναῖκα τῷ ἰδίῳ μαγείρῳ ζευχθῆναι ἠνάγκασεν, Ἰνδῷ τῷ γένει καὶ ὅλῳ δυσειδεῖ τυγχάνοντι. ἕτερον δὲ πάλιν μέγαν στόλον ἀποστέλλει, ἡγεῖσθαι τούτου προχειρισάμενος Μαῦρον τὸν πατρίκιον, προστάξας τὴν μὲν πόλιν Χερσῶνος καταστρέψασθαι καὶ ἅπαντας τοὺς ἐν αὐτῇ ἀφειδῶς κατακτεῖναι. ὁ δὲ πρὸς Χερσῶνα περαιωθεὶς τοῦ ἔργου εἴχετο. λαοῦ δὲ Χαζάρων ἐξαπιναίως ἐπιπεσόντος ἡ μὲν πόλις περιεσώζετο, Βαρδάνης δὲ ὡς τὸν κύριον τῶν Χαζάρων φυγὰς ᾤχετο. Μαῦρος δὲ ὁ πατρίκιος πρὸς μὲν τὴν πολιορκίαν ἀμηχανήσας, παλινοστεῖν δὲ πρὸς Ἰουστινιανὸν δεδιώς, συμφρονεῖ τῇ πόλει Χερσωνιτῶν. καὶ Ἰουστινιανὸν μὲν ἀπηναίνοντο, Βαρδάνην δὲ ὡς βασιλέα εὐφήμουν, Φιλιππικὸν αὐτὸν μετονομάσαντες. καὶ πρὸς τὸν Χάζαρον διαπρεσβεύονται τοῦτον ὡς αὐτοὺς ἀπεσταλκέναι. ὁ δὲ ὅρκοις ἐμπεδοῖ τὸ Ῥωμαϊκὸν πλῆθος περὶ τῆς Βαρδάνου σωτηρίας χρήματα αὐτοὺς πραξάμενος, κατ' ἄνδρα 47 ἑκατὸν νομίσματα εἰληφώς. Ἰουστινιανὸς δὲ χρόνου παρερχομένου ὑπώπτευεν ὡς καὶ παρ' αὐτῶν ἠθετημένος εἴη. διὰ τοῦτο αἱρεῖται Τέρβελιν τὸν ἄρχοντα τῶν Βουλγάρων καὶ τηνικαῦτα συμμαχεῖν αὐτῷ. ὁ δὲ πέμπει πρὸς αὐτὸν ἄνδρας ὡς