ἄφεσιν μὲν οὐκ ἔχει ἁμαρτη μάτων δύναται δὲ τὴν ἁμαρτίαν ἐπικαλύψαι. Μακάριοι γάρ φησιν ὧν ἀφέ θηαν αἱ ἁμαρτίαι, τῶν ἀπὸ τῶν ἐθνῶν προσελθόντων· καὶ ὧν ἐπεκαλύφθηαν αἱ ἁμαρτίαι, τῶν μετὰ τὴν πίστιν ἁμαρτανόντων ἐπικαλυπτόντων δὲ τοῖς ἀγαθοῖς ἔργοις, οἷον τὴν ἀκολασίαν τῇ πολλῇ σωφροσύνῃ. Καὶ οὐ πάντως τοῖς πόρνοις τοῦ κόσμου τούτου ἢ πλεονέκταις ἢ ἅρπαξιν ἢ εἰδωλολάτραις. ὡς εἰσὶ πόρνοι τοῦ κόσμου καὶ πόρνοι ἐπὶ Χριστὸν κληθέντες, οὕτως καὶ πλεονέκται οἱ μὲν τοῦ κόσμου τούτου οἱ δὲ τῆς ἐκκλησίας. φυλαξώμεθα οὖν μέχρι τοῦ ἐλαχίστου τὴν πλεονεξίαν· συνέζευκται γὰρ καὶ αὕτη τῷ τῆς πορνείας ἁμαρτήματι. καὶ τρίτον ἅρπαγας τινὰς ὀνομάζει, ὅταν ἁρπάζωσι τὰ τῶν πέλας. καὶ εἰδωλολάτραι δέ τινές εἰσι μεθ' ἡμῶν παρὰ τοὺς εἰδωλολάτρας τοῦ κόσμου τούτου, οἱ θέλοντες διδάσκειν ὅτι ἀδιάφορόν ἐστι τὸ εἰδωλολατρεῖν· μάλιστα δὲ τοῦτο τὸ ἁμάρτημα εὑρίσκεται ἐν τοῖς στρατευομέ νοις· Ἀνάγκη μοι λέγουσιν ἐπίκειται· ἡ στρατιὰ τοῦτο ἀπαιτεῖ· κινδυνεύω τῇ κεφαλῇ ἐὰν μὴ θύσω ἢ μὴ λευχειμονήσας τὸν λίβανον ἐπιθῶ κατὰ τὰ νενο μισμένα τῆς στρατιᾶς τοῦ κόσμου· καὶ πρὸς τούτοις ὁ τοιοῦτος λέγει ἑαυτὸν χριστιανόν· τῷ τοιούτῳ φησὶ μηδὲ συνεσθίειν. ἔστιν δὲ καὶ ὁ ἀρνησίθεος ἐν καιρῷ διωγμῶν εἰδωλολάτρης ἡμῶν. Ἔγραψα οὖν φησὶ τῷ τοιούτῳ οὔπω ἐκ τοῦ κόσμου ὄντι μὴ συναναμίγνυσθαι, ἐπεὶ ὀφείλετε ἄρα ἐκ τοῦ κόσμου ἐξελθεῖν. νυνὶ δὲ ἔγραψα ὑμῖν μὴ συναναμίγνυσθαι ἐάν τις ἀδελφὸς ὀνομαζό μενος. καλῶς τὸν τοιοῦτον οὐκέτι δὴ ἀδελφὸν εἶπεν ἀλλὰ μέχρις ὀνόματος μόνον ἀδελφόν. Ἀλλὰ ταῦτα μὲν δυνάμεθα ἑαυτοῖς συνειδέναι οἱ πολλοὶ ὅτι οὐκ ἔχομεν τὰ κακὰ ταῦτα· ἐπὶ δὲ τῶν ἑξῆς καὶ ἐμαυτὸν φοβοῦμαι, μή πως ἔνοχός εἰμι τοῖς ἄλλοις ἁμαρτήμασιν. λέγει γὰρ ἢ λοίδορος ἢ μέθυσος ἢ ἅρπαξ, τῷ τοιούτῳ μηδὲ συνεσθίειν. ἡλίκοις κακοῖς τὸν λοίδορον συνηρίθμησεντῷ πόρνῳ, τῷ πλεονέκτῃ, τῷ εἰδωλολάτρῃ· οὐκοῦν καὶ ὁ λοίδορος ἤδη ἐχθρός ἐστι τῆς ἐκκλησίας. διὰ τοῦτο ἀκούομεν τοῦ κυρίου λέγοντος Εὐλογεῖτε τοὺ κατα ρωμένου ὑμᾶ, καὶ τοῦ ἀποστόλου λέγοντος Λοιδορούμενοι εὐλογοῦμεν· λοίδορος γὰρ βαιλείαν θεοῦ οὐ κληρονομεῖ. δεῖ τοίνυν τὸ στόμα καθαρὸν τηρεῖν· τί γάρ μοι τοὺς ἔξω κρίνειν; μέθυσοι ἔστωσαν ἔξω· πόρνοις συνεσθίω καὶ συνδιατρίβω· οὐ βλάπτει με ἡ ἐκείνων μικρὰ ζύμη; ὅλον τὸ φύραμα τοῦτο οὐ ζυμοῖ; [v 12] τί γάρ μοι τοὺς ἔξω κρίνειν; οὐχὶ τοὺς ἔσω ὑμεῖς κρίνετε; τοὺς δὲ ἔξω ὁ θεὸς κρινεῖ; Ἐπέτρεψεν πᾶσιν ἡμῖν κρίνειν τοὺς ἔσω ἁμαρτάνοντας. ἀναφέρομεν αὐτοὶ τὸ ἁμάρτημα ἐπὶ τὸν ἐπίσκοπον, ἵνα νόμῳ ἐκβληθῇ ὁ τοιοῦτος ἀπὸ τῆς ἐκκλησίας. [v 13] καὶ ἐξαρεῖτε τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν. Καὶ ἐκ τούτων μὲν ἐξάρατε τὸν πονηρόν· ἀλλὰ ζήτει μήποτε θέλων ἔξωθεν τὸν πονηρὸν ἐξάραι, ἔχεις ἐν ἑαυτῷ τὸν πονηρόν. διὰ τοῦτο πάντα ποίει ἵνα ἐξάρῃς τὸν πονηρὸν ἀπὸ σεαυτοῦ· ἐκείνου γὰρ ἐξελθόντος, Χριστὸς Ἰησοῦς ἐν σοὶ κατοικήσει. 27 vi 1-3 [τολμᾷ τις ὑμῶν πρᾶγμα ἔχων πρὸς τὸν ἕτερον κρίνεσθαι ἐπὶ τῶν ἀδίκων καὶ οὐχὶ ἐπὶ τῶν ἁγίων; οὐκ οἴδατε ὅτι οἱ ἅγιοι τὸν κόσμον κρινοῦσι; καὶ εἰ ἐν ὑμῖν κρίνεται ὁ κόσμος, ἀνάξιοί ἐστε κριτηρίων ἐλαχίστων· οὐκ οἴδατε ὅτι ἀγγέλους κρινοῦμεν, μήτιγε βιωτικά;] [Ὠριγένους] ∆υσωπεῖ τοὺς ἐν Κορίνθῳ ἁμαρτάνοντας καὶ ἀσχολουμένους περὶ δικαστήρια καὶ βιωτικὰς χρείας καὶ ταλαιπωρίας, καὶ φησὶν ὅτι Ἐκλήθητε ἐπὶ τοῦτο ἵνα τελειωθέντες κρίνητε ἀγγέλους, οὐχὶ δὲ μᾶλλον δυνήσεσθε, ἐάν ποτε ἀδελφὸς μετὰ ἀδελφοῦ κρίνηται, κρίνειν τὰ βιωτικὰ τῶν ἀδελφῶν; [vi 4] βιωτικὰ μὲν οὖν κριτήρια ἐὰν ἔχητε καὶ τὰ ἑξῆς. Ἀληθῶς μὲν ἐνίοτε τοιαῦτα ἐστὶ τὰ τῶν κρινομένων ὡς μὴ δεῖσθαι σοφοῦ τοῦ δικάζοντος, ἀλλὰ μᾶλλον τοὺς ἐξουθενημένους ἐν τῇ ἐκκλησίᾳ <καθίζετε>· γένοιτο δ' ἄν ποτε τὰ τῶν δικαζομένων ὡς καὶ σοφοῦ δεῖσθαι δικαστοῦ. ὃ δὲ λέγω, οὕτως ἔσται σαφές· ἐὰν οἱ δικαζόμενοι δέωνται νόμων κοσμικῶν καὶ ἐμπείρων δικαστῶν, οὐ γραφῆς οὐδὲ νόμου τοῦ ἐν τῇ γραφῇ ἀλλ' οἱονεὶ υἱῶν τοῦ αἰῶνο τούτου φρονιμωτέρων δοκούντων εἶναι, πιστοὶ ἔσονται κριταὶ οἱ ἐξουθενημένοι ἐν τῇ